← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§90.20-91.28

热相互包围的实例与冰雹特性的疑难

奥林匹奥多罗阐释了本都地区热量的相互包围作用以及井中水气的观察事例,随后推进到关于冰雹特性的疑难,指出在高空所生成的雨、雪、雹中,唯独冰雹在地面没有对应现象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13.8

" Ὁ δὲ βορρᾶς διὰ τῆς ψυχρότητος ἀντιπεριίστατο θερμόν." Ἰδοὺ καλῶς εἴρηται, ὅτι ἐν τῷ Πόντῳ τοὐναντίον· ὁ μὲν νότος ἐστὶν ὁ ποιῶν χειμῶνα, ὁ δὲ βορρᾶς εὐδίαν διὰ τὴν ἀντιπερίστασιν. ὅτι γὰρ γίνεται ἀντιπερίστασις τοῦ θερμοῦ, δηλοῦσι καὶ κῶλα ἀποτεμνόμενα διὰ τὴν ἀποκλειομένην θερμασίαν· τμητικὴ γάρ. οὕτω καὶ ὁ Πλάτων ἐτυμολογεῖ τὸ θερμὸν οἷον τομόν τι ὄν· ἀντιστοιχεῖ γάρ, φησί, τὸ τ τῷ θ, τὸ δὲ ρ πρόσκειται, διότι εὐκίνητον τὸ ρ. δηλοῖ δὲ τὸ τῶν τριῶν στοιχείων καταληκτικὸν εἶναι αὐτὸ πλὴν γῆς διὰ τὸ δυσκίνητον.1

“而北风由于其寒冷而使热量受到相互包围。” 看哪,很好地指出了在本都是相反的:正是南风造成严寒,而北风由于相互包围作用造成晴好。因为热量发生相互包围作用这一点,甚至肢体由于被闭锁的热量而被截断也表明了;因为它是具切割性的。柏拉图也是这样给“热的”作词源解释,视其仿佛是某种“切割之物”;因为他说,“τ”对应于“θ”,而加上“ρ”是因为“ρ”易于活动。并且他指出,除了土由于难以活动之外,它是另外三种元素的词尾。

§1.13.9

"Πολλάκις δὲ τοῦτο καὶ ἐν τοῖς ἔξω τόποις ἰδεῖν ἔστι γινόμενον." Ποῖον τοῦτο; τὸ τῆς ἀντιπεριστάσεως. ὁρῶμεν γὰρ ἐκ τῶν φρεάτων πολὺν ἀτμὸν ἀναδιδόμενον ἐν χειμῶνι· πλὴν εἰ καὶ πολὺς γίνεται, ἀλλ’ οὖν ὅμως κατασβέννυται ὑπὸ τῆς ἔξωθεν ψύξεως· πρὸς αὐτὴν γὰρ χωρεῖ. διὸ οὐ γίνεται πολλή· οὐ γὰρ συγχωρεῖται. οὐδὲ τῷ θέρει, εἰ καὶ ὀλίγος ἐκδίδοται ἀτμὸς διὰ τὸ εἶναι ἐν τῷ βάθει τὴν ψύξιν, ἀλλ’ οὖν ὅμως οὕτως οὐ κατασβέννυται· θερμὸν γὰρ τὸ περιέχον. διὸ καὶ κατὰ μέρος σωρεύεται καὶ γίνεται πολὺς ἀτμός, ὃς ἐν θέρει ἀθροιζόμενος ἐν χειμῶνι ἀλλοιοῦται καὶ ποιεῖ τὰ εἰρημένα ἀνωτέρω.

“而且常常可以在外部场所见到这种情况发生。” 这是哪种“情况”?相互包围作用的情况。因为我们在冬天看到从水井中冒出大量水气;不过,即便生成很多,但无论如何它还是被外部的冷却所熄灭;因为它是朝向冷却运动的。因此它并不变得充足;因为不被允许。在夏天也是,纵使由于深处有冷却而散发出的水气很少,但无论如何并不以这种方式被熄灭;因为周围包裹之物是温热的。因此它一部分一部分地堆积起来并成为大量的水气,这在夏天聚集的水气在冬天发生质变,并造成上述的诸现象。

§1.13.10

"Αὐτὸ δὲ τὸ ὕδωρ οὐ πήγνυται, καθάπερ ἐν τῷ περὶ τὰ νέφη τόπῳ." Ὕδωρ λέγει τὴν ἀτμίδα. ἐντεῦθεν δὲ χωρεῖ ἐπὶ τὸ τελευταῖον. καὶ ἀπορεῖ, διὰ τί μὴ ἔστι τὸ ἀναλογοῦν τῇ χαλάζῃ.

“而水本身并不冻结,正如在云层周围的场所中那样。” 他把水气称为“水”。从这里起他进而讨论最后一个问题。并且他提出疑难:为什么没有与冰雹相当之物。

§1.13.11

"Ἐκεῖθεν γὰρ τρία τινὰ φοιτᾷ σώματα." Ἐκεῖθεν τουτέστιν ἀπὸ τοῦ τῶν νεφῶν τόπου. φέρεται γὰρ ὑετός, χάλαζα καὶ χιών· καὶ τούτοις μὲν δύο ἀναλογοῦντα εὑρήσεις πάχνην καὶ δρόσον, πάχνην μὲν χιόνι, δρόσον δὲ ὑετῷ, τῇ δὲ χαλάζῃ οὐδὲν ἀναλογεῖ. σαφῶς περὶ τούτου αὐτοῦ Ἀριστοτέλης παραδίδωσιν.

“因为从那里会来三种某类的物体。” “从那里”,也就是从云层的场所。因为雨、冰雹和雪被输送而来;而对应于这些,你会发现霜和露这两个相对应者,霜对应于雪,露对应于雨,但对于冰雹却没有任何相当之物。亚里士多德就此本身作了明确的传授。

§1.13.12

"Οὐ γὰρ ἂν ἐπήγνυτο ἔτι πολλῆς οὔσης θερμότητος, εἰ μὴ ἐπεκράτει τὸ ψυχρόν." Δόγμα Ἀριστοτελικόν, ὅτι τὸ ψυχρὸν τὸ μᾶλλον θερμὸν τοῦ ἧττον θερμοῦ ψύχοντος ψυχρότερόν ἐστιν.2

“因为如果不是寒冷占了上风,在仍有大量热量存在时它是不会冻结的。” 这是一条亚里士多德式的学说:冷却更热之物的冷,比冷却没那么热之物的冷更加寒冷。

§1.13.13

"Τὸ δὲ αἴτιον εἰποῦσι περὶ χαλάζης ἔτι ἔσται δῆλον." Πρὶν λύσει τὴν ἀπορίαν, τὰ ἴδια παραδίδωσι τῆς χαλάζης· τούτων γὰρ παραδοθέντων δῆλον ἔσται καὶ διὰ τί μὴ ἔστι τι ἀναλογοῦν τῇ χαλάζῃ.

“而在谈论过冰雹的人看来,其原因将还会是清楚的。” 在解决这一疑难之前,他传授了冰雹的固有属性;因为一旦传授了这些,为什么没有任何与冰雹相当之物也将变得清楚。

§1.13.14

"Τὰ μὴ πλανῶντα καὶ τὰ δοκοῦντα εἶναι ἀνάλογα." Μὴ πλανῶντα εἶπε τὸ πρῶτον, ὅτι πῆξίς ἐστιν ὕδατος, ἀνάλογα δὲ τὰ λοιπὰ δύο, ὅτι ἡ χάλαζα ἧττον χειμῶνος γίνεται καὶ ἐν τῷ κατάγεσθαι πήγνυται. σαφῶς δὲ τὰ εἰρημένα ἐν τῇ θεωρίᾳ παραδίδωσιν.

“不令人产生误解之事与看似相当之事。” 他把第一点称为“不令人产生误解之事”,即它是水的冻结;而把其余两点称为“相当之事”,即冰雹在冬天生成较少,并且在降落过程中冻结。而他明确地传授了大意通论中所论述的事项。

语法注2 条
  1. 1.13.8δηλοῖ δὲ τὸ τῶν τριῶν στοιχείων καταληκτικὸν εἶναι αὐτὸ πλὴν γῆς διὰ τὸ δυσκίνητον

    主动词 δηλοῖ 带有“宾格加不定式”结构(αὐτὸ... εἶναι)作为宾语,代词 αὐτό 指代前文提及的字母 rho(ρ)。除外短语 πλὴν γῆς 支配属格,随后的原因结构 διὰ τὸ δυσκίνητον 说明了土被排除的原因(因其难以运动)。

  2. 1.13.12τὸ ψυχρὸν τὸ μᾶλλον θερμὸν τοῦ ἧττον θερμοῦ ψύχοντος ψυχρότερόν ἐστιν

    该句为带有带冠词分词短语的比较句结构:主语是使更热之物冷却的冷气(τὸ ψυχρὸν τὸ μᾶλλον θερμὸν [ψῦχον]),后接表示比较的属格短语 τοῦ ἧττον θερμοῦ ψύχοντος(相比于使较不热之物冷却者),表语为比较级 ψυχρότερόν ἐστιν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:90.20-91.28