← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§84.4-85.30

水气凝结复归为水与水的圆周循环

本节注解亚里士多德《气象学》346b26–346b35,论述水气因冷却而凝结复归为水的过程,分析水气、云、雾的定义及其对称关系,并阐释模仿太阳运行的水循环圆周运动,以此批驳诗人们关于大洋的旧说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12.9

" Τῆς δὲ θερμότητος ἀπολιπούσης τῆς ἀναγούσης αὐτό." Τουτέστι τῆς καπνώδους ἀναθυμιάσεως.

“当提升它的热离开时。” 这就是说,烟状蒸发物离开时。

§1.12.10

"Καὶ τῆς μὲν διασκεδαννυμένης πρὸς τὸν ἄνω τόπον, τῆς δὲ κατασβεννυμένης." Ἰδοὺ δύο αἰτίαι, δι’ ἃς καταλιμπάνει ἡ καπνώδης ἀναθυμίασις τὴν ἀτμίδα· ἢ γὰρ ὡς φορτίον αὐτὴν ἀποτρίβεται καὶ χωρεῖ πρὸς τὸ συγγενὲς ἢ φθείρεται ὑπὸ τῆς ἄγαν ψύξεως.

“并且一部分向上方场所散开,另一部分熄灭[时]。” 看哪,烟状蒸发物遗下水气有两个原因:因为要么它像甩落重担一样把它摆脱并走向与其同类之物,要么它被过度的冷却所毁灭。

§1.12.11

"Συνίσταται πάλιν ἡ ἀτμίς." Καλῶς τὸ πάλιν· καὶ γὰρ καὶ πρότερον ὕδωρ ἦν. τὸ γὰρ ὕδωρ ἐξατμισθὲν τὴν ἀτμίδα εἰργάσατο, γίνεται δὲ ὕδωρ ψυχόμενον· ψύχεται δέ, καὶ ὅτι κατέλιπεν αὐτὴν τὸ θερμὸν καὶ ὅτι 〈ἐν〉 ψυχρῷ τόπῳ ἐγένετο· πλησίον γὰρ τοῦ ἀπογείου. γενόμενον δὲ φέρεται πάλιν εἰς γῆν, δι’ ἣν αἰτίαν φέρεται ἐκ τῆς ψύξεως ὠθούμενον χωρεῖν πρὸς τὸ συγγενὲς ὕδωρ.1

“水气再次凝结。” 说“再次”很恰当;因为此前它原本也是水。因为蒸发了的水造成了水气,但被冷却后它又变成了水;它之所以被冷却,既是因为热遗下了它,也是因为它进入了寒冷的场所;因为它靠近远离大地的[冷层]。而一旦变成[水],它就再次被运向大地;它被运移的原因在于,它在冷却的推挤下走向同类的水。

§1.12.12

"Ἔστι δὲ ἡ μὲν ἐξ ὕδατος ἀναθυμίασις ἀτμίς, ἡ δ’ ἐξ ἀέρος εἰς ὕδωρ νέφος.2" Τοῦτό φησιν· ἀπὸ τοῦ ὕδατος εἰς ἀέρα ἐὰν γένηται μεταβολή, διὰ μέσης ἀτμίδος γίνεται· εἰ δέ γε ἀπὸ ἀέρος εἰς ὕδωρ, διὰ μέσου νέφους. παχυμερὲς δέ ἐστι καὶ οὐκ ἀκριβὲς τοῦτο. ἐπί τε γὰρ τῆς ἀπὸ τοῦ ὕδατος εἰς ἀέρα μεταβολῆς γίνεται καὶ ἀτμὶς καὶ νέφος, ὁμοίως καὶ ἀπὸ ἀέρος εἰς ὕδωρ· τὰ γὰρ μέσα τὸ αὐτό, οὔτε πλείονα ὄντα οὔτε ἐλάττονα, ὥσπερ ἔχει καὶ ἐπὶ τῆς ἀπὸ λευκοῦ ἐπὶ μέλαν καὶ ἀπὸ μέλανος εἰς λευκὸν μεταβολῆς. τί οὖν φαμεν; ὅτι τῶν συγγενῶν μάλιστα ἐμνήσθη· συγγενὴς δὲ ὕδατι μὲν ἡ ἀτμίς, ἀέρι δὲ τὸ νέφος.

“来自水的蒸发物是水气,而从空气到水则是云。” 他是这样说的:如果发生从水到空气的变化,乃是通过中介的水气发生;但如果从空气到水,则是通过中介的云。但这很粗略且不精确。因为在从水到空气的变化中,水气和云二者都会生成,从空气到水也是同样;因为中介物是同一的,既不多也不少,正如在由白到黑和由黑到白的变化中也是如此。那么我们该说什么呢?应当说他[亚里士多德]特别提及了与其最为同类者;因为水气与水同类,而云与空气同类。

§1.12.13

"Ὁμίχλη δὲ νεφέλης περίττωμα." Ἐπειδὴ εἶπε, τί μέν ἐστιν ἀτμίς, τί δὲ νέφος, ἵνα μή τις αὐτῷ εἴπῃ ‘καὶ τί ἐστιν ὁμίχλη;’, φησίν, ὅτι περίττωμα τῆς νεφέλης. ὃ γὰρ εὑρέθη ἄγονον ἐν τῇ νεφέλῃ καὶ μὴ δυνάμενον εἰς ὕδωρ μεταβληθῆναι, τοῦτο πίπτει κάτω καὶ ποιεῖ τὴν ὁμίχλην, ὅθεν καὶ ὁμίχλη εὐδίαν σημαίνει. ἔστιν οὖν ὁμίχλη κατὰ Ἀριστοτέλην νεφέλη ἄγονος. ἔδει δὲ εἰπεῖν, ὅτι τὸ ψυχρότερον καὶ ξηρότερον, ὅσον ἐστὶν ἐν τῇ νεφέλῃ, τοῦτό ἐστιν ὁμίχλη· διὸ ὡς μὲν ξηρότερον οὐ μεταβάλλεται εἰς ὕδωρ, ὡς δὲ ψυχρότερον κάτω πίπτει· τὸ γὰρ ψυχρὸν ἀεὶ κατάφορον. ἔχεις οὖν, καὶ διὰ τί κάτω γίνεται ὁμίχλη.

“而雾是云的残余。” 既然他说明了什么是水气,什么是云,为了免得有人问他“那么雾又是什么?”,他说这是云的残余。因为在云中被发现是不育的、无法转化为水的部分,便落向下方而形成雾,因此雾也预示晴朗。因此按照亚里士多德,雾是不育的云。但他本应当说,云中凡是更冷且更干燥的部分,这就是雾;所以它作为更干燥者不会转化为水,而作为更冷者则落向下方;因为冷物总是向下趋向的。于是你也明白了为何雾在下方生成。

§1.12.14

"Γίνεται δὲ κύκλος οὗτος μιμούμενος τὸν ἥλιον." Τί βούλεται ἐνταῦθα εἰπεῖν; αἰνίττεται εἰς τοὺς ποιητὰς λέγοντας Ὠκεανὸν εἶναί ποτε μέν τινα κύκλῳ ὄντα τῆς γῆς καὶ περιέχοντα αὐτήν. οὐ δεῖ γὰρ τοῦτο λέγειν, φησίν, Ὠκεανόν· τὸ γὰρ ὕδωρ οὐ περιέχει τὴν γῆν, ἀλλὰ τοὐναντίον ὑπὸ αὐτῆς περιέχεται· ὡς ἀγγείῳ γὰρ αὐτῇ κέχρηται. ἔπειτα δὲ οὐδὲ κύκλῳ ἐστὶν οὗτος· ἱστόρηται γάρ, ὅτι οὐ πᾶσαν τὴν γῆν περιέχει. ἤθελον οὖν οὗτοι λέγειν Ὠκεανόν * * * αὕτη γὰρ καὶ πᾶσαν τὴν γῆν περιέχει καὶ κύκλος ἐστί, κύκλος δέ ἐστι μιμούμενος τὸν τοῦ ἡλίου κύκλον. ὥσπερ γὰρ ἐκεῖνος ἄνω καὶ κάτω φέρεται, οὕτω καὶ οὗτος ὁ ἀπὸ τῆς ἀτμίδος κύκλος συγκινούμενος τῷ ἡλίῳ. ἄνω γὰρ τοῦ ἡλίου φερομένου, τουτέστι κατὰ κορυφὴν ἡμῶν φερομένου, καὶ αὐτὸς ἄνω φέρεται· ἐξατμίζεται γὰρ πλεῖον καὶ ἀνέλκεται ἐπὶ τὰ ἄνω· κάτω δὲ τοῦ ἡλίου φερομένου καὶ αὐτὸς κάτω φέρεται καὶ εἰς ὕδωρ μεταβάλλεται. οὕτω μᾶλλον καὶ εὖ γε, ὅτι3 τοῦ μὲν θερμοῦ ἐπικρατοῦντος γίνεται ἀὴρ κρεῖττον ὂν στοιχεῖον, τοῦ δὲ ψυχροῦ τὸ ὕδωρ χεῖρον ὄν, εἴ γε τὸ μὲν θερμὸν τῶν κρειττόνων ποιητικόν, τὸ δὲ ψυχρὸν τῶν χειρόνων. καὶ εὖ γε, ὅτι τοῦ ἡλίου γενομένου ἄνω τὸ κρεῖττον στοιχεῖον γίνεται, φημὶ δὴ ὁ ἀήρ, κάτω δὲ τὸ χεῖρον, φημὶ δὴ τὸ ὕδωρ. καὶ τοῦτο γὰρ αἴτιόν ἐστι τοῦ διοικεῖσθαι τὰ τῇδε ὑπὸ τῆς τοιᾶσδε τοῦ ἡλίου κινήσεως. τοῦτον οὖν τὸν κύκλον δεῖ μᾶλλον ὁλότητα λέγειν τοῦ ὕδατος ἤπερ ὥς τινες τὴν θάλατταν, διότι, ὡς φησιν Ἀριστοτέλης ἐφεξῆς ἐν τῷ δευτέρῳ λόγῳ, ὅτι εἰσὶ δύο θάλασσαι πάντη διακεκριμέναι καὶ μὴ συμβάλλουσαι, ἡ Ὑρκανία καὶ ἡ Κασπία. πλήν τινες τῶν ἱστορικῶν ἱστοροῦσιν, ὅτι καὶ αὗται συμβάλλουσιν.

“而这一圆环是模仿太阳生成的。” 他在这里意在说明什么?他是在暗讽那些声称大洋曾是某种环绕大地并包围大地的东西的诗人们。因为他[亚里士多德]说,不应当把这称为大洋;因为水并不包围大地,相反,它被大地所包围;因为它把大地用作容器。其次,它[水]也不是成圆环状的;因为据记载,它并未包围整个大地。因此他们本是想把[……]称为大洋;因为这既包围整个大地,又是一个圆环,而且是模仿太阳之圆环的圆环。因为正如太阳向上和向下运移一样,这个来自水气的圆环也随同太阳一起运动。因为当太阳向上运移时,即运行到我们的头顶天顶时,它自身也向上运移;因为更多的水分蒸发并被向上吸引;而当太阳向下运移时,它自身也向下运移并转化为水。如此更佳且更为妥帖,因为当热占优势时,生成作为更优元素的空气,而当冷占优势时,生成作为较劣[元素]的水,如果说热确实是更优事物的作因,而冷是较劣事物的作因。并且极为妥帖的是,当太阳位于上方时生成更优的元素,我指的是空气,而当位于下方时生成较劣的元素,我指的是水。因为这也是此间事物由太阳的这般运动所统理的原因。因此,更应当把这个圆环,而不是如某些人那样把大海,称为水的总体,因为正如亚里士多德随后在第二卷中所说,存在着两个全然隔绝而不相交汇的大海,即许尔卡尼亚海和里海。然而某些史学家却记载它们也是相交汇的。

语法注3 条
  1. 1.12.11γενόμενον δὲ φέρεται πάλιν εἰς γῆν, δι’ ἣν αἰτίαν φέρεται ἐκ τῆς ψύξεως ὠθούμενον χωρεῖν πρὸς τὸ συγγενὲς ὕδωρ

    中性分词 γενόμενον 的逻辑主语是承接上文的 ὕδωρ(水)。接下来的 δι’ ἣν αἰτίαν φέρεται 作为具有解释性的关系从句结构,说明前述动作(φέρεται)的原因,意为“它之所以被运移,其原因在于它受冷却推挤而走向同类的水”。

  2. 1.12.12ἡ δ’ ἐξ ἀέρος εἰς ὕδωρ νέφος

    标引条目中的省略结构。与前一句 ἡ μὲν ἐξ ὕδατος ἀναθυμίασις 相对称,主语位置省略了 ἀναθυμίασις(或者如奥林匹奥多鲁所阐释的 μεταβολή)。

  3. 1.12.14οὕτω μᾶλλον καὶ εὖ γε, ὅτι

    该句结合了 οὕτω μᾶλλον(“如此更为恰当/更加如此”)与表示赞许认可的叹词短语 εὖ γε(“好极了/至当!”),后接由 ὅτι 引导的原因从句,用以说明这一秩序为何更为合理妥帖。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:84.4-85.30