← 埃利亚斯

波菲利《导论》注释

§12.22-14.13

死亡的操练与生死的二重区分

针对柏拉图将哲学定义为“死亡的操练”与禁止自杀之间看似矛盾的疑难,埃利亚斯将生与死划分为自然的和意志选择的两重性,阐明哲学家所操练的是克制肉体情欲的意志之死而非肉身的自然之死。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.0#3

ἀλλ’ ἐπειδὴ ὁ θάνατος διττός, μᾶλλον δὲ ἡ ζωή, ἵνα ἀπὸ τῶν σαφεστέρων ἄρξωμαι (σαφέστεραι γὰρ αἱ ἕξεις τῶν στερήσεων)· ἔστι γὰρ φυσικὴ ζωὴ1 καὶ προαιρετικὴ ζωή, καὶ φυσικὴ μὲν ζωή ἐστι δεσμὸς ψυχῆς καὶ σώματος, ὅτε ἡ ψυχὴ χορηγεῖ αἴσθησιν καὶ κίνησιν τῷ σώματι, ἣν πάντες οἱ ἄνθρωποι ὑπομένομεν, προαιρετικὴ δὲ ζωή ἐστι δεσμὸς ψυχῆς καὶ σώματος, ὅταν ἡμεῖς ἐπιτρέψωμεν τῇ ψυχῇ ἕπεσθαι ταῖς ἡδυπαθείαις τοῦ σώματος· φησὶ γὰρ οὕτως ὁ Πλάτων ὅτι ἑκάστη ἡδονὴ δίκην ἥλου προσπερονᾷ τὴν ψυχὴν τῷ σώματι· ταύτην οὐ πᾶς ἄνθρωπος ζῇ, ἀλλ’ ὁ ἀκόλαστος μόνον· εἰ οὖν διττὴ ἡ ζωή, καὶ ὁ θάνατος ἄρα διττός· ὁσαχῶς γὰρ τὸ ἀντικείμενον,2 τοσαυταχῶς καὶ τὸ ἀντικείμενον, ὄντων αὐτῶν ἰσοσθενῶν, ἐπεὶ ἀεὶ τὸ ἰσχυρότερον κατακρατήσει καὶ ἔσται ἕν, οὐκέτι δύο. φυσικὸς μὲν οὖν θάνατός ἐστι χωρισμὸς ψυχῆς ἀπὸ σώματος, ὃν πάντες ἄνθρωποι ὑπομένομεν, ἡνίκα μὴ χορηγεῖ ἡ ψυχὴ τῷ σώματι αἴσθησιν καὶ κίνησιν· προαιρετικὸς δὲ θάνατός ἐστιν, ἡνίκα μὴ συγχωροῦμεν τῇ ψυχῇ ἕπεσθαι ταῖς ἡδυπαθείαις, ἀλλ’ ἐπιστατήσει λοιπὸν ἡ ψυχή, ὅτι αὐτὴ μὲν Ὀλυμπία γηγενὲς δὲ τὸ σῶμα, καὶ οὐ θέμις τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος ἄρχεσθαι. τοῦτον τὸν θάνατον οἱ φιλόσοφοι ὑπομένουσι μόνοι, περὶ ὧν φησιν ὁ ποιητὴς δισθανέες, ὅτε τ’ ἄλλοι ἅπαξ θνήσκουσ’ ἄνθρωποι. εἰ οὖν διττὸς ὁ θάνατος, οὐ διαφωνεῖ γε ἑαυτῷ ὁ Πλάτων, ποτὲ μὲν λέγων ὅτι δεῖ μελετᾶν τὸν θάνατον, ποτὲ δὲ λέγων μὴ λύειν, ἄχρις οὗ λύσει ὁ δήσας, ἀλλὰ τὸν μὲν φυσικὸν δεσμὸν ἐατέον τῇ φύσει λύειν, ὅτε φίλον αὐτῇ, τὸν δὲ προαιρετικὸν δεσμόν, 〈ὃν〉 ἡμεῖς ἐδήσαμεν, ἡμεῖς καὶ λύσωμεν, ἵνα πανταχοῦ τὰ τοῦ Πλάτωνος κρατῇ καὶ τὸ δῆσαν ἐκεῖνο καὶ τὴν λύσιν ἐπαγάγῃ. λέγουσι δὲ καὶ τοιαύτην διαίρεσιν, ὅτι τέσσαρά τινα παράκεινται ἀλλήλοις, εἶναι, μὴ εἶναι, εὖ εἶναι, κακῶς εἶναι, καὶ εἶναι μὲν ποιεῖ ἡ φυσικὴ ζωή, μὴ εἶναι δὲ ὁ φυσικὸς θάνατος, εὖ εἶναι ὁ προαιρετικὸς θάνατος, κακῶς εἶναι ἡ προαιρετικὴ ζωή. δύο δὲ οὐσῶν ἀντιθέσεων ἓξ γίνονται συμπλοκαί, ὧν αἱ μὲν τρεῖς συνίστανται, αἱ δὲ ἄλλαι τρεῖς ἀσύστατοί εἰσι, καθὼς τὸ διάγραμμα τοῦτο δηλοῖ· Θάνατον οὖν μελετητέον, οὐ τὸν μὴ εἶναι ποιοῦντα, ἀλλὰ τὸν εὖ εἶναι. ἔστι δὲ φυσικὴ μὲν ζωὴ καὶ προαιρετικὸς θάνατος, ὅταν τῆς ψυχῆς χορηγούσης τῷ σώματι αἴσθησιν καὶ κίνησιν μὴ συγχωρῶμεν αὐτῇ ἕπεσθαι ταῖς ἡδυπαθείαις τοῦ σώματος, ἀλλ’ ἄρχῃ τὸ κρεῖττον τοῦ χείρονος. φυσικὸς δὲ θάνατός ἐστι καὶ προαιρετικὴ ζωή, ὅταν αἱ φιλοσώματοι ψυχαὶ μετὰ τὸν φυσικὸν θάνατον περιπολῶσιν εἰς τοὺς τάφους σκιοειδῆ ποιοῦσαι φαντάσματα. καὶ τοῦτο αἰνίττεται Ὅμηρος, ἡνίκα φησὶν ὃν πότμον γοόωσα, λιποῦσ’ ἀνδροτῆτα καὶ ἥβην. φυσικὴ δὲ ζωὴ καὶ προαιρετικὴ ζωή ἐστιν, ὅταν τὴν κατὰ φύσιν ζωὴν ζῶντες ἀκολάστως τὸν βίον μετερχώμεθα. ἐβουλόμην δὲ τούτων τῶν λόγων ἀκοῦσαι Κλεόμβροτον· οὗτος γὰρ περινοήσας τὸ ἐν Φαίδωνι ῥητὸν * *, ὡς δηλοῖ τὸ εἰς αὐτὸν ἐπίγραμμα τοῦ Καλλιμάχου οὕτω λέγον· Εἴπας ‘Ἥλιε χαῖρε’ Κλεόμβροτος Ἀμβρακιώτης ἥλατ’ ἀφ’ ὑψηλοῦ τείχεος εἰς Ἀίδην, ἄξιον οὔτι παθὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος ἓν τὸ περὶ ψυχῆς γράμμ’ ἀναλεξάμενος. ἐγὼ δὲ τἀναντία ἐκείνῳ φημὶ ἔπη οὕτως· εἰ μὴ γράμμα Πλάτωνος ἐμὴν ἐπέδησεν ἐρωήν, ἤδη λυγρὸν ἔλυσα βίου πολυκηδέα δεσμόν,3 τοῦτ’ ἔστιν εἰ μὴ ὠφελήθην ἐκ Πλάτωνος τρόπον εὐζωΐας, προέκρινον ἂν μὴ εἶναι ἢ κακῶς εἶναι. ἔστιν οὖν τις θάνατος ζωῆς τινος κρείττων, ὃν ἡ φιλοσοφία μελετᾶν ἀεὶ ἐπαγγέλλεται.

但既然死亡是双重的,或者毋宁说生命是双重的——为了让我从较为明晰的事物开始(因为状态比匮乏更为明晰)——因为有自然的生命和意志选择的生命;自然的生命乃是灵魂与肉体的联结,发生于灵魂向肉体供给感觉与运动之时,我们所有人都承受着这种生命;而意志选择的生命乃是灵魂与肉体的联结,发生于我们听任灵魂随从肉体的感官享乐之时;因为柏拉图正是这样说的:“每一种快乐都如同一枚铁钉将灵魂钉在肉体上”;并非所有人都在过这种生活,而唯有放荡之人如此。因此,如果生命是双重的,那么死亡也就必定是双重的;因为只要两者力量相当,对立的一方有多少种说法,另一对立面也就有多少种说法;否则,较强的一方将始终占据上风,而最终成为一,不再是二。因此,自然的死亡乃是灵魂脱离肉体的分离,发生于灵魂不再向肉体供给感觉与运动之时,我们所有人都承受着这种死亡;而意志选择的死亡,则发生于我们不容许灵魂随从感官享乐,而是灵魂自此统辖主管之时,因为灵魂本身源自天界,而肉体由尘土所生,更优越者受制于更低劣者是不合天理的。唯有哲学家们承受这种死亡,关于他们,诗人说道:“两次赴死的人啊,当其余人类只死一次之时。”因此,如果死亡是双重的,柏拉图就绝未与自身相冲突,他时而说应当操练死亡,时而又说在捆绑者解开它之前不可将其解开;而是说,自然的锁链应当听由自然在其意愿之时去解开,而意志选择的锁链,即我们所捆绑的,则应当由我们自己来解开,以便柏拉图的学说在各方面均能立得住,并由那捆绑者自身来予以解开。人们还提出了这样一种划分,即有四种状态彼此并列:“存在”、“不存在”、“善好地存在”、“恶劣地存在”;而自然的生命导致存在,自然的死亡导致不存在,意志选择的死亡导致善好地存在,意志选择的生命导致恶劣地存在。既然存在两组对立,便产生六种组合,正如本图表所示,其中三种可以成立,另外三种则不能成立。因此,所应当操练的死亡,并非导致不存在的死亡,而是导致善好地存在的死亡。当灵魂向肉体供给感觉与运动,而我们不容许它随从肉体的感官享乐,而是更优越者统治更低劣者时,便有了自然的生命与意志选择的死亡。而当嗜肉体的灵魂在自然的死亡之后徘徊于墓地周围、制造出阴影般的幽灵幻象时,便有了自然的死亡与意志选择的生命;荷马在说道“哀悼着自身的命运,撇下了健壮与青春”时便暗示了这一点。而当我们过着依循自然的生活却放荡度日时,便有了自然的生命与意志选择的生命。我倒真希望克勒翁布罗托听过这些话;因为他误解了《斐多篇》中的文句[……],正如卡利马科斯为他所作的题辞所表明的,那首诗这样写道:“说了声‘太阳啊,别了’,安布拉基亚的克勒翁布罗托便从高墙上纵身跳入冥府;他未曾遭受任何配受死亡的厄运,仅仅是读了柏拉图的一部著作,即那篇论灵魂的著作。”而我则吟诵出与他相反的诗句:“若非柏拉图的著作束缚了我的冲动,我早已解开生命那可悲而充满忧患的锁链。”这就是说,若非我从柏拉图那里获益、知晓了善好生活的途径,我宁可选择不存在,也不愿恶劣地存在。因此,确实存在某种优于某种生命的死亡,而哲学始终声称操练的正是这种死亡。

语法注3 条
  1. 6.0ἀλλ’ ἐπειδὴ ὁ θάνατος διττός, μᾶλλον δὲ ἡ ζωή, ἵνα ἀπὸ τῶν σαφεστέρων ἄρξωμαι (σαφέστεραι γὰρ αἱ ἕξεις τῶν στερήσεων)· ἔστι γὰρ φυσικὴ ζωὴ

    由 ἀλλ’ ἐπειδή 引导的原因从句并未紧接一个显明的主句,而是经过插入句与长篇解释后,由其后的 εἰ οὖν διττὴ ἡ ζωή, καὶ ὁ θάνατος ἄρα διττός 在逻辑与结构上予以承接收束,构成典型的破格(破句法/anacoluthon)。其核心句法意图在于为生与死的两重性奠定区分前提。

  2. 6.0ὁσαχῶς γὰρ τὸ ἀντικείμενον, τοσαυταχῶς καὶ τὸ ἀντικείμενον

    省略了动词(如 λέγεται 等)的对仗表达,意为“对立的一方按多少种方式被述说,另一对立面亦按同样多的方式被述说”。根据上下文,这是在确立如果生命是双重的,则与之相对立的死亡也必定相应具有双重含义这一辩证推论规则。

  3. 6.0ἤδη λυγρὸν ἔλυσα βίου πολυκηδέα δεσμόν

    与过去事实相反的非真实条件句之主句(归结分句)。承接前一行直说式不定过去时条件从句 εἰ μὴ... ἐπέδησεν,主句动词 ἔλυσα 同样采用直说式不定过去时。此处省略了语气助词 ἄν,属于诗歌用法,用于强调事情发生的紧迫性与几乎已成定局之感(“我早就解开了”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:12.22-14.13