← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§100.7-101.24

气息的区分与风为单一空气说的检讨

奥林匹奥多罗注疏亚里士多德《气象学》第1卷第13章开头(349a12–28),解释了论述风、气息与河流的编排意图及其离题,驳斥了将风视为运动空气的早期学说(希波克拉底派),并阐明了质料与形式(吹向的地点)的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15.2

" Περὶ δὲ ἀνέμων καὶ πάντων πνευμάτων." Ἄνεισι ἐπὶ τὸν λόγον τῆς καπνώδους ἀναθυμιάσεως καὶ παραδίδωσι τὰ ἐκ ταύτης γινόμενα οὐκ ἐκπυρουμένης, ἀλλὰ μενούσης. οὕτω δέ ἐστι περὶ ἀνέμων καὶ πάντων πνευμάτων. τί οὖν καὶ τὰ πνεύματα οὔκ εἰσιν ἄνεμοι; ῥητέον, ὅτι περὶ μὲν ἀνέμων λέγει τῶν κατονομασθέντων, τῶν δὲ λοιπῶν πνευμάτων ἀκατονομάστων· ἔστι γὰρ πολλά, οἷα τὰ μεταξὺ καικίου τυχὸν καὶ βορρᾶ καὶ τῶν λοιπῶν.

“关于风与一切气息。” [亚里士多德]回溯到关于烟状蒸发的论述,并传授由这种蒸发在未被点燃而是保留下来时所生成的事物。关于风和一切气息的情形便是如此。难道气息不也是风吗?应当说,关于风,他是指那些已有名称的,而关于其余的气息,则是指那些没有命名的;因为有许多这样的气息,比如在凯客亚斯风与玻瑞阿斯风之间的那些,以及其余的气息。

§1.15.3

"Ἔτι δὲ ποταμῶν καὶ θαλάττης." Προτίθεται εἰπεῖν περὶ ἀνέμων πρῶτον, εἶτα περὶ θαλάττης καὶ εἶθ’ οὕτως περὶ ποταμῶν. πλὴν οὐ περὶ ἀνέμων πρῶτον ποιεῖται τὸν λόγον, ἀλλ’ ἀπορήσας, εἰ ἐνεργείᾳ ἐστὶν ἡ ὕλη αὐτῶν καὶ εἰρηκώς, ὅτι οὐκ ἔστιν, ὥσπερ οὖν οὐδὲ τῶν ποταμῶν, ἀποπλανᾶται καὶ περὶ τῶν ποταμῶν τὸν λόγον ποιεῖται κατακολουθῶν κἀν τούτῳ τῷ Πλάτωνι. οὕτω γὰρ κἀκεῖνος προτίθεται μὲν ἐν ταῖς Πολιτείαις περὶ δικαιοσύνης εἰπεῖν, ἀποπλανᾶται δὲ ὅμως καὶ τοὺς περὶ πολιτείας λόγους καταβάλλεται, ἄμεινον ἡγούμενος καταλιμπάνειν ἡμᾶς τὰ μικρὰ γράμματα, φημὶ δὲ τὴν δικαιοσύνην, καὶ κεχρῆσθαι τοῖς μείζοσι γράμμασι, φημὶ δὴ ταῖς πολιτείαις. τούτῳ γὰρ καὶ μόνῳ διαφέρετον ἀλλήλων.1

“此外还关于河流与海洋。” 他打算先谈论风,接着谈论海洋,然后再谈论河流。然而,他并没有先展开关于风的论述,而是在探讨了它们的质料是否现实地存在并说明并非如此(正如河流的质料同样不是如此)之后,便偏离主线而展开了关于河流的论述,在这一点上也遵循了柏拉图的做法。因为柏拉图在《理想国》中也是如此,虽然打算谈论正义,却依然偏离主线而提出了关于城邦政制的论述,认为我们最好搁置细小的文字(我是指正义),而采用较大的文字(我是指政制)。因为两者之间也仅仅在此点上彼此相异。

§1.15.4

"Εἰσὶ δέ τινες, οἵ φασι τὸν καλούμενον ἀέρα καὶ τὰ ἑξῆς." Τινὲς τουτέστιν οἱ περὶ τὸν Ἱπποκράτην. οὗτος γὰρ τὸν ἄνεμον ἠέρος ἔλεγεν εἶναι χεῦμα καὶ ῥεῦμα· κινούμενον μὲν αὐτὸ ποιεῖν τοὺς ἀνέμους, ἠρεμοῦν δὲ τὸ ὕδωρ. ὅπερ ἀπίθανον· οὐδὲ γὰρ ἐκ μιᾶς ὕδωρ ὕλης καὶ ἄνεμοι γίνονται· τῶν μὲν γὰρ ἡ καπνώδης ἀναθυμίασις ὕλη, τῶν δὲ ἡ ἀτμιδώδης.

“但有些人说,所谓的空气,等等。” 有些人,即希波克拉底派的人。因为他说风是空气的倾泻和流动;空气运动时产生风,而静止时产生水。这是不可信的;因为水和风并非由同一种质料生成;后者的质料是烟状蒸发,而前者的质料是水汽状蒸发。

§1.15.5

"Διὸ καὶ τῶν σοφῶς βουλομένων λέγειν τινὲς ἕνα φασὶν εἶναι ἄνεμον πάντας τοὺς ἀνέμους." Τὸ δεύτερον πρόβλημα, ὅτι τινὲς διὰ τὸ εἶναι μίαν τὴν ὕλην τῶν ἀνέμων ἕνα φασὶν ἄνεμον κακῶς λέγοντες· οὐ γὰρ τῇ αὐτῇ ὕλῃ, ἀλλὰ τῷ εἴδει τὰ πράγματα κρίνονται.

“因此,那些希望明智地立论的人中,也有人说所有的风只是一种风。” 第二个问题:由于风的质料是单一的,有些人便说风只有一种,这是错误的说法;因为事物的判定不是依据相同的质料,而是依据形式。

§1.15.6

"Ἕνα καὶ τὸν αὐτὸν εἶναι πάντα." Τουτέστι τὸ πνεῦμα, εἰ οὖν ἐστιν ὁ ἀὴρ ἓν καὶ τὸ πνεῦμα.

“全部乃是单一且相同的。” 也就是气息;因此如果空气是单一的,气息也是如此。

§1.15.7

"Δοκεῖ δὲ διαφέρειν οὐδὲν διαφέροντα παρὰ τοὺς τόπους." Ἡ ἔνστασις, ὅτι οἴονται ἕνα εἶναι τὸν ἄνεμον μηδεμίαν ὅλως διαφορὰν τῶν ἀνέμων διὰ τὸ διάφορον τοῦ τόπου λέγοντες, καὶ ταῦτα εἴδους ὄντος διαφόρου τῶν ἀνέμων,2 ὥσπερ καὶ τῶν ποταμῶν οἱ διάφοροι τόποι εἶδος ὑπάρχουσιν· οὐ γὰρ δεῖ τῷ κοινῷ τῆς ὕλης μηδὲν διαφέρειν τοὺς τόπους ἀεὶ ὑπολαμβάνειν.

“虽然因地点而看似有所不同,却全无差异。” 异议在于:他们认为风是单一的,声称风之间完全不因地点的不同而有任何差异;而尽管风有着各不相同的形式,正如多样的地点构成了河流的形式一样,他们依然如此认为;因为绝不应当由于质料的共通性,就始终假定地点之间全无区别。

§1.15.8

"Διὸ βέλτιον οἱ πολλοὶ λέγουσιν ἄνευ ζητήσεως τῶν μετὰ ζητήσεως." Τουτέστιν οἱ ταῖς κοιναῖς ἐννοίαις ἑπόμενοι βέλτιον λέγουσιν· οἱ γὰρ ζητοῦντές τι πρὸς τῷ μηδὲν χρηστὸν λέγειν3 ἀνατρέπουσι καὶ τὰ παρὰ ταῖς κοιναῖς ἐννοίαις ὀρθῶς διακείμενα.

“因此,未经探究的大众比起经过探究的人言之更善。” 也就是说,顺从共通观念的人说得更好;因为那些做某种探究的人,除了说不出任何有益之言外,还颠覆了根据共通观念得以正当确立的事理。

§1.15.9

"Εἰ μὲν γὰρ ἐκ μιᾶς ἀρχῆς ἅπαντες ῥέουσι, κἀκεῖ τὰ πνεύματα τὸν αὐτὸν τρόπον, τάχα λέγοιεν ἄν τι οἱ λέγοντες οὕτως." Ἐντεῦθεν ἐπὶ τὸ τρίτον μέτεισι ζήτημα, ζητῶν εἰ μία ἐστὶν ἡ ὕλη ἐνεργείᾳ τῶν ἀνέμων καὶ τῶν ὑδάτων. καί φησιν, ὅτι εἰ τῶν ποταμῶν μία ἡ ὕλη ἐστίν, ἴσως ἂν καὶ τῶν ἀνέμων ἐστὶν ἡ ὕλη. καὶ ἐπειδὴ ποταμῶν ἐμνήσθη, τρέπεται ἐπὶ τὸν αὐτῶν λόγον καὶ μακρὰν πλάνην πλανᾶται.

“因为如果它们确实全都源自单一的始基,而那里的气息亦是同样的方式,那么这样说的人或许还能算言之成理。” 从这里他转入第三个探讨,探究风与水的质料是否现实地是单一的。他说,如果河流的质料是单一的,那么风的质料大概也是如此。而既然提及了河流,他便转向关于河流的论述,陷入了一场漫长的跑题之中。

语法注3 条
  1. 1.15.3τούτῳ γὰρ καὶ μόνῳ διαφέρετον ἀλλήλων.

    动词 διαφέρετον 为第三人称双数现在时直陈语气。其逻辑主语是前文对比的两者,即“细小的文字(关于正义的论述)”与“较大的文字(关于政制的论述)”。指示代词 τούτῳ 指代前述在篇幅/尺度(大小)上的差异。

  2. 1.15.7καὶ ταῦτα εἴδους ὄντος διαφόρου τῶν ἀνέμων

    καὶ ταῦτα 连同分词(此处为属格绝对分词结构 εἴδους ὄντος)构成表示让步的习惯表达(“尽管……”,“即便在……的情况下”)。在上下文中,它强调论敌即便在风依据地点拥有不同形式的情况下,仍盲目执着于质料单一性的不合理之处。

  3. 1.15.8πρὸς τῷ μηδὲν χρηστὸν λέγειν

    介词 πρός 加上带冠词的不定式与格(τῷ ... λέγειν)构成表示递进/附加的结构(“除了说出……之外还……”)。它与主句动词 ἀνατρέπουσι 协同,表明那些探究者不仅没能说出任何有益之言,反而还推翻了基于共通观念的正确见解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:100.7-101.24