- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:93.13-94.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗提出了关于降下与冻结时间差异、空气冷却何以胜过水、夏秋冬三季冰雹生成频率,以及夏季阿拉伯和埃塞俄比亚降雨与尼罗河泛滥成因的若干疑难,并通过相互包围与预热理论予以解决。
αὕτη καὶ ἡ λύσις. ἔστι δὲ ἔξωθεν ἀπορῆσαι, τί δήποτε, εἰ ἡ ψύξις ἐστὶν αἰτία τῆς ἐπὶ τὰ κάτω φορᾶς καὶ τῆς πήξεως, τί δήποτε τῆς αὐτῆς ψύξεως ὑποκειμένης τῶν δύο αἰτίας1 ποτὲ μὲν τὸν χρόνον τῆς καταγωγῆς λέγομεν πλείονα, ποτὲ δὲ τὸν χρόνον τῆς πήξεως; καὶ λέγομεν, ὅτι οὐχ ἡ αὐτή ἐστι ψύξις κατ’ ἀριθμόν· ἡ μὲν γὰρ κατάγουσα ἐστιν ἐν αὐτῇ τῇ οὐσίᾳ τοῦ ὕδατος, ἡ δὲ τὴν πῆξιν ἐργαζομένη, εἰ μὲν κατὰ πρῶτον γένοιτο λόγον, ἡ ἐκτὸς ψύξις, εἰ δὲ τῇ ἀντιπεριστάσει, ἡ ἔνδον ἀντιπερισταμένη. ἀλλὰ πάλιν ἑτέρα ἀπορία· καὶ τί δήποτε ἡ ψύξις ἡ ἔσωθεν ἀντιπερισταμένη, ἡ ἔξωθεν κεχυμένη πολλάκις περιγίνονται τῆς ψύξεως τοῦ ὕδατος, εἰ μὲν τὸ ὕδωρ ἐστὶ τὸ καὶ τῷ ἀέρι τὴν ψύξιν χαρισάμενον; ῥητέον οὖν, ὅτι ποτὲ τὰ αἴτια τὰ † δραστικώτερα γίνονται τῶν αἰτίων2 διὰ οἰκείαν ἐπιτηδειότητα, ὡς ἔχει ἐπὶ τοῦ πεπυρακτωμένου σιδήρου· οὗτος γὰρ τῆς φλογὸς μᾶλλον καίει. οὕτω καὶ ὁ ἀὴρ πολλάκις τοῦ ὕδατος ψυχρότερος εὑρίσκεται, ὡς καὶ πηγνύειν αὐτό· καὶ ταῦτα τοῦτον ἔχει τὸν τρόπον. τί δήποτε, 〈εἰ〉 ἡ ἀντιπερίστασις ἡ ἀπὸ τοῦ θερμοῦ αἰτία τῆς χαλάζης, μὴ γίνεται ἐν τῷ θέρει μᾶλλον χάλαζα ἤπερ ἐν φθινοπώρῳ καὶ ἐν ἔαρι, ἐπειδὴ καὶ πλείων ἡ θερμασία; καὶ λύει λέγων, ὅτι διὰ τὸ μὴ εἶναι τὴν ὑλικὴν αἰτίαν· οὐ γὰρ πάρεστιν ὑγρότης. δευτέρα ἀπορία· καὶ τί δήποτε φθινοπώρου μᾶλλον ἤπερ ἔαρος γίνεται, εἴ γε καὶ τὸ φθινόπωρον ὑγρὸν καὶ τὸ ἔαρ; ὅτι τὸ μὲν ἔαρ ἔτι ὑγρόν, τὸ δὲ φθινόπωρον ἤδη ὑγρὸν γίνεται καὶ αὔξει ὑγρότης, ἐν δὲ τῷ ἔαρι παύεται ἡ ὑγρότης. καὶ λύει λέγων· διὰ τὸ προθερμανθῆναι τὸν ἐν τῷ φθινοπώρῳ ἀέρα διὰ τὸ προηγησάμενον θέρος· τὰ γὰρ προθερμανθέντα ταχύτερον ψύχονται. οὕτω γάρ, ἐὰν θελήσωμεν ψυχρότερόν τι ποιῆσαι, προθερμαίνομεν αὐτὸ καὶ εἶθ’ οὕτως περιπλάττομεν ἔξωθεν χιόνα, ἵνα ὡς διὰ νοτεροῦ μᾶλλον διεισδύνῃ ἡ ψύξις. οὕτω καὶ οἱ περὶ τὸν Ἴστρον θηρεύοντες διὰ τὸ πεπῆχθαι τὰ ἐπιπολῆς τοῦ Ἴστρου τὸ ἄκρον τοῦ καλάμου θερμαίνουσιν· ἅμα μέν, ἵνα διεισδύῃ διαλῦον τὴν πῆξιν, ἅμα δὲ μετὰ τὸ λῦσαι ἵνα συντόμως γένηται ἡ πῆξις3 καὶ δίκην μολίβδου τὸ ἄκρον τοῦ καλάμου κρατήσῃ καὶ μὴ μετὰ πολὺν χρόνον γένηται ἡ πῆξις καὶ ἀναγκασθῶσιν ἐπὶ πλέονα ἔχειν ὥραν ἔξω τὴν χεῖρα. τρίτη ἀπορία· εἰ διὰ τὴν ἔνδειαν τῆς ὑγρότητος θέρους ὑετὸς οὐ γίνεται, τί δήποτε ἐν Ἀραβίᾳ καὶ ἐν Αἰθιοπίᾳ γίνεται θέρους ὑετός; καὶ λύομεν, ὅτι ἔστιν ὑγρότης, ἀλλ’ οὐκ ἐκεῖ γινομένη, ἀλλ’ ἐκεῖ σωρευομένη. ἐπειδὴ γὰρ ἐν τῷ θέρει πνέουσιν ἐτησίαι βόρειοι ὄντες, ἐξωθοῦσιν ἐκεῖ τὰ νέφη καὶ πρῶτον προσπταίοντα Σεληναίοις ἢ Ἀργυρέοις ὄρεσι τῇ πιλήσει εἰς ὕδωρ μεταβάλλονται καὶ κατάγεται ὑετός. διὸ καὶ ὁ Νεῖλος θέρει γενέτης ἐστί. καὶ ταύτην τὴν αἰτίαν φασὶ τῆς ἀναβάσεως αὐτοῦ. λέγουσι δὲ καὶ ἄλλας τρεῖς· μίαν μέν, ἐπειδὴ ἐν τοῖς Σεληναίοις ὄρεσι χιὼν ἀπόκειται, ἥτις ἀναλυομένη ἐν τῷ θέρει πλημμύραν ποιεῖ τῶν ὑδάτων. δευτέρα ἐπίλυσις· φασὶ τὸν Νεῖλον τὴν ἀρχὴν ἔχειν ἐν τῇ ἀντοικουμένῃ· ἐπειδὴ οὖν, ὅτε ἐκεῖ ἐστι χειμών, ἐν ἡμῖν θέρος ἐστί, συμβαίνει πλεονεξίας ἐκεῖ ὑδάτων οὔσης καταρρεῖν ἐνταῦθα καὶ διὰ τοῦτο πλεονάζειν τὸν Νεῖλον. τρίτη αἰτία, ἥτις αἰτιᾶται τὴν ἀντιπερίστασιν· θερμασίας γὰρ οὔσης τὸ ψυχρὸν ἀντιπεριστάμενον πυκνοῖ καὶ ὕδωρ γεννᾷ. ταῦτα ἔχει ἡ παροῦσα θεωρία. συγκαταπαύεται γὰρ αὐτῇ ὁ περὶ χαλάζης καὶ ὑετοῦ καὶ χιόνος καὶ πάχνης καὶ δρόσου λόγος.
这也是解决方案。但人们可以从外部提出疑难:既然冷却既是向下运动的原因,又是冻结的原因,那么在同一冷却作为两者的原因这一前提下,究竟为何我们有时说降下的时间更长,有时又说冻结的时间更长?我们回答说,冷却在数量上并不是同一个;因为致使降下的冷却存在于水本身的实体之中,而造成冻结的冷却,如果是依照第一种解释发生的,则是外部的冷却,而如果是通过相互包围作用,则是内部相互包围的冷却。但又有另一个疑难:如果正是水将冷却赋予了空气,究竟为何从内部相互包围的冷却以及从外部倾注的冷却往往能胜过水的冷却?于是应当说,有时候产物由于其固有的适宜性而变得比其原因更为有效,正如灼热的铁的情况那样;因为铁比火焰灼烧得更厉害。同样,空气也往往被发现比水更冷,以至于甚至能将水冻结;而这些情况就是如此。究竟为何,如果源于热的相互包围作用是冰雹的原因,冰雹不更多在夏天生成,反而更多在秋天和春天生成,既然夏天的热气还更多?他解决这一疑难说,这是因为质料因并不存在;因为水湿并不在场。第二个疑难:既然秋天是湿润的,春天也是湿润的,究竟为何在秋天比在春天生成得更多?难道是因为春天尚且湿润,而秋天已经变湿且水湿正在增加,但到了春天水湿便止息了?他解决这一疑难说:这是因为秋天的空气由于前面的夏天而被预先加热了;因为被预先加热之物冷却得更快。正是这样,如果我们想要使某物变得更冷,我们便先将其加热,然后像这样在外部涂敷冰雪,以便冷却能够仿佛透过湿润之物那样更多地渗入。同样,在伊斯特罗斯河一带捕猎的人们,由于伊斯特罗斯河的表层已经冻结,便将芦苇的尖端加热;这一方面是为了让它能够通过融化冰层而渗入,另一方面也是为了在融化之后,冻结能迅速发生并如铅一般固定住芦苇的尖端,而不至于使冻结在很久之后才发生并迫使他们不得不在外面把手暴露更长时间。第三个疑难:如果因为水湿的缺乏而在夏天不下雨,究竟为何在阿拉伯和埃塞俄比亚夏天会下雨?我们解决这一疑难说,水湿是存在的,但并不是在当地生成的,而是在当地积聚起来的。因为在夏天,吹拂着北向的季风,季风将云层推向那里,云层首先撞击在月亮山或白银山上,通过压缩而转化为水,从而降下雨水。因此尼罗河也在夏天泛滥丰沛。他们说这就是尼罗河上涨的原因。但他们还提出了其他三个原因:其一,因为月亮山上积有积雪,积雪在夏天融化,造成了水流的泛滥。第二个解决方案:他们说尼罗河的发源地在对跖居住地;因此,由于那里是冬天时我们这里是夏天,就会发生那里水量过剩时流淌到这里,并因此导致尼罗河泛滥的情况。第三个原因则是归咎于相互包围作用:因为在有热气时,相互包围的冷气发生凝聚并产生水。本段理论考察包含这些内容;因为关于冰雹、雨水、雪、霜和露水的论述也与之一同终结了。
- 1.14.2τῆς αὐτῆς ψύξεως ὑποκειμένης τῶν δύο αἰτίας
属格独立结构。τῆς αὐτῆς ψύξεως 为分词 ὑποκειμένης 的主语,αἰτίας 为表语名词,τῶν δύο 作为宾格性属格依附于 αἰτίας,意为“在同一冷却作为两者的原因这一前提下”。
- 1.14.2ποτὲ τὰ αἴτια τὰ † δραστικώτερα γίνονται τῶν αἰτίων
写本传统中存在讹误之处。在句法上,τὰ αἴτια 为主语,τῶν αἰτίων 为比较属格。按上下文,这是在解释被引发的产物(或次要原因)由于其固有的适宜性而比最初的原因发挥出更强的作用(如红热的铁比火灼烧得更厉害的例子)。
- 1.14.2ἅμα μέν, ἵνα διεισδύῃ διαλῦον τὴν πῆξιν, ἅμα δὲ μετὰ τὸ λῦσαι ἵνα συντόμως γένηται ἡ πῆξις
由 ἅμα μέν... ἅμα δέ... 并列连接两个由 ἵνα 引导的目的从句。在前一从句中,现在分词 διαλῦον 作为方式手段,而在后一从句中,介词短语 μετὰ τὸ λῦσαι(介词加带冠词不定词)表示时间上的先后关系。
