- 底本
- Elias, In Porphyrii Isagogen. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 1-104. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:103.2-104.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯注解了波菲利对种与固有属性、种与偶性、以及固有属性与不可分离偶性所作的比较,整理了各自的共通之处与差异,从而终结了对《导论》全书的注解讲析。
p. 20,12 Εἴδους δὲ καὶ ἰδίου κοινὸν τὸ ἀλλήλων ἀντικατηγορεῖσθαι. Παραβαλὼν ὁ Πορφύριος τὸ γένος πρὸς τὰς λοιπὰς τέσσαρας φωνάς, τοῦτ’ ἔστι διαφοράν, εἶδος, ἴδιον καὶ συμβεβηκός, εἶτα τὴν διαφορὰν πρὸς τὰς τρεῖς, φημὶ εἶδος, ἴδιον, συμβεβηκός, ἔρχεται καὶ ἐπὶ τὰ λοιπὰ καὶ παραβάλλει τὸ μὲν εἶδος πρὸς ἴδιον καὶ συμβεβηκός, τὸ δὲ ἴδιον καὶ τὸ συμβεβηκὸς πρὸς ἄλληλα, καὶ οὕτως πληροῖ τὴν παροῦσαν ὑπόθεσιν. λέγει οὖν κοινὰ εἴδους καὶ ἰδίου δύο· πρῶτον μὲν ὅτι ἀντιστρέφουσιν (εἰ γὰρ ἄνθρωπος, γελαστικόν, καὶ εἰ γελαστικόν, ἄνθρωπος), δεύτερον τὸ ἐπίσης μετέχεσθαι· ἐπίσης γὰρ πάντες οἱ μετέχοντες τοῦ ἀνθρωπείου εἴδους μετέχουσι καὶ ἐπίσης τοῦ γελαστικοῦ. ἐφ’ οἷς λέγει αὐτῶν καὶ διάφορα τέσσαρα· πρῶτον ὅτι τὸ μὲν εἶδος δύναται ἄλλου γένος εἶναι ὡς ἐπὶ τῶν ὑπαλλήλων, τὸ δὲ ἴδιον ἄλλου ἴδιον οὐ δύναται εἶναι. δεύτερον ὅτι τὸ μὲν εἶδος πρότερον τοῦ ἰδίου, τὸ δὲ ἴδιον ἐπιγίνεται τῷ εἴδει· πρῶτον γὰρ ἄνθρωπος καὶ τότε γελαστικόν. τρίτον ὅτι τὸ εἶδος ἀεὶ ἐνεργείᾳ, τὸ δὲ ἴδιόν ποτε καὶ δυνάμει· ἀεὶ γὰρ ὁ Σωκράτης ἐνεργείᾳ ἄνθρωπος, γελᾷ δὲ οὐκ ἀεί, καίπερ ἀεὶ πεφυκὼς γελαστικὸς εἶναι. τέταρτον διάφορον εἴδους καὶ ἰδίου, ὅτι ὧν οἱ ὅροι διάφοροι, καὶ αὐτὰ τοιαῦτα·1 ἐπειδὴ οὖν διάφοροι οἱ ὅροι εἴδους καὶ ἰδίου, ἀνάγκη καὶ αὐτὰ διάφορα εἶναι. ταῦτα μὲν καὶ περὶ εἴδους καὶ ἰδίου. Ἐφ’ οἷς συγκρίνει εἶδος καὶ συμβεβηκὸς καὶ λέγει κοινὸν αὐτῶν ἓν τὸ ἐπὶ πολλῶν κατηγορεῖσθαι διὰ τὸ πλεῖστον ἀλλήλων διεστάναι τὸ συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκε· τῶν γὰρ πλεῖστον ἀλλήλων διεστώτων παντὸς μὲν τὰς διαφορὰς εἰπεῖν, τὰς δὲ κοινωνίας μόνου ἐπιστήμονος,2 ὡς ἐπὶ μύρμηκος καὶ ἐλέφαντος· καθὸ μὲν γὰρ ζῷα, κοινωνοῦσι μόνον, κατὰ δὲ τὰ ἄλλα διαφέρουσι. καὶ ἀνάπαλιν τὰς διαφορὰς τῶν πολὺ κοινωνούντων ἐπιστήμονος μόνου εἰπεῖν, τὰς δὲ κοινωνίας παντός, ὡς ἐπὶ περιστερᾶς καὶ φάττης, ὡς ἐπὶ κυνὸς καὶ λύκου. διάφορα δὲ αὐτῶν λέγει τέσσαρα· πρῶτον μὲν ὅτι τὸ εἶδος ἐν τῷ τί ἐστι κατηγορεῖται, τὸ δὲ συμβεβηκὸς ἐν τῷ ποῖόν τι ἢ πῶς ἔχον. δεύτερον ὅτι ἑκάστη οὐσία ἑνὸς μὲν εἴδους μετέχει, συμβεβηκότων δὲ πολλῶν χωριστῶν τε καὶ ἀχωρίστων. τρίτον ὅτι φύσει πρότερα τὰ εἴδη τῶν συμβεβηκότων, κἂν ἀχώριστα ᾖ τὰ συμβεβηκότα. τέταρτον ὅτι τὸ μὲν εἶδος ἐπίσης μετέχεται, τὸ δὲ συμβεβηκὸς οὐκ ἐπίσης· ἐπιδέχεται γὰρ τὸ μᾶλλον καὶ ἧττον, κἂν ἀχώριστον ᾖ. καὶ ταῦτα μὲν περὶ τούτου. Ἐφ’ οἷς παραβάλλει ἴδιον καὶ ἀχώριστον συμβεβηκὸς καὶ λέγει κοινὰ αὐτῶν δύο· πρῶτον μὲν ὅτι ἄνευ τούτων οὐ δύναται ὑποστῆναι τὰ ἐν οἷς εἰσιν· οὐδὲ γὰρ ἄνευ γελαστικοῦ ἄνθρωπος οὐδὲ ἄνευ τοῦ μέλανος Αἰθίοψ. δεύτερον δὲ ὅτι ὥσπερ παντὶ καὶ ἀεὶ πάρεστι τὸ ἴδιον, οὕτως καὶ τὸ ἀχώριστον συμβεβηκός. ταῦτα μὲν τὰ κοινά. διάφορα δὲ αὐτῶν λέγει τρία· πρῶτον ὅτι τὸ μὲν ἴδιον ἑνὶ μόνῳ εἴδει ὑπάρχει, ὡς τὸ γελαστικὸν ἀνθρώπῳ, τὸ δὲ ἀχώριστον συμβεβηκὸς οἷον τὸ μέλαν οὐκ Αἰθίοπι μόνῳ ἀλλὰ καὶ ἄλλοις πολλοῖς. δεύτερον ὅτι τὸ ἴδιον ἀντιστρέφει καὶ ἀντικατηγορεῖται καὶ ἐπίσης ἐστὶν οὗ ἐστιν ἴδιον, τὸ δὲ ἀχώριστον συμβεβηκὸς οὐκ ἀντιστρέφει. τρίτον ὅτι τῶν μὲν ἰδίων ἐπίσης ἡ μετοχή, τῶν δὲ συμβεβηκότων πῇ μὲν μᾶλλον, πῇ δὲ ἧττον. ταῦτα ἔχει ἡ παροῦσα θεωρία. συγκαταπαύεται αὐτῇ σὺν θεῷ καὶ ἡ πᾶσα πραγματεία τοῦ Πορφυρίου.
“种与固有属性的共通之处,是彼此互为述托。”波菲利在将属与其余四个名称(即种差、种、固有属性和偶性)进行比较,进而将种差与其余三者(我指的是种、固有属性和偶性)进行比较之后,也进而讨论其余的项,将种与固有属性及偶性相比,又将固有属性与偶性相互比较,并以此完成了当下的论题。因此,他陈述了种与固有属性的两点共通之处:第一,它们相互换位(因为若是人,便能够发笑;而若能够发笑,便是人);第二,被同等地分有;因为凡分有人这一种的人都是同等地分有,并且同等地分有能够发笑。在这些之后,他也陈述了它们之间的四点差异:第一,种能够成为另一事物的属(如在相互从属之物的情形中),但固有属性却不能成为另一事物的固有属性;第二,种先于固有属性,而固有属性则附加于种之上;因为首先是人,然后才是能够发笑;第三,种始终处于现实,而固有属性有时也处于潜能;因为苏格拉底始终在现实上是人,却并非始终在笑,尽管他始终天生具有发笑的能力;第四点种与固有属性的差异是:凡定义相异者,其自身亦是如此(即相异的);既然种与固有属性的定义相异,那么它们自身也必然相异。关于种与固有属性也是如此。在这些之后,他将种与偶性相比,并陈述了二者的一点共通之处,即述及多数事物,这是由于偶性与其所附待的主体彼此相距最远。因为对于彼此相距最远的事物,陈述其差异是任何人都做得到的,但陈述其共通之处却唯有专家才能做到,正如在蚂蚁与大象的情形中那样;因为就它们是动物而言,它们仅在此点上相通,而在其余方面则彼此相异。反之,陈述彼此大体相通之物的差异,唯有专家才能做到,但陈述其共通之处却是任何人都做得到的,正如在鸽子与林鸽的情形中,以及在狗与狼的情形中那样。但他陈述了它们之间的四点差异:第一,种在‘是什么’之中被述托,而偶性在‘怎样的性质’或‘处于何种状态’之中被述托;第二,每个实体分有一个种,却分有许多偶性(不论是可分离的还是不可分离的);第三,种在本性上先于偶性,纵使这些偶性是不可分离的;第四,种被同等地分有,而偶性并非被同等地分有;因为即使是不可分离的偶性,也容纳较多与较少。关于这一论题的事实便是如此。在这些之后,他将固有属性与不可分离的偶性相比,并陈述了它们的两点共通之处:第一,若没有这些,它们所在的主体便无法成立;因为既没有缺少能够发笑的人,也没有缺少黑色的埃塞俄比亚人;第二,正如固有属性全称且始终临在于主体,不可分离的偶性亦是如此。这些便是共通之处。但他陈述了它们之间的三点差异:第一,固有属性仅属于唯独一个种(如能够发笑属于人),而不可分离的偶性(如黑色)不仅属于埃塞俄比亚人,而且属于其他许多事物;第二,固有属性与它是其固有属性的主体换位、互为述托且范围相等,而不可分离的偶性则不换位;第三,固有属性的分有是同等的,而偶性的分有在某方面较多,在某方面较少。当下的研讨内容即是这些。借着神,波菲利的整部著作亦随之宣告终结。
- 41.1ὧν οἱ ὅροι διάφοροι, καὶ αὐτὰ τοιαῦτα
在关系从句 ὧν οἱ ὅροι διάφοροι 中,关系代词 ὧν 是所有格属格,先行指代主句的主语 αὐτά。在关系从句和主句中均省略了系动词 εἰσί,形成相关句结构:“凡定义相异的事物,其自身亦是如此(即相异的)”。
- 41.1τῶν γὰρ πλεῖστον ἀλλήλων διεστώτων παντὸς μὲν τὰς διαφορὰς εἰπεῖν, τὰς δὲ κοινωνίας μόνου ἐπιστήμονος
παντός 和 μόνου ἐπιστήμονος 为表特征或能力的属格,与不定式 εἰπεῖν 连用,省略了系词 ἐστί,意为“陈述……是任何人的/唯独专家的任务或能力”。开头的属格短语 τῶν πλεῖστον ἀλλήλων διεστώτων 则作客观属格或关系属格,修饰 τὰς διαφορὰς 和 τὰς κοινωνίας。
