← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§92.2-93.13

驳阿那克萨哥拉说与冰雹成因的解决

奥林匹奥多罗注解了冰雹的成因(348a14),阐述了亚里士多德针对冰雹为何多发于温暖时节与大量水何以悬空不落这两大疑难,如何驳斥阿那克萨哥拉的假说,进而借助相互包围作用以及冻结与降落的时间差提出自身的合理解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14.1

" Τοῖς μὲν οὖν δοκοῦσι τοῦ πάθους αἴτιον εἶναι. "

“因此,对于那些认为〔它〕是这种现象之原因的人。”

§1.14.2#1

Τοῦτο εἰπὼν ὁ Ἀριστοτέλης δύο τινὰ παράδοξα ἕπεσθαι τῷ λόγῳ τῆς χαλάζης,1 ἓν μὲν τὸ ἐν ταῖς ἀλεειναῖς ὥραις καὶ χώραις αὐτὴν μᾶλλον γίνεσθαι ἤπερ ἐν ψυχροτέραις, δεύτερον δὲ τὸ ἄτοπον εἶναι ἀθρόον τοσοῦτον ὕδωρ μένειν ἀκίνητον, ἄχρις ἂν παγῇ, μὴ ἐνεργοῦν κατὰ τὴν οἰκείαν ῥοπήν (ἄτοπον δὲ καὶ τὸ ἐν συναγωγῇ χιόνος γίνεσθαι τὴν χάλαζαν· οὐ γὰρ ἐνδέχεται τὰ παγέντα ἑνωθῆναι), βούλεται νῦν τούτων τὰς ἐπιλύσεις παραδοῦναι. πρὶν δὲ τὴν οἰκείαν ἐπίλυσιν εἰπεῖν, τὴν Ἀναξαγόρειον λέγει· καὶ ταύτης γὰρ λύσεις ἐπιδιδοὺς οὕτως ἐπάξει τὴν οἰκείαν ἐπίλυσιν. ὁ τοίνυν Ἀναξαγόρας ἔλεγεν ἐν ταῖς ἀλεειναῖς ὥραις καὶ χώραις τὴν χάλαζαν γίνεσθαι, ἐπειδὴ χρεία ἐστὶ πολλῆς τῆς θερμασίας τῆς ἀναρπαζούσης καὶ εἰς ὑψηλότερον τόπον φερούσης τὴν ἀτμίδα, ἵνα ἐν τῷ ἀπογείῳ γενομένη αὐτὴ ψυχρῷ ὄντι οὕτω χάλαζα γένηται. αὕτη ἡ ἐπίλυσις. ἕπονται δὲ αὐτῇ, φησί, τρία ἄτοπα. πρῶτον μὲν γὰρ ἡ χάλαζα οὐ γίνεται ἐν τοῖς ἀπογείοις τόποις, ἀλλὰ μᾶλλον ἐν τοῖς περιγείοις, ὡς δηλοῦσιν αἱ ἀκρώρειαι τῶν ὀρῶν χιονιζόμεναι μέν, μὴ χαλαζούμεναι δέ. δεύτερον, ὅτι ἐφάνησαν νεφέλαι κάτω μετὰ κτύπου πάνυ σφοδροτάτου, ὥστε πάντας θαυμάζειν, μή τι ξένον γένηται, καὶ μετ’ οὐ πολὺ κατηνέχθη χάλαζα, ᾧ δῆλον, ὅτι κάτω γίνεται. τρίτον καταφέρονται χάλαζαι οὐ σφαιρικαί, ἀλλ’ ἐπιμήκεις, οὐ μικραί, ἀλλὰ καὶ μεγάλαι, οὐ πυκναί, ἀλλὰ καὶ ἀραιαί. τούτων δὲ τὰ μὲν πρῶτα δηλοῖ ἐν τῷ ἄνω μὴ γίνεσθαι τὴν χάλαζαν, τὰ δὲ δεύτερα ἐν τῷ κάτω. ἀπὸ γὰρ πολλοῦ διαστήματος φερομένη περιφερής ἐστιν· περιθραύονται γὰρ αὐτῶν αἱ ἐξοχαί. ἀλλὰ μὴν καὶ μικραί (θρύπτονται γάρ) καὶ πυκναί, ἐπειδὴ καὶ πλείονες γίνονται. εἰ οὖν μεγάλαι ἐν θέρει καὶ ἐπιμήκεις καὶ ἀραιαὶ κατάγονται, πρόδηλόν ἐστιν, ὅτι κακῶς ἔλεγεν Ἀναξαγόρας. οὕτως ἀνατρέψας τὴν Ἀναξαγόρειον ἐπίλυσιν ἐπάγει τὴν ἑαυτοῦ λέγων, ὅτι ἐπειδὴ γίνεταί τις ἀντιπερίστασις ἐν τῷ θέρει θερμασίας οὔσης πολλῆς, ἀντιπερίσταται τὸ ψυχρὸν ἐν τῷ βάθει καὶ ἀποκλειόμενον πλουσιώτερον γίνεται. ἐντεῦθεν σύντομον τὴν ἀλλοίωσιν ἐπάγει τῆς ἀτμίδος καὶ τὴν πῆξιν τοῦ ὕδατος· διὸ καὶ λαβρότερος ὁ τότε ὑετὸς κατάγεται καὶ ἡ χάλαζα λαβροτέρα, ἐπειδὴ καὶ ταχεῖα ἡ ἀλλοίωσις· τὰ γὰρ κατὰ ἀντιπερίστασιν δρῶντα συντομώτερον καὶ δραστικώτερον ποιοῦνται τὴν ἐνέργειαν’. οὕτω λύσας τὴν πρώτην ἀπορίαν τρέπεται καὶ ἐπὶ τὴν λύσιν τῆς δευτέρας λέγων, ὅτι ὕδωρ ἐστὶ κινούμενον τὸ πηγνύμενον. ᾗ μὲν οὖν ὕδωρ ἐστίν, ἐκφεύγομεν τὸ δεύτερον ἄτοπον τὸ λέγον· ‘πῶς τὰ παγέντα ἑνοῦνται;’, ᾗ δὲ κινούμενον, ἐκφεύγομεν καὶ τὸ πρῶτον τὸ λέγον· ‘διὰ τί μένει μὴ κάτω φερόμενον τὸ ὕδωρ; ἐπειδὴ γὰρ ἐν χρόνῳ γίνεται ἥ τε πῆξις καὶ ἡ καταγωγὴ τοῦ ὕδατος, ἢ ἴσος ἐστὶν ὁ χρόνος τῆς πήξεως τῷ χρόνῳ τῆς καταγωγῆς ἢ ἄνισος. εἰ μὲν οὖν ἴσος εἴη, συμβαίνει κάτω περὶ αὐτὴν τὴν γῆν γίνεσθαι τὴν πῆξιν. εἰ δὲ πλείων εἴη ὁ τῆς καταγωγῆς χρόνος τοῦ τῆς πήξεως, συμβαίνει ἔτι ἐν τῷ μετεώρῳ ὄντος τοῦ ὕδατος γίνεσθαι τὴν πῆξιν· οὕτω γὰρ εἴρηται καὶ ἐπὶ βαυκαλίου, ὅτι ἐὰν ἐπειγμένως τις κινήσῃ αὐτό, οὐκ ἐκχεῖται τὸ ὕδωρ, εἰ δὲ ἠμελημένως, ἐκχεῖται διὰ τὸ πλείονα εἶναι τὸν χρόνον τῆς κινήσεως τῆς χειρὸς τῆς οἰκείας αὐτοῦ τοῦ ὕδατος κινήσεως.2 οὕτω τινὲς καὶ τὴν γῆν λέγουσιν ἀκίνητον διὰ τὴν τοῦ παντὸς κίνησιν. ὁ μέντοι Ἀριστοτέλης φυσικώτερον λέγων φησὶ ‘διὰ τὴν οἰκείαν φύσιν’. τὴν γὰρ γῆν βούλεται ἀκίνητον εἶναι, ἵνα ἐν τῷ αὐτῷ μένῃ, ὥσπερ καὶ τὴν ἀπλανῆ κινεῖσθαι, ἵνα ὅλη ἐν τῷ παντὶ γένηται τόπῳ.

亚里士多德在说出这一点——即关于冰雹的论述伴随着两个奇特反常之点:其一,它更多生成于温暖的时节与地域,而非更寒冷之处;其二,如此大量的水聚在一起,直到冻结之前一直保持不动,不按照其固有的倾向运动,这是荒谬的(而冰雹在积雪中生成也是荒谬的;因为已冻结之物不可能结合在一起)——之后,现在希望传授这些疑难的解决方案。但在陈述自己固有的解决方案之前,他先叙述了阿那克萨哥拉的观点;因为在对这一观点也给出了反驳之后,他才以这种方式引出自己固有的解决方案。于是阿那克萨哥拉曾说,冰雹生成于温暖的时节与地域,是因为需要大量的热气将水气抓取并运送至更高的场所,以便水气来到远离地面的寒冷场所,从而变成冰雹。这就是他的解决方案。然而亚里士多德说,这伴随着三个荒谬之处。首先,冰雹并不生成于远离地面的场所,而是毋宁生成于接近地面的场所,正如山顶所表明的那样:山顶被雪覆盖,却不下冰雹。其次,低处曾出现伴随着极其猛烈轰鸣声的云层,以致众人皆惊骇是否有异象发生,而不久之后冰雹便倾泻而下,由此清楚表明它是在低处生成的。第三,降落的冰雹不是球形的,而是扁长的,不仅不小,而且巨大,不仅不密集,而且稀疏。在这些特征中,前者表明冰雹不生成于高处,而后者表明它生成于低处。因为从很远的距离运送而来的冰雹是圆形的,因为它们的棱角在周围被撞碎了。而且它们也小(因为被碾碎了)并且密集,因为生成的数量也更多。因此,如果夏天降落的冰雹巨大、扁长且稀疏,显而易见阿那克萨哥拉说得不对。在以这种方式推翻了阿那克萨哥拉的方案之后,他引出了自己的方案,说因为在夏天由于热气充沛而发生某种相互包围作用,所以寒冷在深处被相互包围,由于被封闭而变得更加浓集。由此〔寒冷〕引发了水气的迅速质变以及水的冻结;因此当时的雨水降下得更加猛烈,冰雹也更加猛烈,因为质变也是迅速的;“因为根据相互包围作用而运作的事物,其发挥活动更加迅速且更加有效”。在以这种方式解决了第一个疑难之后,他又转向第二个疑难的解决,说冻结之物是运动着的水。因此,就其是水而言,我们避开了那主张“已冻结之物如何结合”的第二个荒谬之处;就其是运动之物而言,我们也避开了那主张“为什么水不向下运送而停留”的第一个荒谬之处。因为水的冻结与降下都是在时间中生成的,所以冻结的时间要么等于降下的时间,要么不等于。如果相等,那么冻结恰好发生在接近大地本身的下层。如果降下的时间长于冻结的时间,那么冻结恰好发生在水仍在空中之时;因为关于水壶也是这样说的:如果有人急促地移动它,水就不会泼出,但如果漫不经心地移动,水就会泼出,这是因为手的运动时间长于水自身固有的运动时间。同样,有些人也主张大地由于全宇宙的运动而是不动的。然而亚里士多德以更加合乎自然学的方式论述道,“由于其固有的本性”。因为他主张大地不动是为了留在原地,正如恒星天运动是为了作为一个整体来到整个场所一样。

语法注2 条
  1. 1.14.2Τοῦτο εἰπὼν ὁ Ἀριστοτέλης δύο τινὰ παράδοξα ἕπεσθαι τῷ λόγῳ τῆς χαλάζης

    虽然 Τοῦτο εἰπών 在字面上可视为承接前文的分词短语,但 εἰπών 在此统领其后的宾格加不定式结构(δύο τινὰ παράδοξα ἕπεσθαι...),意为“亚里士多德在说出这一点——即关于冰雹的论述伴随着两个奇特反常之点——之后……”。全句的主动词为 βούλεται。

  2. 1.14.2διὰ τὸ πλείονα εἶναι τὸν χρόνον τῆς κινήσεως τῆς χειρὸς τῆς οἰκείας αὐτοῦ τοῦ ὕδατος κινήσεως

    此处出现连续的属格结构:不定式从句的主语是 τὸν χρόνον,由 τῆς κινήσεως τῆς χειρός 修饰(“手的运动时间”),而末尾的 τῆς οἰκείας αὐτοῦ τοῦ ὕδατος κινήσεως 则是受比较级 πλείονα 支配的比较属格(“比水本身固有的运动[时间]更长”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:92.2-93.13