← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§86.1-87.22

露与霜的生成及霜与雪寒冷程度的论证

奥林匹奥多鲁解释了太阳的黄道倾斜运动与大气中水循环(雨与细雨)的对应关系,进而探讨近地面露与霜的生成条件。他从亚里士多德的论述中梳理并总结出证明霜比露更冷、雪比冰雹更冷的若干论证,涉及生成质料、冻结程度、季节地域以及触觉阻抗感的错觉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12.15

" Ἅμα γὰρ ἐκεῖνος εἰς τὰ πλάγια μεταβάλλει, οὗτος δὲ ἄνω καὶ κάτω." Ἐπειδή, ὡς εἴρηται, οὐκ ἔστιν ἐπὶ κύκλου εἰπεῖν τὸ ἄνω καὶ κάτω πρὸς τὸ κατὰ κορυφὴν ἀφορῶντα.1

“因为在前者转向倾斜的同时,后者[转向]上方和下方。” 因为正如所言,对于着眼于头顶天顶的人而言,关于圆环是不能谈论上方和下方的。

§1.12.16

"Καὶ τοῦτο ἐνδελεχῶς ἐθέλει γίνεσθαι κατὰ τὴν τάξιν." Τί οὖν; ἀδιαλείπτως ὤφειλεν ὕδωρ κατάγεσθαι καὶ μηδέποτε καταλείπειν. τί οὖν ῥητέον; ὅτι αὐτὸς ἐπελύσατο εἰρηκὼς κατὰ τὴν τάξιν. τοιαῦτα γὰρ τὰ ἐπιτήδεια ἀδιαλείπτως κατὰ τὴν τῶν ὡρῶν τάξιν γινόμενα.

“而此事倾向于按秩序连续发生。” 那么怎么说?难道水应当不间断地下落而永不停止吗?那么该说什么呢?应当说他自己通过说了“按秩序”而解决了这个问题。因为正是这种具备适宜条件的事物,按照时令的秩序而不间断地发生。

§1.12.17

"Καί τισι διαφοραῖς αὐτῶν." Τισὶ δὲ διαφοραῖς εἶπεν, ὡς ἔχει ἐπὶ ψεκάδος καὶ ὑετοῦ· τὸ γὰρ κατὰ μέρος καταγόμενον ὕδωρ ψεκὰς λέγεται, τὸ δὲ ἀθρόως ὑετός, ἡ μὲν διὰ τὸ ἐοικέναι ψήγμασι λεπτοτάτοις, ὁ δὲ ἀπὸ τοῦ ὕδατος τοῦ καταγομένου.

“以及由于它们之间的某些差异。” 他说“由于某些差异”,正如细雨与大雨的情况;因为零星降下的水被称为细雨,而聚骤降下的被称为大雨,前者源于类似极其细微的碎屑,后者源于降下的水自身。

§1.12.18

"Ἐκ δὲ τοῦ καθ’ ἡμέραν ἀτμισθέντος." Ἐντεῦθεν περὶ τῆς δρόσου βούλεται εἰπεῖν καὶ τῆς πάχνης, ὅτι ἡ θερμασία ἐλάττων οὖσα ἕλκει καὶ ἀτμίδα καὶ ἀπολύει αὐτὴν ὡς ἀσθενὴς εὐθέως, καὶ κάτω μένουσα συμπήγνυται καὶ ποιεῖ τὴν πάχνην, ἢ ἀλλοιοῦται καὶ πήγνυται καὶ ποιεῖ τὴν δρόσον. καὶ ταῦτά ἐστι τὰ δύο μόνον· οὐ γάρ ἐστιν, ὡς εἴρηται, τὸ ἀνάλογον ἐνταῦθα τῇ χαλάζῃ. πλὴν ἐπειδὴ διεσπαρμένως βούλεται δεῖξαι ψυχροτέραν οὖσαν τὴν πάχνην δρόσου, εἰ δοκεῖ συναγάγωμεν ταῦτα. ἡ πάχνη ψυχροτέρα ἐστίν, εἴ γε θερμαινομένη δρόσος γίνεται. δεύτερον ἐπιχείρημα· ἡ πάχνη ἐκ τῆς ἀτμίδος πηγνυμένης γίνεται· πρόδηλον, ὅτι ψυχροτέρα ἐστίν. ἵνα γὰρ ψῦξιν ὑπομείνῃ τὸ θερμόν, πολλή ἐστιν ἡ γινομένη ψύξις ἤπερ ἵνα τὸ ψυχρὸν παγῇ.2 οὕτως γὰρ καὶ ὕδωρ ῥᾷστα πήγνυται ἤπερ οἶνος. τρίτον ἐπιχείρημα· εἰ ἡ μὲν πάχνη ἐν τοῖς ψυχροτάτοις γίνεται χωρίοις, ὥσπερ οὖν δὴ καὶ ἐν τῇ ψυχροτάτῃ ὥρᾳ, οἷον τῷ χειμῶνι, ἡ δὲ δρόσος ἐν τοῖς εὐκράτοις μᾶλλον τόποις καὶ ἐν ἔαρι μᾶλλον καὶ φθινοπώρῳ, πρόδηλον ὅτι ἡ πάχνη ψυχροτέρα τῆς δρόσου. οὕτω καὶ ἡ χιὼν ψυχροτέρα τοῦ ὑετοῦ. ἆρα δὲ τί ψυχρότερον, χιὼν ἢ χάλαζα; καὶ ῥητέον, ὅτι χιών, εἴ γε ἡ μὲν χιὼν τοῦ θερμοῦ, φημὶ δὴ τῆς ἀτμίδος, δηλοῖ πῆξιν, ἡ δὲ χάλαζα τοῦ ὕδατος. ὥσπερ δὲ χιὼν χαλάζης ψυχροτέρα, οὕτως καὶ πάχνη κρυστάλλου. πλὴν διὰ τὸ ἀντιβαίνειν χάλαζα χιόνος δοκεῖ εἶναι ψυχροτέρα3 καὶ κρύσταλλος πάχνης, καθάπερ ὁ πεπυρακτωμένος σίδηρος τῆς φλογὸς δοκεῖ εἶναι θερμότερος· διὰ γὰρ φλογὸς παράγομεν τὴν χεῖρα, οὐ τολμῶμεν δέ ποτε ἅψασθαι τοῦ πεπυρακτωμένου σιδήρου.

“而从每日蒸发出的东西中。” 从这里起他意在谈论露与霜,即热量较少时也会吸引水气,但由于微弱而随即释放它,而留在下方的水气凝固便形成霜,或者发生变化并凝结而形成露。并且仅有这两种;因为正如所言,在这里不存在与冰雹类似的东西。但既然他意在分散地证明霜比露更冷,如果合适的话,让我们把这些论证汇集起来。霜是更冷的,如果说被加热时它确实会变成露。第二个论证:霜来自水气的冻结;显而易见它是更冷的。因为为了使温热之物承受冷却[而冻结],所产生的冷却比起冷物冻结要大得多。实际上水也是这样比酒容易得多地冻结。第三个论证:如果霜生成于最冷的地域,正如在最冷的时令即冬季一样,而露生成于更温和的场所,且主要在春季和秋季,显而易见霜比露更冷。同样,雪也比雨更冷。那么雪和冰雹哪一个更冷呢?应当说雪更冷,如果说雪表明温热之物(我指的是水气)的冻结,而冰雹表明水的冻结。而正如雪比冰雹更冷,霜也同样比坚冰更冷。只不过由于具有阻抗感[即坚硬致密],冰雹看起来比雪更冷,坚冰看起来比霜更冷,正如烧红的铁看起来比火焰更热一样;因为我们可以让手从火焰中一穿而过,却决不敢去触碰烧红的铁。

§1.12.19

"Πρὶν εἰς ὕδωρ συγκριθῆναι πάλιν." Ἰδοὺ τέως ἓν ἐπιχείρημα, ὅτι ἡ πάχνη ψυχροτέρα· λυομένη γὰρ εἰς ὕδωρ μεταβάλλεται.

“在它重新聚合为水之前。” 看哪,暂且有一个论证,即霜是更冷的;因为它融化时便转化为水。

§1.12.20

"Γίνεται δὲ χειμῶνος καὶ μᾶλλον ἐν τοῖς χειμερίοις τόποις." Ἰδοὺ τὸ ἄλλο ἐπιχείρημα, τὸ γίνεσθαι ἐν τοῖς ψυχροτέροις χωρίοις καὶ ψυχρᾷ ὥρᾳ τὴν πάχνην.

“它生成于冬季,且更多生成于寒冷的场所。” 看哪,另一个论证:霜生成于较冷的地域和寒冷的时令。

§1.12.21

"Δρόσος δὲ ὅταν συγκριθῇ καὶ ἡ ἀτμὶς εἰς ὕδωρ καὶ τὰ ἑξῆς." Τότε, φησί, δρόσος γίνεται, ὅταν ἀλλοιωθῇ ἡ ἀτμίς. ἀλλοιοῦται δὲ οὔτε ὅταν ἐστὶ πολλὴ θερμασία (ἐκδιαφορεῖ γὰρ καὶ ἄνω ἕλκεται) οὔτε ὅταν ἐστὶ πολλὴ πάνυ ψύξις· πάχνη γὰρ γίνεται. διὸ ἐν ταῖς μέσαις ὥραις γίνεται.

“而露则是在水气也聚合成水时[生成],等等。” 他说,露是在水气发生变化时生成的。而它既不是在有大量热量时发生变化(因为这会使其发散,且它会被向上吸引),也不是在极度冷却时发生变化;因为那样会生成霜。所以它生成于居中的时令。

§1.12.22

"Δῆλον γάρ, ὡς ἡ ἀτμὶς θερμότερον ὕδατος." Ἐντεῦθεν τὸ ἄλλο ἐπιχείρημα· αὕτη δὲ πηγνυμένη ποιεῖ τὴν πάχνην, δηλονότι πολλή ἐστιν ἡ ψύξις· ἡ δὲ δρόσος μόνον εἰς ὕδωρ δηλοῖ γινομένην ἀλλοίωσιν.

“因为显而易见,水气比水更热。” 从这里引出另一个论证:此[水气]冻结时形成霜,显然冷却极其剧烈;而露仅仅表明发生转化为水的变化。

语法注3 条
  1. 1.12.15οὐκ ἔστιν ἐπὶ κύκλου εἰπεῖν τὸ ἄνω καὶ κάτω πρὸς τὸ κατὰ κορυφὴν ἀφορῶντα

    宾格分词短语 πρὸς τὸ κατὰ κορυφὴν ἀφορῶντα 在非人称句式 οὐκ ἔστιν(不可能……)中充当不定式 εἰπεῖν 的泛指逻辑主语(“对于着眼于头顶天顶的人而言”)。

  2. 1.12.18ἵνα γὰρ ψῦξιν ὑπομείνῃ τὸ θερμόν, πολλή ἐστιν ἡ γινομένη ψύξις ἤπερ ἵνα τὸ ψυχρὸν παγῇ

    以 πολλή ... ἤπερ(比……更大)为骨架的比较句结构,对比了前半句的 ἵνα 从句(“为了使温热之物承受冷却”)与后半句的 ἵνα 从句(“比冷物冻结”)。

  3. 1.12.18πλὴν διὰ τὸ ἀντιβαίνειν χάλαζα χιόνος δοκεῖ εἶναι ψυχροτέρα

    短语 διὰ τὸ ἀντιβαίνειν 是带冠词中性不定式的介词因果短语,意为“由于产生抵抗/具有阻抗感(坚硬致密)”。χάλαζα 为主语,δοκεῖ εἶναι 为谓语,χιόνος 则是从属于比较级 ψυχροτέρα 的比较属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:86.1-87.22