- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:101.34-102.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯针对种之间的结合(骡的生成)这一难题,通过区分种差的结合(并置)与种的结合(调和)予以解答。随后他系统梳理了种差与固有属性、种差与偶性之间的共通之处与相异之处,从而结束了本讲。
ἀλλ’ ἀποκληρωτικὸς ὁ λόγος· διὰ τί γὰρ ὡς ἡ καθόλου διαφορὰ τῇ καθόλου διαφορᾷ μίγνυται, μὴ καὶ τὸ καθόλου εἶδος τῷ καθόλου εἴδει ἐμίγη πρὸς εἴδους γένεσιν; εἰ γὰρ μὴ τὸ καθόλου εἶδος τῷ καθόλου εἴδει ἐμίγη, οἷον ὁ καθόλου ἵππος τῷ καθόλου ὄνῳ πρὸς τὴν καθόλου γένεσιν τοῦ ἡμιόνου, εὑρεθήσεται1 ὅλον τὸ εἶδος τὸ τῶν ἡμιόνων ἀναίτιον. λύσις τούτου ὅτι καὶ ἡ καθόλου διαφορὰ μίγνυται τῇ καθόλου διαφορᾷ, ἀλλ’ οἷον κατὰ παράθεσιν (διακεκριμένως γάρ ἐστι τὸ λογικὸν καὶ τὸ θνητὸν ἐν τῷ ἀνθρώπῳ), καὶ τὸ καθόλου εἶδος τῷ καθόλου εἴδει μίγνυται, κατὰ κρᾶσιν δέ· οὐδὲ γὰρ ἔχεις διακρῖναι2 τὸ ἵππειον εἶδος ἀπὸ τοῦ ὀνείου ἐν τῷ ἡμιόνῳ. καὶ ταῦτα μὲν περὶ τούτου. Ἐφ’ οἷς παραβάλλει διαφορὰν καὶ ἴδιον καὶ τὰ αὐτὰ λέγει κοινά, ἅπερ καὶ ἐπὶ εἴδους καὶ διαφορᾶς. πρῶτον μὲν τὸ ἐπίσης μετέχεσθαι ὑπὸ τῶν μετεχόντων (ἐπίσης γὰρ πάντες ἄνθρωποι λογικοὶ καὶ ἐπίσης γελαστικοί), δεύτερον τὸ ἀεὶ συνυπάρχειν· κἂν γὰρ κολοβωθῇ ὁ δίπους, ἀλλὰ πρὸς τὸ πεφυκέναι τὸ ἀεὶ λέγεται·3 καὶ τὸ γελαστικὸν γὰρ οὐχὶ τῷ γελᾶν ἀλλὰ τῷ πεφυκέναι ἔχει τὸ ἀεί. διαφορὰς δὲ λέγει δύο· πρῶτον μὲν ὅτι ἡ διαφορὰ ἐπὶ πλειόνων τινῶν λέγεται πολλάκις, οἷον τὸ λογικὸν ἐπὶ θεοῦ καὶ ἀγγέλου καὶ ἀνθρώπου, τὸ δὲ ἴδιον ἐφ’ ἑνὸς εἴδους, οὗ ἐστιν ἴδιον, οἷον τὸ γελαστικὸν ἐπὶ ἀνθρώπου μόνου. πρόσκειται δὲ τὸ πολλάκις διὰ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν· αὕτη γὰρ ἡ διαφορὰ οὐκ ἐπὶ πλειόνων τινῶν λέγεται, ἀλλ’ ἐπὶ μόνου ἀνθρώπου. τοῦτο μὲν τὸ πρῶτον αὐτῶν διάφορον. δεύτερον δὲ ὅτι ἡ διαφορὰ ἕπεται ἐκείνοις, ὧν εἴη διαφορά,4 οὐ μὴν καὶ ἀντιστρέφει, τὰ δὲ ἴδια ἀντιστρέφει καὶ ἀντικατηγορεῖται ὧν ἔστιν ἴδια. ταῦτα καὶ περὶ διαφορᾶς καὶ ἰδίου. Ἐφ’ οἷς παραβάλλει τὴν διαφορὰν καὶ πρὸς τὸ συμβεβηκὸς καὶ λέγει δύο αὐτῶν κοινά· πρὸς μὲν τὸ πᾶν συμβεβηκὸς τὸ καθόλου κοινὸν αὐτῶν τὸ ἐπὶ πλειόνων λέγεσθαι, πρὸς δὲ τὸ ἀχώριστον συμβεβηκὸς τὸ ἀεὶ ὑπάρχειν· ἀεὶ γὰρ ὁ κόραξ μέλας καὶ ὁ Αἰθίοψ καὶ ἀεὶ ὁ ἄνθρωπος λογικός. ταῦτα μὲν αὐτῶν τὰ κοινά. διάφορα δὲ αὐτῶν λέγει τρία· πρῶτον ὅτι ἡ διαφορὰ περιέχει, οὐ περιέχεται δέ (τὸ γὰρ λογικὸν περιέχει τὸν ἄνθρωπον), τὰ δὲ συμβεβηκότα τρόπον μέν τινα περιέχουσι, κατὰ τὶ δὲ περιέχονται· καθὸ μὲν γὰρ πλείοσιν εἴδεσιν ὑπάρχει τὸ αὐτὸ συμβεβηκός, περιέχει, καθὸ δὲ ἓν εἶδος οὐ μόνον ἑνὸς συμβεβηκότος δύναται μετέχειν ἀλλὰ πλειόνων, οἷον λευκοῦ καὶ μέλανος, περιέχεσθαι δοκεῖ τότε τὸ συμβεβηκός. δεύτερον αὐτῶν διάφορον ὅτι τὸ μὲν συμβεβηκὸς ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, ἡ δὲ διαφορὰ οὐκέτι. τρίτον αὐτῶν λέγει διάφορον ὅτι αἱ ἐναντίαι διαφοραὶ οὐ μίγνυνταί ποτε, οἷον τὸ λογικὸν καὶ ἄλογον, τὰ δὲ ἐναντία συμβεβηκότα μίγνυνται πρὸς γένεσίν τινος, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν πρὸς γένεσιν φαιοῦ. ταῦτα ἔχει ἡ πρᾶξις.
然而这一论证是武断的;因为正如普遍的种差与普遍的种差相结合那样,普遍的种为何不也为了种的生成而与普遍的种相结合呢?因为若普遍的种不与普遍的种相结合,如普遍的马与普遍的驴为了骡的普遍生成而相结合,那么骡的整个种就将被发现是没有原因的。对此的解答是:普遍的种差虽与普遍的种差相结合,但宛如通过并置(因为理性的和有死的在人中是相互区分地存在的),而普遍的种也与普遍的种相结合,却是通过调和;因为在骡中你根本无法把马的种与驴的种区分开来。关于这一论题的事实便是如此。在这些之后,他将种差与固有属性相比,并陈述了与种和种差的情形相同的共通之处。第一,为分有者所同等地分有(因为所有人都是同等地理性的,且同等能够发笑);第二,总是共存;因为纵使一个两足动物被截肢残废,但“总是”是就具有其本性而言被说的;因为能够发笑之所以具有“总是”的性质,并非由于在实际发笑,而是由于具有发笑的本性。但他陈述了两点差异:第一,种差往往述及若干事物,如理性的述及神、天使和人,而固有属性则述及它是其固有属性的那一个种,如能够发笑仅述及人。而补加“往往”一词是因为能接受理智与知识的;因为这一种差并非述及若干事物,而是仅述及人。这是它们之间的第一点差异。第二,种差伴随着它是其种差的那些事物,却绝不与之换位,而固有属性则与之换位,并与它是其固有属性的那些事物互为述谓。关于种差与固有属性也是如此。在这些之后,他也将种差与偶性相比,并陈述了二者的两点共通之处:对于所有偶性而言,它们普遍的共通之处是述及较多事物;对于不可分离的偶性而言,则是总是属于;因为乌鸦总是黑的,埃塞俄比亚人总是黑的,而人总是理性的。这些便是它们共通之处。但他陈述了它们之间的三点差异:第一,种差包含却不被包含(因为理性的包含人),而偶性在某种方式上包含,但在某种意义上却被包含;因为就同一偶性属于较多的种而言,它包含,但就一个种不仅能够分有一种偶性,而且能分有较多偶性(如白与黑)而言,偶性那时便似乎被包含。它们之间的第二点差异是:偶性容纳较多与较少,而种差则不再容纳。他所陈述的它们之间的第三点差异是:相反的种差绝不相结合,如理性的与非理性的,但相反的偶性却为了某物的生成而相结合,正如白与黑为了灰色的生成而相结合。本讲内容即是这些。
- 40.1εἰ γὰρ μὴ τὸ καθόλου εἶδος τῷ καθόλου εἴδει ἐμίγη, ... εὑρεθήσεται
在这一条件句中,前件带有否定词 μή 和直说法语气不定过去时(过去的与事实相反的假设),后件则使用了直说法语气将来时 εὑρεθήσεται。这是一种混合条件句结构,用将来时表示从该假设中推导出的必然逻辑结果(“将被发现是……”)。
- 40.1οὐδὲ γὰρ ἔχεις διακρῖναι
动词 ἔχω 与不定式连用,在此作表示“能够”的习惯用法。与否定词 οὐδέ 连用表示“甚至无法区分”。第二人称单数 ἔχεις 为表示泛指的用法(“人们无法”)。
- 40.1πρὸς τὸ πεφυκέναι τὸ ἀεὶ λέγεται
介词 πρός 接带冠词的完成时不定式宾格(τὸ πεφυκέναι),表示判断的标准或参照(“就具有如此本性而言”)。主语是带冠词的副词 τὸ ἀεί(“‘总是’这一规定”),构成其骨干:“‘总是’是就具有其本性而言被说的”。
- 40.1ὧν εἴη διαφορά
关系从句中的动词使用了不带 ἄν 的希求法语气 εἴη,修饰先行词 ἐκείνοις,表示泛指或设想性的条件关系从句(“凡可能是其种差的那些事物”)。这与下文使用直说法的从句 ὧν ἔστιν ἴδια 形成语法结构上的对照。
