← 埃利亚斯

波菲利《导论》注释

§11.19-12.22

辩护第二定义与第三定义死亡的操练

埃利亚斯解答了针对归于毕达哥拉斯的第二定义(“神圣与人类事务的知识”)的疑难,比较了其与第一定义的异同优劣,随后引入出自柏拉图《斐多篇》的第三定义(“死亡的操练”),并提出了其与禁止擅自脱离生命的训诫之间的矛盾疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.0#2

τί φής, ὦ Πυθαγόρα, θεῖα καὶ ἀνθρώπινα μόνον οἶδεν ἡ φιλοσοφία, οὐκ οἶδεν ἵππου φύσιν καὶ βοὸς καὶ φυτοῦ καὶ τῶν ἄλλων ἁπάντων; καὶ λέγομεν ὅτι πάντα περιέλαβε· διττῶν γὰρ ὄντων πάντων, ἢ ἀϊδίων ἢ φθαρτῶν, καὶ ἐν μὲν τοῖς ἀϊδίοις προὔχοντος τοῦ θείου, ἐν δὲ τοῖς φθαρτοῖς τοῦ ἀνθρωπείου, ἀφ’ ἑκάστου τοῦ τιμιωτέρου μνησθεὶς καὶ τὰ λοιπὰ εἰσήγαγεν. ἐφ’ οἷς ἀποροῦσιν ὅτι ‘διὰ τί κἀνταῦθα μὴ πρόσκειται τὸ ᾗ ὄντα ἐστί;’ καὶ λέγομεν ὅτι * * ὅλως ἔφη εἰς διαφορὰς ἐλθεῖν καὶ περιττὸν ἦν τὸ ᾗ ὄντα· μνησθεὶς γὰρ θείων ᾗ θεῖα αὐτὰ οἶδε, καὶ ἀνθρωπείων μνησθεὶς ᾗ ἀνθρώπεια αὐτὰ οἶδεν. πάλιν ἀποροῦσι ὅτι ‘εἰ λέγεις καὶ τὸν πρῶτον ὁρισμὸν πάντα περιλαβεῖν καὶ τοῦτον, τί διαφέρει οὗτος ἐκείνου, καὶ πῶς ἐκεῖνον μὲν καθολικόν, τοῦτον δὲ μερικόν φατε;’ πρὸς ὃ λεκτέον ὅτι αὐτὸ τοῦτο μερικὸν αὐτὸν ποιεῖ τὸ μνησθῆναι αὐτὸν ὀνομαστὶ θείων καὶ ἀνθρωπίνων.1 δεῖ δὲ εἰδέναι ὅτι πλεονεκτεῖ ὁ πρῶτος ὁρισμὸς τὸν δεύτερον συντομίᾳ καὶ ἀκριβείᾳ, συντομίᾳ μὲν εἰπὼν ‘τῶν ὄντων’, ἀκριβείᾳ δὲ προσκειμένου τοῦ ‘ᾗ ὄντα’. ὁ μέντοι δεύτερος πλεονεκτεῖ τὸν πρὸ αὐτοῦ σαφηνείᾳ· ἃ γὰρ ἐκεῖνος ἔκρυψεν, οὗτος ἐσαφήνισεν εἰπὼν ‘θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’· τὰ γὰρ ὄντα ἢ θεῖά εἰσιν ἢ ἀνθρώπινα συνεπινοουμένων τῶν μέσων, ὡς εἴρηται· οὕτως γὰρ ὁ Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε λέγεται, οὐχ ὅτι καὶ τῶν ἄλλων οὐκ ἔστι πατήρ [κατὰ τοὺς Ἑλλήνων ψευδεῖς μύθους], ἀλλὰ διὰ τούτων καὶ τὰ λοιπὰ εἰσάγεται. Ἄλλος ὁρισμὸς τῆς φιλοσοφίας ἐκ τοῦ προσεχοῦς τέλους λαμβανόμενος ὁ λέγων αὐτὴν μελέτην θανάτου· ἐν γὰρ τῷ Φαίδωνι τῷ διαλόγῳ οὕτως ὁ Πλάτων ὁρίζεται· φησὶ γὰρ ὅτι ‘κινδυνεύουσιν οἱ φιλοσοφοῦντες λεληθέναι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους μηδὲν ἕτερον μελετῶντες πλὴν ἀποθνήσκειν τε καὶ τεθνάναι’,2 τοῦτ’ ἔστιν ἢ καθαροὶ θέλουσι γίνεσθαι ἢ ἤδη κεκαθαρμένοι, ὧν τὸ μὲν θνῄσκειν ἐνεστῶτος χρόνου ἐστὶ καὶ δηλοῖ τὸν καθαρτικὸν φιλόσοφον τὸ δὲ τεθνάναι παρῳχηκότος καὶ δηλοῖ τὸν κεκαθαρμένον· ὡς συνάγεσθαι ὅτι οὐδὲν ἕτερον μελετῶσιν οἱ φιλόσοφοι ἢ καθαίρεσθαι ἢ κεκαθάρθαι, τοῦτ’ ἔστι φιλοσοφία ἐστὶ μελέτη θανάτου. τὸ δὲ κινδυνεύουσιν’ ἀντὶ τοῦ ‘δι’ ἀνάγκης καὶ ἀποδείξεως τοῦτο αὐτοῖς συνάγεται.’ ἐφ’ οἷς ἀποροῦσι λέγοντες· τί φῄς, ὦ Πλάτων; ὁ φιλόσοφος, ὃν ἔθου τῷ θεῷ ὅμοιον ἐπὶ γῆς, τυραννίδα μελετᾷ κατὰ τοῦ δημιουργοῦ καὶ ὃν ἔδησεν ἐκεῖνος δεσμόν, οὗτος ἐπιχειρεῖ λύειν δίκην τῶν τὰς εἱρκτὰς δραπετευόντων δούλων3 παρὰ γνώμην τῶν ἀρχόντων; οὐκ αὐτὸς ἔφης ἐν τῷ αὐτῷ διαλόγῳ ἐναντίας φωνὰς ‘ὡς ἔν τινι δὴ φρουρᾷ ἐσμεν καὶ οὐ δεῖ ταύτην λύειν, ἄχρις οὗ λύσει ὁ δήσας’; τί οὖν ποιητέον, ὦ Πλάτων; μελετητέον θάνατον διὰ τὴν πρώτην σου ῥῆσιν; οὐ μελετητέον θάνατον διὰ τὴν δευτέραν σου ῥῆσιν; πρὸς ὅ φαμεν ὅτι οὐ διαφωνεῖ ὁ Πλάτων ἑαυτῷ οὔτε ὁ φιλόσοφος προεξανίσταται τοῦ δημιουργοῦ καὶ ὃν ἔδησεν ἐκεῖνος δεσμόν, οὗτος ἐπιχειρεῖ λύειν.

“毕达哥拉斯啊,你说的是什么?难道哲学仅仅知晓神圣与人类事务,而不知晓马、牛、植物以及所有其他事物的本性吗?”对此我们回答说,它包罗了一切;因为既然一切事物都是双重的,要么是永恒的,要么是必灭的,且在永恒者中神圣者占优,在必灭者中人类占优,故他通过提及各类中更为尊贵者,便也引入了其余者。对此人们提出疑难:“为什么此处也没有附加上‘作为存在者’呢?”我们回答说,[……]他是说自己全然进入了属差,因此“作为存在者”便是多余的;因为提到了神圣事物,他便是就其作为神圣事物而知晓它们;提到了人类事物,他便是就其作为人类事物而知晓它们。人们再次提出疑难:“如果你说第一个定义和这一定义都包罗了一切,那么这一定义与那一定义有何不同,你们又为何称那一个是普遍的,而这一个是特殊的呢?”对此应当说,恰恰是它指名提及神圣与人类事务这一事实本身,使它成为了特殊的。但应当知晓的是,第一个定义在简要与精确上胜过第二个定义:在简要上是由于说了“存在者的”,在精确上则是由于附加了“作为存在者”。然而第二个定义在其明晰性上胜过它前面的定义;因为那一定义所隐匿的,这一定义通过说“神圣与人类事务的”使之明晰了;因为正如已说过的,当中间者被一并领会时,存在者要么是神圣的,要么是人类的;因为宙斯以这种方式被称为“人类与诸神之父”,并非因为他[依照希腊人的虚妄神话]不是其他事物的父亲,而是通过这些事物,其余者也得以被引入了。哲学的另一个定义取自切近的目的,即称它为“死亡的操练”;因为在《斐多篇》对话中,柏拉图便是这样下定义的;因为他说“那些从事哲学的人,冒着自身与他人均未察觉的危险,除了赴死与处于死亡状态之外不操练任何别的事”,这就是说,他们要么期望变得纯洁,要么已经是被净化了的,其中“赴死”属于现在时态,指示着处于净化过程中的哲学家,而“处于死亡状态”则属于过去[完成]时态,指示着已被净化之人;从而得出结论,哲学家们除了被净化或已被净化之外不操练任何别的事,这就是说,哲学乃是死亡的操练。而“冒着……危险”是用来代替“通过必然性与证明,此事归结于他们”。对此人们提出疑难说:“柏拉图啊,你说的是什么?你在大地上确立为相似于神的那位哲学家,竟操练起反对造物主的僭政,并企图如同背着长官意愿逃离牢狱的奴隶那般,去解开那位[造物主]所捆绑的锁链吗?难道不是你自己在这同一篇对话中讲过相反的话:‘我们处于某种守所之中,在捆绑者解开它之前不可将其解开’吗?那么究竟该怎么做呢,柏拉图啊?由于你的第一种说法就应当操练死亡吗?由于你的第二种说法就不应当操练死亡吗?”对此我们回答说,柏拉图并未与自身相冲突,哲学家亦非抢先反抗造物主、企图去解开那位[造物主]所捆绑的锁链。

语法注3 条
  1. 6.0αὐτὸ τοῦτο μερικὸν αὐτὸν ποιεῖ τὸ μνησθῆναι αὐτὸν ὀνομαστὶ θείων καὶ ἀνθρωπίνων

    带有定冠词的不定词短语 τὸ μνησθῆναι ... 作为同位语,对主语 αὐτὸ τοῦτο(“恰恰是此事本身”)进行解释性说明。不定词内部的 αὐτόν 是不定词的逻辑主语(指该定义);而主句 μερικὸν αὐτὸν ποιεῖ 中的 αὐτόν 则是动词的直接宾语,与形容词补足语 μερικόν 构成双重宾格结构。

  2. 6.0κινδυνεύουσιν οἱ φιλοσοφοῦντες λεληθέναι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους μηδὲν ἕτερον μελετῶντες πλὴν ἀποθνήσκειν τε καὶ τεθνάναι

    引自柏拉图《斐多篇》64a。此处将带有补充副词性分词(μελετῶντες,“不知不觉在操练”)的 λανθάνω 经典句型,嵌套在表示可能或风险的非人称/人称动词 κινδυνεύουσιν 搭配完成时不规则不定词 λεληθέναι 之下。字面结构为:“从事哲学的人冒着在操练……之事时逃避了自身与他人注意的危险”。

  3. 6.0δίκην τῶν τὰς εἱρκτὰς δραπετευόντων δούλων

    名词 δίκην(δίκη 的单数宾格)带有后随的属格短语(τῶν ... δούλων),用作不真正介词或副词性短语,意为“以……的方式”、“如同……一般”,属于典型的方式宾格副词用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:11.19-12.22