- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:99.1-100.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
文中指出风和河流并非根据单一质料,而是根据各异的形式(发源地与归宿地)来区分;接着提出论据证明地下水与风并不是现实地储存在地中而是由水汽生成,并解释了河流潜流吞没与海中淡水泉等现象。
εἰ οὖν καὶ μία ἐστὶν ἡ ὕλη τῶν ἀνέμων, ἀλλ’ οὖν ὅμως τὰ εἴδη διάφορα. εἴδη δὲ τῶν ἀνέμων οἱ τόποι οἱ διάφοροι, ἐξ ὧν πνέουσι καὶ εἰς οὓς φέρονται. οὕτω καὶ οἱ ποταμοί, εἰ τῇ ὕλῃ τὰ πράγματα ἐκρίνοντο, οὐδὲν ἂν ἀλλήλων διέφερον· πάντων γὰρ ὕλη τὸ ὕδωρ, † ἀλλ’ ἐπειδή τινι εἴδει κρίνονται.1 ἔστι δ’ αὐτῶν διάφορα εἴδη ποταμῶν αἱ πηγαί, ἐξ ὧν φέρονται, καὶ τὰ μέρη τὰ διάφορα τῆς θαλάττης, εἰς ἃ ἐκρέουσι· πάντες γὰρ οἱ ποταμοὶ εἰς τὴν θάλατταν εἰσβάλλουσι. διὸ καὶ αὐτὴ θηλυκῶς λέγεται (θήλεος γὰρ τὸ δέχεσθαι), αὐτοὶ δὲ ἀρρενικῶς· ἄρρενος γὰρ τὸ διδόναι. τοῦτο καὶ τὸ δεύτερον. τρίτον, ὅτι οὐκ ἔστιν ἐνεργείᾳ ἡ ὕλη σωρευθεῖσα τῶν ἀνέμων κατὰ τὸν ποιητὴν εἰρηκότα· ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δ’ ἐκ πάντες ὄρουσαν, ὥσπερ οὖν οὐδ’ ἡ τῶν ὑδάτων· καὶ ὅτι οὐκ ἔστιν ἐνεργείᾳ ἡ τῶν ὑδάτων ὥσπερ ἐν ἀγγείῳ πηγή, δείξῃς ἂν διὰ τριῶν ἐπιχειρημάτων. εἴ τις φαντασθείη, πόσον ἐστὶ τὸ ἐκρέον ὕδωρ ἐν τῇ θαλάσσῃ καθ’ ἑκάστην ἡμέραν καὶ δι’ ὅλου τοῦ ἔτους ἐκ τῶν ποταμῶν, οὕτως εὑρήσει πολλῷ πλέον τὸ ὕδωρ ὑπάρχειν τοῦ ὄγκου τῆς γῆς. δεύτερον· εἰ ἐν τῷ ἄνω τόπῳ ἀτμὶς φερομένη καὶ ψύξει προσπταίουσα πήγνυται καὶ εἰς ὕδωρ μεταβάλλεται, τί ἄτοπον καὶ ἐν τῇ γῇ ἀτμίδος οὔσης ταύτην ὑποθέσθαι εἰς ὕδωρ μεταβαλλομένην; ἔστι γὰρ καὶ ἐν τῇ γῇ ψύξις. ὥστε οὐκ ἐνεργείᾳ ἐστὶ τὸ ὕδωρ, ἀλλὰ γίνεται καθ’ ἑκάστην τῆς ἀτμίδος μεταβαλλούσης.2 τρίτον ἐπιχείρημα· εἰ οἱ ὑδροφάνται οὐ τοὺς τυχόντας τόπους ὀρύσσουσιν, ἀλλ’ ἐν ὅσοις εἰσὶν ἱδρῶτες τῆς γῆς, ὡς ἂν ἐκεῖ πλείονος ὑποκειμένης ἀτμίδος καὶ ταύτης εἰς ὕδωρ μεταβαλλομένης,3 πρόδηλον ὅτι οὐκ ἔστιν ἐνεργείᾳ. δοκιμάζουσι δὲ τὴν ἔνυδρον γῆν οἱ ὑδροφάνται οὕτως· ἀγγείου κενοῦ τὸ στόμα χωννύουσιν εἰς τὴν γῆν καὶ ἐῶσιν εἰς τὴν γῆν, καὶ μετὰ ταῦτα ἐπαίρουσιν αὐτὸ ἀπὸ τῆς γῆς. καὶ ἐὰν περὶ τὸν πυθμένα ἔσωθεν εὕρωσιν ἀτμίδα τινά, λέγουσι τὸ ὕδωρ ἐκεῖ ὑπάρχειν· ὅσῳ δὲ πλείστην ἀτμίδα εὕρωσι, τοσοῦτον ἐπιπολῆς τὸ ὕδωρ δηλοῦται ὅτι ἐστίν. καὶ διὰ τοῦτο ἕλκει τὸ ἀγγεῖον τὴν ἰκμάδα τῆς γῆς, ἐπειδὴ θερμαινόμενον ὑπὸ τοῦ ἡλίου δίκην σικύας ἕλκει, ἐὰν ἔστιν ἐκεῖσε ὑγρότης. ὅτι δὲ οὐκ ἔστιν ἐνεργείᾳ τὸ ὕδωρ, καὶ ἐξ ἡμῶν αὐτῶν δῆλόν ἐστι· τῆς γὰρ θαλάττης πλησίον ἐν τῷ αἰγιαλῷ βόθρον ἐμποιοῦντες συναγόμενον εὑρίσκομεν γλυκὺ ὕδωρ· ὥστε οὐκ ἐνεργείᾳ ἐστὶν ἡ ὕλη τῶν ποταμῶν. οὐ τοῦτο λέγω, ὅτι οὐδὲ ὅλως ἐστὶν ἐνεργείᾳ (ἔστι γάρ), ἀλλ’ ὅτι οὐδὲ μόνως ἐνεργείᾳ οὔτε μόνως δυνάμει. ὅτι δέ ἐστιν ἐνεργείᾳ, δῆλον ἔκ τε τῆς ἐμφάσεως τῶν ποταμῶν καὶ ἐκ τῆς ἀναπόσεως καὶ ἐκ τῶν ἀναφυομένων ἐν θαλάττῃ γλυκέων ὑδάτων. γίνονται δὲ αἱ μὲν ἀναπόσεις τῶν ποταμῶν διὰ τὸ μὴ εἶναι πολλάκις ἔξοδον ἐν θαλάττῃ· διὸ μὴ ἠρεμούντων τῶν ὑδάτων, ἀλλ’ ἐν αὐτοῖς ὁδοποιούντων πολλάκις ἐπὶ τὸ βάθος χωροῦσι καὶ ἐξαίφνης ἀφανίζονται· ἐκφανεῖς δὲ γίνονται, ὅταν ἐν βάθει πλεονάζον τὸ ὕδωρ μετὰ πολλοῦ πνεύματος βιαίως ἐπὶ τὰ ἄνω ἀνενεχθῇ. ἐν δὲ τῷ μέσῳ τῆς θαλάσσης γλυκὺ ὕδωρ εὑρίσκεται, ὥστε καὶ ἐξ αὐτοῦ ἀρύεσθαι διὰ τὸ πολὺ πνεῦμα μεμῖχθαι τῷ ὕδατι τῷ κάτω καὶ τὴν ἔκφανσιν ὑπομένοντι· τοῦτο οὖν ὑπὸ τοῦ πνεύματος μετεωριζόμενον ἄνεισιν ἄνω καὶ ἐπιπολῆς εὑρίσκεται. ταῦτα διὰ τούτων παραδίδωσιν Ἀριστοτέλης.
因此,即使风的质料确实是单一的,但它们的形式终究各不相同。而风的形式就是它们吹出并吹向的不同处所。河流同样如此,如果事物是根据质料来判定的,它们彼此之间将毫无区别;因为一切[河流]的质料都是水,但它们是根据某种形式被判定的。而河流的各种形式,乃是它们流出的源头以及它们排入的海洋的不同部分;因为一切河流都注入大海。正因如此,海本身也用阴性词表达(因为接纳属于雌性),而河流本身用阳性词表达(因为给予属于雄性)。这也是第二点。第三点,风的质料并不是现实地积聚存在的,正如那位诗人所说:“他们解开了皮囊,所有的风便一涌而出”,水的情形同样不是如此;而水并不像容器中的泉水那样现实地存在,你可以通过三个论据来证明。如果有人设想一下每天以及整年之中从河流流向大海的水量有多少,他就会这样发现水远多于大地的体积。第二:如果上升到上方区域的蒸汽遭遇冷气凝聚并转化为水,那么假定大地中同样存在蒸汽且转化为水,又有何荒谬之处?因为大地中同样存在冷气。因此,水不是现实地存在的,而是在蒸汽不断转化中生成的。第三个论据:如果寻水者并不是随处乱挖,而只在有大地汗液的地方挖掘,就仿佛那里有更多的蒸汽处于底层且正在转化为水一样,那么很显然,水并不是现实地存在的。寻水者是这样检验含水之地的:他们把空容器的口埋入土中并留在土里,之后将其从土中取出。如果在底部内侧发现有某些水汽,他们便说那里有水;发现的水汽越多,越表明水靠近地表。容器吸取大地的水分乃是由于这个缘故:因为它被太阳晒热后像拔火罐一样吸吮,如果那里有湿度的话。水不是现实地存在,这也由我们自身所证实:因为在靠近大海的海滩上挖一个坑,我们就会发现聚集起淡水;因此河流的质料不是现实地存在的。我并不是说它完全不现实地存在(因为它确实存在),而是说它既非仅仅现实地存在,也非仅仅潜能地存在。至于它现实地存在,从河流的显现、吞没以及海中涌出的淡水中都是显而易见的。河流的吞没常常是因为缺乏通往大海的出口;因此水并不静止,而是在自身中开辟道路,常常走向深处并突然消失;而当深处过剩的水伴随大量气息猛烈向上运送时,它们便再次显现出来。在海洋中央也能发现淡水,以至于甚至可以从中汲取,这是由于大量气息与下方等待显现的水相混合;因此,这种水被气息抬升,向上涌起并在表面被发现。亚里士多德通过这些论述传授了这些道理。
- 1.15.1ἀλλ’ ἐπειδή τινι εἴδει κρίνονται
该句在底本中被标记剑号(†)。从句连词 ἐπειδή 之后缺少主句谓语,构成破格句或省略句,与前面的非现实条件句(“如果依据质料判定则毫无区别”)相对立。在此解读为承接因果对立的补充:“因为它们是依据某种形式被判定的”。
- 1.15.1καθ’ ἑκάστην τῆς ἀτμίδος μεταβαλλούσης
在 καθ’ ἑκάστην 之后,理论上可以省略 ἡμέραν(“每一天”),但结合随后的独立属格 τῆς ἀτμίδος μεταβαλλούσης,此处最好理解为副词性用法,意为“随时/接连不断地(随着蒸汽的转化)”。
- 1.15.1ὡς ἂν ἐκεῖ πλείονος ὑποκειμένης ἀτμίδος καὶ ταύτης εἰς ὕδωρ μεταβαλλομένης
连词 ὡς ἂν 后接独立属格结构(πλείονος ὑποκειμένης ἀτμίδος...),表示动作发出者(寻水者)主观认定的动机或假定:“就仿佛/假定有更多的蒸汽处于底层……”。
