- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:82.4-84.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗考察了亚里士多德在《气象论》346b16–23中论及下层大气(尤其是贴近大地的区域)及其现象时所用的场所位置界定,并阐释了作为作因的黄道带与太阳运行,以及作为质料因的水气。
" Περὶ δὲ τοῦ τῇ θέσει μὲν δευτέρου τόπου μετὰ τοῦτον, πρώτου δὲ περὶ τὴν γῆν." Δέον εἰπεῖν,1 ὅτι ὑπόλοιπόν ἐστιν εἰπεῖν περὶ τῶν γινομένων ἐν τῷ κάτω ἀέρι, καὶ τούτου δὲ ἐν τῷ ἀπογειοτέρῳ μέρει· ὁ δὲ οὐχ οὕτως. ἀλλὰ τί φησι; δέον εἰπεῖν περὶ τοῦ τῇ θέσει δευτέρου’. δεύτερον καλεῖ τῇ θέσει τὸν περίγειον ἀέρα πρὸς τὸ ὑπέκκαυμα ἀφεωρακώς. οὐχ ὡς πρὸς ἐκεῖνον γὰρ ὁ περίγειος * τῇ θέσει ἐστίν, ἀλλ’ ὡς πρὸς τὸν ἀπόγειον· μετὰ γὰρ τοῦτον δεύτερος τῇ θέσει ὁ περίγειος.
“关于继此之后在位置上居第二、但在围绕大地方面居第一的场所。” 本来应当说,“尚待论述的是在下层空气中生成的事物,并且是论述这[下层空气]中远离大地的部分中所生成的事物”,但他[亚里士多德]却未曾这样说。那么他说的是什么呢?本应说“关于在位置上居第二的场所”。他着眼于引火物,把贴近大地的空气称为在位置上居第二。因为贴近大地的[空气]并不是相对于引火物而在位置上居[第二],而是相对于远离大地的[空气]而言的;因为继此之后,贴近大地的[空气]在位置上居第二。
"Οὗτος γὰρ κοινὸς ὕδατός τε τόπος καὶ ἀέρος ἐστίν." Ὁρᾷς, ὅτι δεύτερον τῇ θέσει εἶπε τὸν περίγειον ὡς πρὸς τὸν ἀπόγειον· ἰδοὺ γὰρ αὐτὸς μεταξὺ αὐτὸν λέγει γῆς καὶ ἀπογείου ἀέρος ἀφεστῶτα πάνυ. εἴπωμεν οὖν, φησί, περὶ τούτου, ἀλλ’ οὐχ ἁπλῶς περὶ τούτου, ἀλλὰ περὶ τῶν γινομένων ἐν αὐτῷ παθῶν. ἀλλ’ ἐπειδὴ περιγείου καὶ ἀπογείου ἐμνήσθημεν, χρὴ εἰδέναι, ὅτι καὶ ἐν τῷ περιγείῳ ἐστὶ ὁ μὲν ἀπόγειος ὁ πλησίον τοῦ ἀπογείου, ὁ δὲ περίγειος ὁ πλησίον τῆς γῆς. καὶ ἐν τῷ ἀπογείῳ ὁ μὲν ἀπόγειος ὁ πλησίον τοῦ ὑπεκκαύματος, ὁ δὲ περίγειος ὁ πλησίον τοῦ περιγείου ἀέρος. τούτων οὕτως ἐχόντων τὸ μὲν περίγειον μέρος τοῦ περιγείου ἀέρος θερμόν ἐστι διὰ τὴν τῶν ἀκτίνων παράτριψιν, τὸ δὲ ἀπόγειον αὐτοῦ μέρος ἐστὶ ψυχρότερον διὰ τὸ εἰς ἀχανίαν λήγειν τὰς ἀκτῖνας· τοῦ δὲ ἀπογείου ἀέρος τὸ ἀνάπαλιν τὸ μὲν περίγειον ψυχρόν· συντρέχει γὰρ καὶ πλησίον ἐστὶ τοῦ ἀπογειοτέρου † τὸ εἶναι πλησίον τῶν ἀστέρων καὶ τοῦ ὑπεκκαύματος καὶ ἐκθερμαίνεσθαι.
“因为这是水和空气共同的场所。” 你可以看到,他是相对于远离大地的空气,把贴近大地的空气称为在位置上居第二的;因为看哪,他自己说它位于大地与远离大地的空气之间,相隔甚远。因此他说,让我们论述这个场所,但并非单纯论述它,而是论述在其中生成的诸情状。然而既然我们提到了贴近大地的[空气]和远离大地的[空气],就应当知道,在贴近大地的空气中,也有靠近远离大地的空气的那部分远离大地的[空气],以及靠近大地的贴近大地的[空气]。而在远离大地的空气中,也有靠近引火物的那部分远离大地的[空气],以及靠近贴近大地的空气的贴近大地的[空气]。在此等情况下,贴近大地的空气中贴近大地的部分由于光线的摩擦而是热的,而其远离大地的部分则因光线消散于空阔之中而更冷;远离大地的空气则恰恰相反,其贴近大地的部分是冷的;因为它汇合且靠近更为远离大地的部分,即靠近星辰和引火物并被加热。
"Καὶ τῶν συμβαινόντων περὶ τὴν ἄνω γένεσιν αὐτῶν." Κατὰ κοινοῦ τοῦτο τὸ λεγόμενον· οὐ γὰρ μόνον δεῖ εἰπεῖν περὶ ὑετοῦ καὶ χιόνος καὶ χαλάζης καὶ πάχνης καὶ δρόσου, ἀλλὰ καὶ τί συμβαίνει ἐν τῇ γενέσει αὐτῶν.
“以及关于它们在上方的生成所附带发生的事物。” 这里所说的话是共同适用的;因为不仅应当论述雨、雪、雹、霜和露,而且应当论述在它们的生成中附带发生何事。
"Ληπτέον δὲ καὶ τούτων τὰς ἀρχὰς καὶ τὰς αἰτίας πάντων ὁμοίως." Ἀρχὰς καὶ αἰτίας ἐκ δύο τὸ αὐτό,2 ἢ ἀρχὴν μὲν εἶπε τὴν ποιητικήν, ἐπειδὴ καὶ ποιητικόν ἐστιν αἴτιον, ὅταν ᾖ ἀρχὴ τῆς κινήσεως· αἰτίαν δὲ εἶπε τὴν ὑλικὴν τῷ γενικῷ ὀνόματι. τί δ’ ἐστὶ πάντων ὁμοίως; ὅτι δεῖ τὴν ποιητικήν, φησίν, αἰτίαν καὶ τὴν ὑλικὴν τῶν πέντε τούτων ὁμοίως λαβεῖν· πάντων γὰρ τούτων προσεχὲς μὲν ποιητικὸν αἴτιον ψύξις, πόρρω δὲ καὶ δευτέρως ὁ ἥλιος· ὑλικὸν δὲ αἴτιον ἡ ἀτμίς. ἀλλὰ πῶς ἥλιος (καθ’ αὑτὸν λέγομεν γὰρ διοικεῖν τὰ τῇδε) δευτέρως καὶ οὐ πρώτως αἴτιος εἴρηται τούτων; καὶ λύομεν, ὅτι ὥσπερ ὁ κυβερνήτης παρὼν μὲν ἐν τῷ σκάφει καθ’ αὑτὸν καὶ πρώτως αὐτὸ σῴζει, ἀπὼν δὲ ἐξ αὐτοῦ καθ’ αὑτὸν μέν, δευτέρως δὲ λέγεται αὐτὸ φθείρειν, οὕτω καὶ ὁ ἥλιος καθ’ αὑτὸν λέγεται ταῦτα ποιεῖν καὶ δευτέρως, ὥσπερ οὖν καὶ φθείρειν καθ’ αὑτὸν πάλιν καὶ δευτέρως.
“并且应当同样地把握所有这些事物的本原和原因。” 以“本原和原因”二者表达同一事物,或者他称作因为“本原”,既然当它是运动的起点时也就是作因;而他以属的名称称质料因为“原因”。何谓“所有事物同样地”?他说,就是应当同样地把握这五种[情状]的作因和质料因;因为所有这些事物的近作因是冷却,远作因和间接作因是太阳,而质料因则是水气。但是太阳(因为我们说它自身在统理此间事物)为何被说成是这些事物的间接原因而非直接原因呢?我们解决这个问题说:正如舵手在船上时自身且直接地拯救船只,而当他不在船上时则被说成自身且间接地毁坏船只一样,太阳也被说成自身且间接地造成这些事物,正如它同样自身且间接地毁坏它们一样。
"Ἡ μὲν οὖν ὡς κινοῦσα καὶ κυρία καὶ πρώτη ἀρχὴ ὁ κύκλος ἐστίν, ἐν ᾧ φανερῶς ἡ τοῦ ἡλίου φορά." Κυρίαν καὶ πρώτην ἀρχὴν λέγει τὴν ποιητικήν, τουτέστι τὸν κύκλον τὸν ζῳδιακόν. τοῦτο οὖν, φησί, φανερῶς ἐστιν ἡ τοῦ ἡλίου φορά, διότι οὗτος ἐν τῷ μέσῳ τοῦ ζῳδιακοῦ δίεισιν. οἱ γὰρ ἄλλοι πάντες οὐκ εἰσιν ἀεὶ ἐν τῷ μέσῳ τοῦ ζῳδιακοῦ· ἔξω γὰρ περὶ τοῦτον φαίνονται ἢ νοτιώτεροι ἢ βορειότεροι γινόμενοι. ἀλλ’ ἐπειδὴ καὶ αὐτοί ποτε φαίνονται ἐν τῷ μέσῳ ἐν τοῖς ἐκλειπτικοῖς καλουμένοις συνδέσμοις, διὰ τοῦτο ἔδει μᾶλλον ἀντὶ τοῦ ‘φανερῶς’ καὶ ‘ἀφανῶς’ εἰπεῖν τὸ ‘ἀεί’ καὶ ‘ποτέ’·3 ἀεὶ γὰρ ὁ ἥλιος περὶ τὸ μέσον, οἱ δὲ λοιποὶ οὐκ ἀεί, ἀλλὰ ποτέ.
“因此作为致动者的、首要的和第一的本原乃是圆环,太阳的运行显然就在其中。” 他称作因为首要的和第一的本原,即黄道环。因此他说,这显然是太阳的运行,因为太阳穿行于黄道中央。因为所有其余的[天体]并非总是在黄道中央;它们显现在黄道中央之外,或偏南或偏北。但是既然它们有时在所谓的交点处也显现在中央,因此本应当用“总是”和“有时”来代替“显然”和“不显”,因为太阳总是在中央附近,而其余的则不是总是,而是有时。
"Διακρίνουσα ἢ συγκρίνουσα τῷ γίνεσθαι πλησίον ἢ πόρρω." Αἰτία, φησίν, ἡ τοῦ ἡλίου φορά, τούτων δὲ διάκρισιν ἢ σύγκρισιν ἐργαζομένη· διάκρισιν μέν, ὅταν ἄνω γένηται (τότε γὰρ θερμασία γίνεται), σύγκρισιν δέ, ὅταν κάτω· ψύξις γὰρ τότε ἕπεται. τὸ δὲ ‘ἄνω’ καὶ ‘κάτω’ ὅπως ἀκουστέον, εἴρηται ἐν τῇ θεωρίᾳ.
“由于变近或变远而分离或结合。” 他[亚里士多德]说,太阳的运行是原因,产生这些事物的分离或结合:当它运行至上方时产生分离(因为那时产生热量),当它运行至下方时产生结合;因为随后便伴随着冷却。至于“上方”和“下方”当如何理解,已在理论考察中论及。
"Μενούσης δὲ τῆς γῆς καὶ τὰ ἑξῆς." Βούλεται εἰπεῖν, ὅτι τῆς γῆς μενούσης ἕλκεται ἐκ τοῦ ἐν αὐτῇ ὕδατός τι καὶ ἐξατμίζεται καὶ φέρεται μετὰ καπνώδους ἀναθυμιάσεως ἄνω, καὶ οὐ μένουσα ἄνω διὰ τὸ καταλιμπάνεσθαι ἐκ τῆς καπνώδους ποιεῖ τὰ εἰρημένα.
“在大地留存之时,等等。” 他[亚里士多德]意在说明:在大地留存之时,其中的水有一部分被吸起并蒸发,随烟状蒸发物向上运移,由于被烟状[蒸发物]遗落而不再停留在上方,从而造成了所说的诸事物。
- 1.12.2Δέον εἰπεῖν
非人称动词 δεῖ 的绝对宾格结构,表示“本来应当说……[却未曾这样说]”的事实相反或对比意味。句首的 Δέον εἰπεῖν 与后文的 ὁ δὲ οὐχ οὕτως 形成呼应,引出对亚里士多德措辞的修辞性与批评性分析。
- 1.12.5Ἀρχὰς καὶ αἰτίας ἐκ δύο τὸ αὐτό
省略了系动词的紧凑句式,意为“通过‘本原与原因’两词指称同一事物(即同义叠用)”,并与紧接着提出的另一种选择 ἢ ἀρχὴν μὲν... αἰτίαν δὲ...(“或者将作因称为本原,将质料因称为原因”)相对立。
- 1.12.6ἔδει μᾶλλον ἀντὶ τοῦ ‘φανερῶς’ καὶ ‘ἀφανῶς’ εἰπεῖν τὸ ‘ἀεί’ καὶ ‘ποτέ’
由非人称动词未完成过去时 ἔδει 支配不定式 εἰπεῖν 的句式。介词短语 ἀντὶ τοῦ ‘φανερῶς’ καὶ ‘ἀφανῶς’(“代替‘显然’与[其反义‘不显’]”)插入其中,而 εἰπεῖν 的直接宾语则是由中性单数定冠词引导的短语 τὸ ‘ἀεί’ καὶ ‘ποτέ’(“‘总是’与‘有时’”)。
