- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:89.14-90.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗对亚里士多德《气象学》347a26–347b3进行逐句注解,阐释了露与霜为何在高山不生成,以及由于相互包围作用,风的作用在本都地区如何发生反转。
" Γίνεται δὲ ἄμφω αἰθρίας τε οὔσης καὶ νηνεμίας." Ἄμφω, δρόσος φησὶ καὶ πάχνη· περὶ τούτων γὰρ ὁ λόγος. καὶ ἰδοὺ τὸ ἓν κοινόν. τὰ δ’ ἄλλα δύο αὐτὸς λέγει, σαφῆ δέ εἰσιν ἐκ τῶν ἀνωτέρω ἡμῖν εἰρημένων.
“而两者都在既晴朗又无风时生成。” 他说,“两者”是指露与霜;因为论述是关于它们的。看哪,这就是一个共同属性。至于另外两个属性,是他亲自陈述的,并且从我们上面所说的事情中是清楚的。
"Σημεῖον δέ, ὅτι γίνεται ταῦτα διὰ τὸ πόρρω μετεωρίζεσθαι τὴν ἀτμίδα." Πρόδηλον, φησίν, ὅτι πάχνη καὶ δρόσος περὶ τὸν κάτω γίνονται τόπον ἐκ τοῦ ἐν τοῖς ὑψηλοῖς ὄρεσι μηδὲν τούτων γίνεσθαι· ἡ γὰρ ἀτμὶς οὐ φέρεται μέχρις ὕψους, ἢ ὅτι πολλή ἐστιν ὑγρότης καὶ ὑπὲρ τὴν ἀναλογίαν τῆς θερμασίας καὶ ἀπόλλυται ὑπ’ αὐτῆς,1 ἢ ὅτι ὁ ἀὴρ ὁ ἐν τοῖς ὑψηλοῖς κεκίνηται μᾶλλον διὰ τὸ πλησιάζειν ἐν τῷ ἀέρι κύκλῳ φερομένῳ. κινουμένου οὖν τοῦ ἐν τοῖς ὑψηλοῖς τόποις ἀέρος οὐ συγχωρεῖται ἡ ἀτμὶς ἐνεχθῆναι ἡ ποιοῦσα δρόσον καὶ πάχνην, διότι ὀλίγη ἐστίν. ἡ γὰρ ὑετὸν ποιοῦσα καὶ χιόνα καὶ χάλαζαν δύναται ἐν ὕψει ἐνεχθῆναι, διότι καὶ πολλή ἐστιν ἡ ἀτμὶς καὶ ὑπὸ ἰσχυρᾶς θερμασίας μετεωρίζεται.
“证据是,这些生成是因为水气被远距离地升腾。” 他说,从高山之上不生成这些中的任何一个,便清楚显明霜与露生成于下方场所;因为水气并不会被带至高处,或者是因为水分充足且超过了热量的比例而[热量]被它所消灭,或者是因为高处的空气由于邻近作圆周运动的空气而受到更剧烈的运动。因此,当高处的空气处于运动中时,产生露与霜的水气不被容许被带上去,因为它很稀少。因为产生雨、雪和冰雹的水气之所以能被带至高处,是因为水气既充足又被强烈的热量升腾起来。
"Γίνεται δὲ ἡ δρόσος μᾶλλον ἁπανταχοῦ νότιος ἢ βόρειος." Ἐντεῦθεν τὰ ἴδια δρόσου καὶ πάχνης λοιπὸν παραδίδωσι.
“但露在各地更多是在南风而非北风时生成。” 从这里起,他随即传授露与霜的固有属性。
"Πλὴν ἐν τῷ Πόντῳ." Τὸ καὶ ἐν τῇ θεωρίᾳ εἰρημένον, ὅτι ἐν τῷ Πόντῳ ἐναντίως ἔχει καὶ τοῦ μὲν βορρᾶ πνέοντος δρόσος γίνεται, τοῦ δὲ νότου πάχνη.
“除在本都外。” 这正如在大意通论中所说的那样:在本都情况相反,北风吹拂时生成露,而南风吹拂时生成霜。
"Αἴτιον δὲ ὁμοίως καὶ τὰ ἑξῆς." Τὴν αἰτίαν ἀποδιδούς, δι’ ἣν ἐν τῷ Πόντῳ ὑπεναντίως ἔχει, φησὶ ταῦτα, ὅτι διὰ τὴν αὐτὴν αἰτίαν ταῦτα γίνονται, δι’ ἣν καὶ ἐπὶ ἡμῶν. ἀλλ’ ἵνα νοήσῃς τὸ λεγόμενον, ἐντεῦθεν ἄρχομαι. ὁ βορρᾶς παρ’ ἡμῖν ὡς ψυχρὸς ὢν καὶ συνάγων χειμῶνα ποιεῖ, ὁ δὲ νότος ὡς θερμὸς ὢν καὶ διαλύων εὐδίαν. γίνεται οὖν ἡ μὲν δρόσος εὐδίας οὔσης, ἡ δὲ πάχνη χειμῶνος. ἐν δὲ τῷ Πόντῳ ἀντιπεπονθότως· ὁ μὲν νότος χειμῶνα ποιεῖ, ὁ δὲ βορρᾶς εὐδίαν διὰ τὴν ἀντιπερίστασιν. εἰ δὲ τοῦτο, καὶ ἐν Πόντῳ εὐδίας μὲν οὔσης δρόσος γίνεται, χειμῶνος δὲ πάχνη. ἀλλ’ ἐν τούτῳ διαφέρει, ὅτι ἄλλος μὲν ἄνεμος ποιεῖ παρ’ ἡμῖν χειμῶνα, ἄλλος δὲ ἐν τῷ Πόντῳ· ὁμοίως δὲ καὶ εὐδίαν.
“其原因同样如此,等等。” 在说明本都何以情况相反的原因时,他说了这些:它们生成的原因,与在我们这里生成的原因是完全相同的。但为了你能理解所说的话,我从这里开始讲起。在我们这里,北风由于寒冷且使之凝缩而造成严寒,而南风由于温暖且使之消散而造成晴好。因此露在晴好时生成,而霜在严寒时生成。但在本都则相互倒错:由于相互包围作用,南风造成严寒,而北风造成晴好。若是如此,在本都也是晴好时生成露,严寒时生成霜。但区别在于:在我们这里造成严寒的是一种风,而在本都则是另一种风;晴好的情况亦是如此。
"Ὥστε ἐκ χειμῶνος τῆς ἀναθυμιάσεως2 σβέννυσι τὴν θερμότητα." Ἐπειδὴ ψυχρός ἐστιν ὁ βορρᾶς καὶ διὰ τοῦτο χειμῶνα ποιεῖ, ἀνάγκη γίνεται πάχνη· σβέννυται γὰρ ἐκ τῆς ψυχρᾶς ἀναθυμιάσεως ἡ θερμασία ἡ ἐν τῇ ἀτμίδι. πλὴν ταῦτα λέγει ὡς ἐπὶ τῆς ἡμετέρας οἰκήσεως.
“以至于从寒冷的发散物中熄灭了热量。” 既然北风是寒冷的,并由此造成严寒,霜便必然生成;因为水气中的热量被寒冷的发散物所熄灭。不过,他是把这些作为在我们这片居留地的情况而论述的。
- 1.13.3ἀπόλλυται ὑπ’ αὐτῆς
涉及被动动词 ἀπόλλυται 的主语与代词 αὐτῆς 的先行词的判定。根据前文的论据 ὑπὲρ τὴν ἀναλογίαν τῆς θερμασίας(超过了热量的比例),将省略的主语理解为“热量”(ἡ θερμασία),而介词短语 ὑπ’ αὐτῆς(被它)指代前述阴性名词“水分/潮湿”(τῆς ὑγρότητος)。即过量的水分消灭了原本能带其上升的热量。
- 1.13.7ἐκ χειμῶνος τῆς ἀναθυμιάσεως
引文短语中属格关系的理解。正如奥林匹奥多罗随后的转述“ἐκ τῆς ψυχρᾶς ἀναθυμιάσεως”(由寒冷的发散物)所示,名词属格 χειμῶνος(寒冷/冬季的)对后面的 τῆς ἀναθυμιάσεως 起到性质/形容词性修饰作用,构成“从如严冬般寒冷的发散物中”的整体结构。
