- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:87.24-89.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁讨论了露与霜的共同特征、固有特征以及本都地区的倒错现象,并为了解决大地附近为何没有冰雹类似物的问题,进而考察了冰雹的定义及其三个固有属性(属于水的冻结、在春秋季更剧烈、属于运动中之水的凝固)。
" Γίνεται δὲ ἄμφω αἰθρίας τε οὔσης καὶ νηνεμίας." Ἡ μετὰ χεῖρας λέξις τὰ κοινὰ καὶ ἴδια παραδίδωσιν ἡμῖν δρόσου καὶ πάχνης. καὶ πρῶτον κοινὸν τοῦτο, ὅτι ὥσπερ δρόσος ἐν τῷ κατωτάτῳ γίνεται τόπῳ, οὕτω καὶ ἡ πάχνη. δεύτερον κοινόν, ὅτι ἑκάτερον αὐτῶν ἐφημερινὴν ἔχει τὴν γένεσιν. τρίτον, ὅτι γίνονται ταῦτα μᾶλλον αἰθρίας τε καὶ νηνεμίας οὔσης· οὔτε γὰρ λάβρου ἀνέμου ὄντος ἕν τι τούτων γίνεται (διασκορπίζεται γὰρ ἡ ἀτμὶς ὑπὸ τῆς τοῦ ἀνέμου βιαίας κινήσεως) οὔτε μὴν ὑετοῦ καταγομένου· καταβαπτίζεται γὰρ καὶ οἷον ἐπὶ γῆν ἀποδιώκεται ἡ ἀτμίς. ταῦτα τὰ κοινά. ποῖα δὲ τὰ ἴδια; ὅτι ἡ μὲν δρόσος γίνεται ἐν τοῖς ἀλεεινοτέροις μάλιστα καιροῖς καὶ τόποις, ἡ δὲ πάχνη ἐν τοῖς ψυχροτέροις, καὶ ὅτι ἡ μὲν δρόσος γίνεται νοτίων πνευμάτων ἐπικρατούντων, ἡ δὲ πάχνη τῶν βορείων. πλὴν τοῦτο ἐπὶ πάσης χώρας ἀληθὲς πλὴν τοῦ Πόντου· ἐκεῖ γὰρ ἀντιπεπονθότως ἔχει,1 καὶ τοῦ μὲν βορρᾶ πνέοντος δρόσος κατάγεται, τοῦ δὲ νότου πάχνη γίνεται. αἴτιον δὲ τούτων ἡ ἀντιπερίστασις. ἐπειδὴ γὰρ ὁ Πόντος ψυχρός ἐστιν, ἐὰν πνεύσῃ βορρᾶς ψυχρὸς ὤν, ἐπιτείνει τὴν ψύξιν, καὶ λοιπὸν χωρεῖ παρὰ τὸ βάθος τῆς ἀτμίδος ἡ θερμασία καὶ μὴ εὑρίσκουσα διέξοδον πολυπλασιάζεται· καὶ πολλῆς οὔσης χύσις γίνεται καὶ πίπτει δρόσος. εἰ δὲ νότος πνεύσει, τοὐναντίον κατάγεται πάχνη διὰ τὸ πολυπλασιάζεσθαι τὸ ψυχρὸν ἀποκλειόμενον. ταῦτα μὲν οὖν περὶ δρόσου καὶ πάχνης. ἔχει δὲ ἐντεῦθεν καὶ τὰ περὶ ὑετοῦ καὶ χιόνος. ἃ γὰρ εἴρηται περὶ τούτων, ταῦτα δεῖ καὶ ἐπὶ τούτων ἐννοεῖν· ἀναλογεῖ γὰρ ἡ μὲν πάχνη τῇ χιόνι, ἡ δὲ δρόσος τῷ ὑετῷ. ἐκεῖνο δὲ δεῖ μόνον ἀπορῆσαι, τί δήποτε μὴ ἔστι τὸ ἀναλογοῦν τῇ χαλάζῃ ἐν τῷ περὶ γῆν τόπῳ, ἀλλ’ ἐν μὲν τῷ ἄνω τρία γίνονται, ἐν δὲ τῷ κάτω δύο. αὕτη μὲν ἡ ἀπορία. θέλων δὲ τὴν λύσιν αὐτῆς παραδοῦναι, ὅπερ πεποίηκεν ἐν τῷ δευτέρῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως, ζητῶν περὶ τοῦ τόπου εἴτε διάστημά ἐστι εἴτε ἐπιφάνεια (οὐ πρότερον τοῦτο ἔλυσε πρὶν τὰ ἴδια τούτῳ παραδοῦναι), τοῦτο καὶ νῦν ποιεῖ,2 καὶ πρὶν λῦσαι τὴν ἀπορίαν, τὰ ἴδια καὶ ἐξαίρετα τῆς χαλάζης παραδίδωσιν. εἰσὶ δὲ πρῶτον μέν, ὅτι ἡ χάλαζα πῆξίς ἐστιν ὕδατος, ἐπειδὴ καὶ ὁ κρύσταλλος πῆξίς ἐστιν ὕδατος πολλὴν πρὸς τὴν χάλαζαν ἔχων τὴν οἰκειότητα. καὶ οὕτω λευκὴ χάλαζα καὶ διαφανὴς καὶ βαρεῖα ὡς ὁ κρύσταλλος. τοῦτο πρῶτον. δεύτερον ἴδιον· ἡ χάλαζα μᾶλλον λαβρότερον φέρεται ἔαρος καὶ φθινοπώρου ἤπερ χειμῶνος. καὶ ἄπορον, πῶς ἡ χάλαζα πῆξιν δηλοῦσα οὐκ ἐν τῇ ψυχροτέρᾳ μᾶλλον ὥρᾳ γίνεται. τούτου δὲ τὴν λύσιν ἐν τοῖς οἰκείοις τόποις ἑξῆς ἀποδίδωσι. τοῦτο δὲ μόνον χρὴ εἰδέναι, ὅτι ἄλλο ὀπώρα καὶ ἄλλο θέρος· τὸ γὰρ θέρος εἰς δύο διαιρεῖται, εἰς θέρος, ὅταν ὁ ἥλιός ἐστιν ἐν Καρκίνῳ καὶ Παρθένῳ, καὶ εἰς ὀπώραν, ἡνίκα ἐστὶν ὁ ἥλιος ἐν Λέοντι, ὅταν ὁ Σείριος φαίνηται, λοιπὸν ὃν καὶ ὁ ποιητὴς διὰ τὴν ὀπώραν καὶ ὀπωρινὸν ἐκάλεσεν. ὅτι δὲ ἔστιν ὀπώρα, δηλοῖ τὸ τὴν ἑξῆς ὥραν φθινόπωρον καλεῖσθαι ὡς ἂν μετὰ τὴν φθίσιν τῆς ὀπώρας ἐπιγινομένην. τοῦτο δεύτερον ἴδιον. τρίτον ἴδιον, ὅτι ἡ χάλαζα πῆξίς ἐστιν ὕδατος οὐχ ἱσταμένου, ἀλλὰ κινουμένου. ἀπορίαν γὰρ ἔχει κἀνταῦθα ὁ λόγος, πότερον ἄνω μένοντος τοῦ ὕδατος γίνεται ἡ πῆξις. πρόδηλον· οὐκ ἐνδέχεται δὲ τὸ ὕδωρ τοῦτο μένειν ἄνω καὶ οὕτω πήγνυσθαι. † ἅμα γὰρ ἡ ἀτμὶς εἰς ὕδωρ μεταβληθῇ,3 οὐ μένει ἄνω, ἀλλὰ κάτω φέρεται διὰ τὸ σύμφυτον τοῦ ὕδατος βάρος. οὐκ ἐνδέχεται οὖν ἱσταμένου τοῦ ὕδατος γίνεσθαι τὴν πῆξιν. εἰ δέ τις εἴπῃ, ὅτι οὐκ ἄτοπον γενέσθαι τὴν χάλαζαν πολλῆς χιόνος συναγομένης καὶ ἑνουμένης, ὥσπερ γίνεται καὶ ἐπὶ τῶν ψεκάδων (πολλαὶ γὰρ συμβαίνουσαι ψεκάδες μικραὶ ἀποτελοῦσι μίαν μεγάλην), ἐροῦμεν, ὅτι οὐκ ἐνδέχεται· ψεκὰς γὰρ ψεκάδι σύνεισιν εἰς μείζονος ψεκάδος γένεσιν, χιὼν δὲ χιόνι οὐ συνέρχεται, διότι τὰ μὲν ὑγρὰ συνέρχεται, τὰ δὲ πεπηγότα συνελθεῖν καὶ ἑνωθῆναι οὐ δύνανται. ἀδύνατον οὖν ἄνω γενέσθαι τὴν πῆξιν. τί οὖν λείπεται; ὅτι ἐν τῷ κατιέναι ἡ πῆξις γίνεται, διότι πολύ ἐστι τὸ διάστημα. ἐντεῦθεν ἔχεις, διὰ τί μὴ γίνεται καὶ ἐν τῷ κάτω τόπῳ τὸ ἀναλογοῦν χαλάζῃ, ἐπειδὴ μὴ ἔστι πολὺ τὸ διάστημα. πλὴν ταῦτα ἀκριβέστερον ἐν τῇ μελλούσῃ θεωρίᾳ μαθησόμεθα. ταῦτα δὴ ἔχει ἡ θεωρία.
“而两者都在既晴朗又无风时生成。” 眼前的文句向我们传授了露与霜的共同属性和固有属性。而第一个共同属性是:正如露生成于最低的场所,霜也是如此。第二个共同属性是,它们各自都具有仅持续一天的生成过程。第三,它们更多在既晴朗又无风时生成;因为既不是在狂风大作时生成它们中的任何一个(因为水气被风的剧烈运动所吹散),也不是在降雨时生成;因为水气被压下并仿佛被驱赶回地面。这些是共同属性。那么哪些是固有属性呢?即露主要生成于更温和的时节和场所,而霜生成于更冷的地方;并且露是在南风占优势时生成,而霜是在北风占优势时生成。只不过这一点除本都外在各地都属实;因为那里的情况相互倒错,北风吹拂时露水降下,而南风吹拂时则生成霜。而这些现象的原因是相互包围作用。因为本都本就寒冷,若是吹起同属寒冷的北风,便加剧了冷却,于是热量退入水气的深处,由于寻不到出口而倍增;而由于热量充足,便产生溶解而降下露水。但若是吹起南风,则相反地降下霜,这是因为被闭锁的冷气倍增所致。关于露和霜的事情就是这些。由此也可以掌握关于雨和雪的事情。因为关于前者所说的那些话,对于后者也应当予以考虑;因为霜与雪类似,而露与雨类似。唯独应当探讨这个问题:究竟为何在环绕大地的场所没有与冰雹类似之物,而是在上方场所生成三者,在下方场所仅生成两者?这就是疑难所在。而他为了给出其解答,正如他在《物理学》第二卷[实为第四卷]探究场所是间隔还是表面时所做的那样(在向其赋予固有属性之前,他并没有解决这个问题),他现在也这样做了,并在解决这一疑难之前,先传授冰雹所固有和特异的性质。首先是,冰雹是水的冻结,因为坚冰也是水的冻结,与冰雹有着极大的亲缘性。因此冰雹就像坚冰一样,是洁白、透明且沉重的。这是第一点。第二个固有属性:冰雹在春季和秋季比在冬季下得更为猛烈。而令人困惑的是,表明冻结的冰雹为何不在更冷的时令更多地生成。对于这一点的解答,他在接下来的适宜之处予以给出。但唯独应当知道这一点:季夏与盛夏是不同的;因为夏分为二,其一是当太阳在巨蟹座和处女座时的盛夏,其二是当太阳在狮子座、天狼星显现时的季夏,诗人[荷马]也因季夏而将这颗星称为“季夏之星”。而存在季夏这一点,由随后的时令被称为“秋季”(如同在季夏衰亡之后随之发生)所表明。这是第二个固有属性。第三个固有属性是,冰雹不是静止的水而是运动的水的冻结。因为在这一点上论证也面临疑难:冻结究竟是在水停留在上方时发生的吗?显而易见:这水是不可能停留在上方并由此冻结的。†因为水气一旦转化为水†,由于水固有的重量,它便不会停留在上方,而是向下运动。因此,冻结不可能在水静止时发生。如果有人说,许多雪聚集并结合而生成冰雹并非不合理,正如在细雨中发生的那样(因为许多小的细雨相遇便形成一个大的雨滴),我们将说这是不可能的;因为细雨可以与细雨相合而生成更大的细雨,雪却不能与雪结合,因为流体可以结合,而已冻结之物则不能结合并成为一体。因此冻结不可能在上方发生。那么还剩下什么可能?即冻结是在下降过程中发生的,因为距离很大。由此你便可以明白,为何在下方场所不会生成与冰雹类似之物,正是因为距离并不大。不过,这些事情我们在接下来的探讨中将会更精确地了解。这就是本讲的内容。
- 1.13.1ἀντιπεπονθότως ἔχει
由动词 ἀντιπάσχω 的完成时分词副词形式 ἀντιπεπονθώς 与 ἔχει 构成的惯用表达,意为“处于相互对立/倒错的关系中”或“成反比例”。在此指风向与气象产物之间的对应关系与通常情况恰好相反。
- 1.13.1ὅπερ πεποίηκεν ἐν τῷ δευτέρῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως, ζητῶν περὶ τοῦ τόπου εἴτε διάστημά ἐστι εἴτε ἐπιφάνεια (οὐ πρότερον τοῦτο ἔλυσε πρὶν τὰ ἴδια τούτῳ παραδοῦναι), τοῦτο καὶ νῦν ποιεῖ
关系代词从句置于主句指示代词 τοῦτο 之前的倒置结构。其骨架为 ὅπερ πεποίηκεν [...] τοῦτο καὶ νῦν ποιεῖ(“正如他在……中所做的那样,他现在也正是这样做的”)。其中插入的否定分句 οὐ πρότερον [...] πρίν...(“在传授……之前未曾解决……”)补充说明了此前方法的具体内容。
- 1.13.1ἅμα γὰρ ἡ ἀτμὶς εἰς ὕδωρ μεταβληθῇ
时间连词 ἅμα 带有虚拟式动词(μεταβληθῇ),表示“一……就……”的立即发生关系。尽管底本在此处标有文本存疑的剑号(†),但其句法功能相当于 ἅμα ὡς ἂν μεταβληθῇ 或 ἅμα τῷ μεταβληθῆναι,解作“水气一旦转化为水”。
