← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§94.20-96.25

驳阿那克萨戈拉说与相互包围论的逐字注解

奥林匹奥多罗逐字注解了亚里士多德对阿那克萨戈拉关于冰雹在上空形成之说的驳斥(348a14–36),以及亚里士多德基于相互包围作用给出的解释(348b2–349a9),阐明了冰雹的季节性差异、伊斯特罗斯河渔民的比喻以及炎热地区降雨等具体论题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14.3

" Τοῖς μὲν οὖν δοκεῖ τοῦ πάθους αἴτιον εἶναι." Τουτέστι τοῖς περὶ Ἀναξαγόραν.

“在某些人看来,这似乎是这一情况的原因。” 这就是说,在阿那克萨戈拉一派看来。

§1.14.4

"Συμβαίνει δὲ ἐν τοῖς σφόδρα ὑψηλοῖς ἥκιστα ταῦτα." Ἐντεῦθεν ἡ τῆς Ἀναξαγόρου ἐπιλύσεως ἀνατροπή.

“然而在极高的地方,这些事情最少发生。” 从这里开始对阿那克萨戈拉解决方案的驳斥。

§1.14.5

"Καίτοι ἔδει ὥσπερ τὴν χιόνα." Δι’ ἣν δὲ ἄρα αἰτίαν οὐ γίνεται καὶ ἡ χάλαζα ἐν τοῖς ὑψηλοῖς ὥσπερ ἡ χιὼν τόποις; καὶ λέγομεν, ὅτι ποῦ μὲν ἀτμίς ἐστι πηγνυμένη τὴν ἄνω διοικοῦσα φοράν, ποῦ δὲ1 ὕδωρ ἐπὶ τῆς χαλάζης καὶ ὕδωρ ἐπὶ τὰ κάτω κινούμενον. ὅσον οὖν ἐπὶ τῷ λόγῳ Ἀναξαγόρου ἔδει καὶ τὴν χάλαζαν ἐν τῷ ἄνω γίνεσθαι τόπῳ, ὅπερ οὐκ ἔχει τὸ ἀληθές.

“然而本来应当像雪一样。” 究竟由于什么原因,冰雹不像雪那样也生成在较高的地方?我们回答说,一方面是蒸汽在冻结并主导向上的运动,而在冰雹的情况下则是水,且是向下运动的水。因此,就阿那克萨戈拉的说法而言,冰雹本来也应当在上方的区域生成,而这并不符合事实。

§1.14.6

"Ἔτι δὲ πολλάκις ὦπται νέφη φερόμενα." Τὸ δεύτερον ἄτοπον.

“此外,经常见到云层被运送。” 第二个荒谬之处。

§1.14.7

"Ὁτὲ δὲ καὶ ἄνευ ψόφου τοιούτων ὀφθέντων νεφῶν." Τὸ ἄτοπον, ὅτι γίνονται χάλαζαι μεγάλαι καὶ ἐπιμήκεις καὶ ἀραιαί, ὅπερ δηλοῖ ἐν τῷ κάτω γίνεσθαι τόπῳ τὴν πῆξιν.

“有时候在见到这种云层时甚至毫无声响。” 荒谬之处在于,生成的冰雹巨大、狭长且稀疏,这清楚地表明冻结是发生在下方的区域。

§1.14.8

"Ὅτι μὲν οὖν οὐ τῷ ἀπωθεῖσθαι." Τὸ συμπέρασμα τῶν ἑπομένων ἀτόπων τῇ Ἀναξαγόρου δόξῃ.

“因此,显然不是通过被推开。” 这是阿那克萨戈拉见解所随之而来的荒谬后果的结论。

§1.14.9

"Ἀλλ’ ἐπειδὴ ὁρῶμεν, ὅτι γίνεται ἀντιπερίστασις." Ἐντεῦθεν ἡ λύσις τοῦ Ἀριστοτέλους.

“但既然我们看到相互包围在发生。” 从这里开始亚里士多德的解决方案。

§1.14.10

"Καὶ μάλιστα ὅταν μάλιστα· ὅταν δ’ ἔτι μᾶλλον ἀντιπεριστῇ ἐντὸς τὸ ψυχρόν." Ἐφ’ ὅσον γίνεται ἡ ἀντιπερίστασις ἐπιτεταμένη, ἐπὶ τοσοῦτον καὶ τῆς πήξεως ἐπικρατεστέρα.2

“并且最[热]时最[发生];但当内部的冷气更多地相互包围时。” 相互包围变得多么剧烈,它也就相应地多么压倒冻结。

§1.14.11

"Συμβαίνει δὲ τοῦτο, ὅταν θᾶττον ᾖ ἡ πῆξις ἢ ἡ τοῦ ὕδατος φορὰ κάτω." Ἐντεῦθεν τὴν λύσιν ἐπάγει τῆς δευτέρας ἀπορίας.

“而当冻结比水向下的运动更快时,这种情况便发生。” 从这里他引出对第二个疑难的解决方案。

§1.14.12

"Ἧττον δὲ τοῦ θέρους γίνονται ἢ ἔαρος καὶ μετοπώρου, μᾶλλον μέντοι ἢ χειμῶνος." Ἡ ἀπορία, διὰ τί μὴ μᾶλλον θέρους γίνονται χάλαζαι, ἐπειδὴ καὶ πλείων ἡ ἀντιπερίστασις. καὶ λύει λέγων, ὅτι οὐ πάρεστιν ἡ ὑλικὴ αἰτία· ξηρότης γάρ ἐστιν.

“但在夏天生成的比在春季和秋季少,不过比在冬季多。” 疑难在于:既然相互包围作用更多,为何在夏天不生成更多的冰雹?他解决这一疑难说,质料因并不在场;因为存在着干燥。

§1.14.13

"Γίνονται δέ ποτε, καθάπερ εἴρηται, καὶ τῆς ὀπώρας χάλαζαι διὰ τὴν αὐτὴν αἰτίαν." Τουτέστι διὰ τὴν ἀντιπερίστασιν.

“但如前所述,由于同一原因,晚夏时有时也会生成冰雹。” 这就是说,由于相互包围作用。

§1.14.14

"Συμβάλλεται δ’ ἔτι καὶ πρὸς τὴν τραχύτητα τῆς πήξεως καὶ τὸ θερμανθῆναι τὸ ὕδωρ." Ἡ λύσις τῆς δευτέρας ἀπορίας τῆς λεγούσης· διὰ τί φθινοπώρου μᾶλλον ἢ ἔαρος, ἐπειδὴ πρὸς τὴν σύντομον πῆξιν συμβάλλεται τὸ προθερμανθῆναι τὸ ὕδωρ;

“此外,水被加热对于冻结的速度也有所助益。” 这是对提出“为何在秋天比在春天生成更多”这一问题的第二个疑难的解决,因为水被预先加热有助于迅速冻结。

§1.14.15

"Χρῶνται γὰρ τῷ καλάμῳ ὥσπερ τῷ μολίβδῳ." Οὐχ ὥσπερ αὐτοὶ κέχρηνται τῷ μολίβδῳ ἀποδεσμοῦντες ἐν τῇ ὁρμιᾷ, οὕτω κέχρηνται νῦν τῷ καλάμῳ, ἀλλ’ ὥσπερ οἱ τὰ ἀγάλματα ἱστῶντες κέχρηνται αὐτῷ χάριν τοῦ στηρίξαι καὶ ποιῆσαι ἠρεμῆσαι ἐπὶ τὸν βωμὸν τὸ ἄγαλμα, ὡς λοιπὸν κρατουμένου τοῦ καλάμου ὑπὸ τοῦ κρυστάλλου μηδὲ αἴσθηται τῆς χειρὸς πρὸς κράτησιν.3 τὴν γοῦν χρείαν τῆς χειρὸς τοῦ ἁλιέως ποιεῖ ὁ κρύσταλλος.

“因为他们使用芦苇就像使用铅一样。” 他们现在使用芦苇,并非像他们自己将铅系在钓线上使用那样,而是像立起雕像的人为了支撑雕像并使之在基座上保持静止而使用铅那样,其结果是,随着芦苇此后被冰固定住,甚至根本不需要手去握持。总之,冰发挥了渔夫之手的作用。

§1.14.16

"Θερμὸν δὲ γίνεται ταχὺ τὸ συνιστάμενον ὕδωρ ἐν ταῖς ὥραις καὶ ταῖς χώραις ταῖς ἀλεειναῖς." Τοῦτο ὡς πρὸς τὸ ἄνω ἀποδέδωκεν. ἐπειδὴ γὰρ ἔφη, ὅτι προθερμαίνουσι τὸ ὕδωρ καὶ οὕτω ψύχουσι, φησίν, ὅτι ἐν ταῖς θερμαῖς ὥραις τὸ ὕδωρ συντομώτερον θερμαίνεται, ἐπειδὴ καὶ ἁλμυρότερον εὑρίσκεται.

“在温暖的季节和地区聚集的水很快变热。” 他是联系上文的讨论来说明这一点的。因为既然他说人们先将水加热然后再像这样使其冷却,他就说,在温暖的季节水加热得更快,因为水也被发现更具咸味。

§1.14.17

"Γίνεται δὲ καὶ περὶ τὴν Ἀραβίαν." Ἡ γὰρ ἀπορία, διὰ τί ἐν Αἰθιοπίᾳ ὑετὸς κατάγεται, εἴ γε μὴ ἔστιν ἐκεῖσε ὑγρότης. καὶ λύει λέγων, ὅτι ἔστιν, ἀλλ’ οὐκ ἐκεῖ γεγενημένη, ἀλλ’ ἐκεῖ σεσωρευμένη διὰ τὸ ἀποδιώκεσθαι τὰ νέφη ὑπὸ τῶν ἐτησίων βορείων ὄντων.

“在阿拉伯一带也发生。” 因为存在疑难:如果在那里没有水湿,究竟为何在埃塞俄比亚会降下雨水?他解决这一疑难说,水湿是存在的,但并不是在当地生成的,而是由于云层被北向的季风驱赶而在当地积聚起来的。

§1.14.18

"Καὶ νιφετοῦ." Ἀρχαίῳ ὀνόματι τὴν χιόνα νιφετὸν ἐκάλεσεν. οὕτω γοῦν καὶ ὁ ποιητὴς τὴν χιόνα καλεῖ.

“以及降雪。” 他用一个古老的名称将雪称为“降雪”。总之,诗人也是这样称呼雪的。

语法注3 条
  1. 1.14.5ποῦ μὲν ... ποῦ δὲ

    方位副词在此对举使用,表示对比意义:“在一种情况下[雪]……在另一种情况下[冰雹]……”,对应于紧随其后的“蒸汽(ἀτμίς)”与“水(ὕδωρ)”的对立。

  2. 1.14.10Ἐφ’ ὅσον γίνεται ἡ ἀντιπερίστασις ἐπιτεταμένη, ἐπὶ τοσοῦτον καὶ τῆς πήξεως ἐπικρατεστέρα

    由相关词组 ἐφ’ ὅσον ... ἐπὶ τοσοῦτον(“在……程度上,就相应在……程度上”)构成的比较句式。后半句省略了与比较级形容词 ἐπικρατεστέρα 连用的系动词(ἐστί),属格 τῆς πήξεως 作为比较属格(或表示支配对象的宾格性属格)作其补足语。

  3. 1.14.15ὡς λοιπὸν κρατουμένου τοῦ καλάμου ὑπὸ τοῦ κρυστάλλου μηδὲ αἴσθηται τῆς χειρὸς πρὸς κράτησιν

    在由 ὡς 引导的结果从句中嵌套了一个属格独立结构(κρατουμένου τοῦ καλάμου)。无主语的虚拟语气动词 αἴσθηται 既可以理解为非人称用法(“人们甚至不需要手去握持”),也可以拟人化地指芦苇(“芦苇甚至不需要手去握持”);无论如何,它都表达了冰使手的支撑变得多余这一结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:94.20-96.25