← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§98.3-98.39

论述的迂回结构与对风是流动空气说的驳斥

奥林匹奥多鲁斯概述了关于风的其余两个古代假说,并解释了亚里士多德插入关于河流和海洋的迂回结构,随后从形式与运动的角度驳斥了风是运动的空气以及风实质上为单一的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15.1#2

δευτέραν δὲ ἐλέγχει ὑπόληψιν τὴν λέγουσαν ἕνα εἶναι ἄνεμον καὶ οὐ πλείονας, ἐπειδὴ καὶ οἱ ὀνομαζόμενοι πλείους ἄνεμοι εἷς ἄνεμός ἐστι διὰ τὸ ἐκ μιᾶς ὕλης γίνεσθαι. τρίτην δὲ ἐλέγχει τὴν ὑποτιθεμένην ἐνεργείᾳ εἶναι τὴν ὕλην τῶν ἀνέμων σωρευομένην ἐν τῇ γῇ, ὥσπερ οὖν καὶ τῶν ὑδάτων. ὅθεν ἐπειδὴ ὑδάτων ἐμνημόνευσεν, ἐκκρούεται τοῦ προκειμένου καὶ περὶ ποταμῶν διαλέγεται καὶ καταπαύει τὸν πρῶτον λόγον εἰς τὸν περὶ ποταμῶν λόγον· εἶτα διὰ τὴν συγγένειαν τῶν ποταμῶν καὶ τῆς θαλάττης ἀρχόμενος τοῦ δευτέρου λόγου τοὺς περὶ θαλάττης ποιεῖται λόγους, καὶ εἶθ’ οὕτως τελευταῖον ἄνεισιν ἐπὶ τὸ ἐξ ἀρχῆς καὶ περὶ ἀνέμων διαλέγεται. αὕτη μὲν οὖν ἐστιν ἡ περιπέτεια τοῦ λόγου. ἀρξώμεθα οὖν ἀπὸ τοῦ πρώτου καὶ σκοπήσωμεν, εἰ ὁ ἄνεμος ἀήρ ἐστι κινούμενος, καὶ πρότερον, εἰ δοκεῖ, τῷ ἀντικειμένῳ συνηγορήσωμεν. τοσοῦτόν φησιν·1 ὁ ἄνεμος ἀὴρ κινούμενός ἐστιν, ὅτι καὶ ἡμεῖς αὐτοὶ κινοῦντες τὸν ἀέρα ἄνεμον ποιοῦμεν· ῥιπίδα γὰρ δι’ αὐτοῦ παράγοντες τὰ ἀνέμων ἐργαζόμεθα ψύχοντες τὸ σῶμα. ἀλλὰ ῥητέον, ὅτι οὐ γνήσιον ποιοῦμεν ἄνεμον (οὐ γὰρ ἐκ τῆς καπνώδους γίνεται ἀναθυμιάσεως), ἀλλὰ μᾶλλον νόθον. ἀλλὰ ζητητέον, τί δήποτε, εἰ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως οἱ ἄνεμοι, τῆς θέρμης2 ψύχουσι· καὶ ῥητέον, ὅτι τῷ ἐξωθεῖν ἀφ’ ἡμῶν τὸν προεκθερμανθέντα ἐξ ἡμῶν ἀέρα καὶ εἰσφέρειν ψυχρότερον ἀέρα, τούτῳ ψύχουσι. τούτῳ τῷ λόγῳ καὶ ἡ ῥιπὶς τὰ ἀνέμων ποιεῖ ἐκδιώκουσα τὸν θερμανθέντα ἀέρα. ὅθεν ἐν θόλῳ θερμοῦ ἀέρος οὐδὲν συμβάλλεται ἡ ῥιπὶς διὰ τὸ θερμὸν εἶναι τὸν ἀντεισαγόμενον ἀέρα. ἀλλ’ ἡ ἀπορία, καὶ διὰ τί θέρους μὴ σφοδρότεροι οἱ ἄνεμοι, εἰ καὶ πλείων ἡ ἀναθυμίασις ἡ καπνώδης. καὶ ῥητέον, ὅτι ὥσπερ ἀπὸ ὑγροῦ ξύλου πολὺς καπνὸς ἐκδίδοται ἤπερ ἀπὸ ξηροτέρου, οὕτω καὶ ἀπὸ ὑγρᾶς γῆς ἤπερ ἀπὸ ξηρᾶς· διὸ μᾶλλόν ἐστι χειμῶνος σφοδρότερα.3 ὅτι δὲ οὐκ ἔστι ἄνεμος ἀὴρ κινούμενος, δείξεις ἐντεῦθεν· ποῖον λέγεις ἄνεμον, τὸν συμπεριφερόμενον τῷ παντὶ ἢ τὸν περίγειον; ἀλλ’ εἰ μὲν τὸν συμπεριφερόμενον, ἔδει πάντας τοὺς ἀνέμους ἀπηλιώτας εἶναι (οὕτω γὰρ κινεῖται ὁ ἀπόγειος ἀὴρ τῷ παντὶ συμπεριφερόμενος), εἰ δὲ τὸν περίγειον λέγεις ἀέρα κινεῖσθαι, ἔδει τοὺς ἀνέμους ἐπὶ τὰ ἄνω κινεῖσθαι· ταύτην γὰρ κινεῖται τὴν κίνησιν ὁ περίγειος ἀήρ. ἀλλὰ μὴν καὶ λοξῶς κινοῦνται καὶ οὐ πάντες ἀπηλιῶται· πρόδηλον, ὅτι οὐκ ἔστιν ὁ ἄνεμος ἀὴρ κινούμενος. ἀλλ’ οὐδὲ μὴν εἷς ἐστιν ὁ ἄνεμος, διότι πᾶς ἄνεμος ἐκ τῆς αὐτῆς ὕλης ἐστί· τὰ γὰρ πράγματα οὐ τῇ ὕλῃ, ἀλλὰ τῷ εἴδει κρίνονται. εἰ γὰρ τῇ ὕλῃ, οὐδὲν διενήνοχεν ἵππος καὶ κύων καὶ ἄνθρωπος καὶ τὰ λοιπὰ ζῷα· μία γάρ ἐστι τούτοις ὑποβεβλημένη ὕλη. ἀλλ’ ἔστιν ἐπὶ αὐτῶν ἡ κρίσις ἐκ τοῦ διαφόρου εἴδους.

其次,他驳斥了那种认为风是一而非多的设想,因为即便是被称为多种的风,由于产生于单一质料,也是一种风。第三,他驳斥了那种假定风的质料如同水一样在土地中积聚并现实地存在的设想。由此,由于提到了水,他偏离了既定论题,转而讨论河流,并在关于河流的讨论中结束了第一卷;接着,由于河流与海洋的亲缘关系,他在开启第二卷时展开了关于海洋的论述,然后才以这种方式最终回到最初的主题,讨论风。这就是论述的曲折流转。 因此,让我们从第一点开始考察风是否是运动的空气,如果可行的话,首先让我们为对立面辩护。[反对者]说了这么一段话:“风是运动着的空气,因为我们自己也是通过运动空气而产生风的;因为在其中挥动扇子,我们在冷却身体的同时产生了风的效果。”但是必须指出,我们所产生的并不是真正的风(因为这不是由烟状散发物生成的),而更是假冒的风。但是必须探究,既然风来自烟状散发物,为什么在炎热之时却会致凉?必须指出,风之所以致凉,是由于把预先由我们加热的空气从我们身边排挤开,并引入更冷的空气。按照这个道理,扇子也通过赶走受热的空气而产生风的效果。因此,在充满热空气的穹顶之下,扇子起不到任何作用,因为替换引入的空气本身就是热的。但还有一个疑难:如果烟状散发物在夏季更多,为什么风在夏季没有更猛烈?必须指出,正如湿润的木头比干燥的木头释放出更多的烟,湿润的土地也比干燥的土地[释放更多烟];因此在冬季风反而更猛烈。至于风并不是运动的空气,你可以由此证明:你说的风是哪一种,是随宇宙一同旋转的空气,还是靠近大地的空气?如果说是随之旋转的,那么所有的风都应当是东风(因为远离大地的空气正是这样随着宇宙旋转而运动的);但如果你说是靠近大地的空气在运动,风就应当向上运动(因为靠近大地的空气作这种运动)。然而,事实上风作斜向运动,而且并非所有的风都是东风;显而易见,风不是运动的空气。风也绝非仅仅因为一切风都出自同一质料就是单一的;因为事物不是根据质料,而是根据形式来判定的。如果根据质料判定,马、狗、人以及其余动物便毫无区别;因为对它们而言只有一个处于底层的质料。相反,对于它们的判定是出于各不相同的形式。

语法注3 条
  1. 1.15.1τοσοῦτόν φησιν

    主动态动词 φησί 未明示的主语指代刚刚提到的人格化的“对立立场”(τὸ ἀντικείμενον),或主张该观点的论者(如希波克拉底等)。紧随其后的引语即为其说话内容。

  2. 1.15.1τῆς θέρμης

    时间属格,表示“在炎热之际”或“天热时”。若将其视作原因属格或性质属格,在语境上不甚通顺,因此理解为作状语的时间副词性用法最为自然。

  3. 1.15.1μᾶλλόν ἐστι χειμῶνος σφοδρότερα

    比较级中性复数 σφοδρότερα 的主语承前省略,即上下文中的“风”(τὰ πνεύματα 或 οἱ ἄνεμοι)。χειμῶνος 同样是时间属格,意为“在冬季”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:98.3-98.39