- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:80.25-82.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗针对亚里士多德将冷却视为水生成的唯一原因这一观点,讨论了泰奥弗拉斯托斯的压缩说及反冲说,辩护指出它们归根结底仍以冷却为原因,并论述了底比斯区暴雨的成因以及海水因土性蒸发物而具有浮力的现象。
οὐκ ἔστιν οὖν τὸ ἀναλογοῦν τῇ χαλάζῃ, εἰ μή πού τις φαίη ἀναλογεῖν αὐτῇ τὸν κρύσταλλον, ὃς γίνεται ἀπὸ ὕδατος πηγνυμένου. πλὴν ἔχει τινὰ διαφοράν, ὅτι κρύσταλλος μὲν ὕδατος μόνον δηλοῖ πῆξιν, χάλαζα δὲ ἀλλοίωσιν ἀτμίδος εἰς ὕδωρ καὶ οὕτως ὕδατος τὴν πῆξιν. αὕτη ἡ ποιητικὴ αἰτία τούτων ἥ τε προσεχὴς ἥ τε πόρρω, αὕτη καὶ ἡ ὑλική. ἰστέον δέ, ὅτι ὁ μὲν Ἀριστοτέλης αἴτιον λέγει τῆς εἰς ὕδωρ μεταβολῆς τὴν ψύξιν μόνον· Θεόφραστος δὲ οὐ μόνον τὴν ψύξιν αἰτίαν φησὶ τῆς τοῦ ὕδατος γενέσεως, ἀλλὰ καὶ τὴν πίλησιν. ἰδοὺ γὰρ ἐν Αἰθιοπίᾳ μὴ οὔσης ψύξεως ὅμως ὑετὸς κατάγεται διὰ τὴν πίλησιν· φησὶ γὰρ ὄρη εἶναι ἐκεῖσε ὑψηλότατα, εἰς ἃ τὰ νέφη προσπταίουσι, καὶ εἶθ’ οὕτως ὑετὸς καταρρήγνυται διὰ τὴν γινομένην πίλησιν. ἀλλὰ μὴν καὶ ἐπὶ τῶν λεβήτων ὑγρότης, φησίν, ἀντικαταρρεῖ, ἔτι δὲ καὶ ἐπὶ τῶν θόλων τῶν λουτρῶν μὴ παρούσης ψύξεως, διὰ τὴν πίλησιν δῆλον ὅτι τούτου γινομένου. ἔστι δὲ εἰπεῖν καὶ ἄλλο αἴτιον, τὴν ἀντιπερίστασιν. ἰδοὺ γὰρ ἐν Θηβαΐδι † μετεώρων ὄντων ὑψηλῶν, ἀλλὰ καὶ θερμοτάτης τῆς χώρας ὑπαρχούσης ὑετὸς κατάγεται διὰ τὸ ἀντιπεριίστασθαι τὸ ψυχρὸν ἐν τῇ νεφέλῃ ἔσω ὑπὸ τῆς ἔξωθεν θερμασίας ἀποκλειόμενον.1 ἀλλ’ ἔστιν, ὡς ἐμοὶ δοκεῖ, συνηγορῆσαι τῷ Ἀριστοτέλει, ὅτι ψύξις μόνη αἰτία· καὶ γὰρ ἐπὶ τοῦ λουτροῦ καὶ ἐπὶ τοῦ λέβητος ἄτοπον αἰτιᾶσθαι τὴν πίλησιν. αὐτὸ γὰρ τοῦτο † ἡ πίλησίς τι ποιεῖ, ὑπὸ τίνος γίνεται.2 μᾶλλον οὖν δεῖ λέγειν, ὅτι πολὺς ἀτμὸς ἐπισωρεύεται ἄνω περὶ τὸ πῶμα καὶ περὶ τὸν θόλον, ὡς καταπνίγειν τὴν θερμασίαν, καὶ λοιπὸν τῇ τῆς κινήσεως ἀπωλείᾳ ψύξις ἐπιγίνεται, καὶ διὰ τοῦτο συμβαίνει κατάγεσθαι τὸ ὑγρόν. ὅτι δὲ καὶ οἱ λέγοντες ἀντιπερίστασιν πάλιν ψύξιν ὁμολογοῦσι κατὰ πρῶτον λόγον ποιοῦσαν, πρόδηλον· ταύτην γὰρ ἔφασαν ὑπὸ τῆς θερμότητος ἀποκλειομένην ποιεῖν. ἡ ψύξις οὖν μόνη αἰτία ἐστί. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι ἐν Θηβαΐδι ὑετὸς καταγόμενος καὶ λάβρος κάτεισι καὶ ἔστι τὸ ὕδωρ πικρόν. πικρὸν μὲν οὖν ἐστι διὰ τὸ μετέχειν πλείστης τῆς καπνώδους ἀναθυμιάσεως· λάβρος δὲ κάτεισιν, ἐπειδὴ ἐν ταύτῃ τῇ καπνώδει ἀναθυμιάσει ἐπιμέμικται καὶ γεῶδες, ὅπερ ὡς βαρύτατον σφοδρότατον κάτεισιν. οὕτω καὶ ἐν θέρει λάβρος ἐστὶν ὑετὸς καταγόμενος, ὡς ἐμαρτύρησεν ὁ θεῖος Ἱπποκράτης εἰρηκὼς ‘οἷον ἐν καύματι λάβρῳ’, διὰ τὸ εἶναι πλείστην γεώδη οὐσίαν σὺν τῇ καπνώδει, ἥτις τότε μάλιστα πλεονάζει. ὅτι δὲ τῇ καπνώδει μάλιστα συμμέμικταί τις οὐσία γεώδης, δῆλον ἐκ τῆς θαλάσσης· τὸ γὰρ αὐτῆς ὕδωρ βαρύτερόν ἐστι τοῦ ἐν λίμναις. διὸ ὡς βαρύτερον καὶ ἀντιβαῖνον καὶ μείζονα πλοῖα † ἀνωθεῖ ἤπερ τὸ ὕδωρ τὸ ἐν λίμνῃ. καὶ τοῦτο σαφὲς ἐξ αὐτῆς τῆς πείρας· τὰ γὰρ αὐτὰ πλοῖα πλείω φόρτον βαστάζουσι ἐπὶ θαλάττης ἤπερ ἐπὶ λίμνης. ἀμέλει διὰ ταύτην τὴν αἰτίαν πολλοὶ ἰνδικοπλεῦσται ναυαγοῦσι μὴ εἰδότες τοῦτο. καὶ ἐν μὲν θαλάσσῃ γεμίζουσιν αὐτὰ φόρτου, καὶ ἡ μὲν θάλασσα διὰ τὸ γεῶδες αὐτῆς † ἀνωθεῖ καὶ βαστάζει· ἔρχονται δὲ ἐν ποταμοῖς ἢ λίμναις καὶ ναυαγοῦσι διὰ τὸ μὴ ἔχειν οὕτως τὸ γεῶδες ἐκ τῆς καπνώδους ἀναθυμιάσεως καὶ μὴ δύνασθαι † ἀνωθεῖν. ἴσως δὲ δυνατὸν καὶ τὴν καπνώδη ἀναθυμίασιν ὡς † ἀνωγοῦσαν διὰ τὸ σπεύδειν ἐπὶ τὸ συγγενὲς χωρεῖν, † ἐν τῇ θαλάσσῃ μείζονα τὰ πλοῖα τὰ αὐτὰ πλείω φόρτον βαστάζοντα. οὐ μόνον δὲ ἐκ τῶν πλοίων ἔστι πιστώσασθαι βαρύτερον τὸ θαλάσσιον ὕδωρ καὶ μᾶλλον † ἀνωχοῦν, ἀλλὰ καὶ εἴ τις σταθμίσει, τὸ ἀληθὲς εἴσεται καὶ εἴ τις ᾠὸν ἐν ὕδατι γλυκεῖ καὶ θαλαττίῳ βάλῃ· † ἀνωχεῖται γὰρ ἐπὶ τοῦ θαλαττίου, κάτω δὲ βρίθει καὶ οὐκέτι πλεῖ ἐπὶ τοῦ γλυκέος. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
因此,并不存在相当于雹的事物,除非有人可能会说与它相当的是冰,而这[冰]是从冻结的水中产生的。不过[二者]有某种差异,因为冰仅表明水的冻结,而雹则表明水气质变为水,并因而表明水的冻结。这就是这些[情状]的近作用因和远作用因,这也是它们的质料因。但必须知道的是,亚里士多德说变化为水的原因唯独是冷却;而泰奥弗拉斯托斯不仅说冷却是水生成的原因,而且说压缩也是原因。因为看哪,在埃塞俄比亚,尽管没有冷却存在,然而雨水却因压缩而降下;因为他[泰奥弗拉斯托斯]说那里的山峰极高,云朵冲撞在山峰上,随后便因所产生的压缩而暴雨倾盆。而且他还说,在锅釜上湿气也会滴落下来,此外在浴池的拱顶上,即便没有冷却存在[湿气也会滴落],这显然是由于压缩而发生的。但也可以提出另一个原因,即反冲。因为看哪,在底比斯区,虽然[……]且该地极热,雨水却因云中的冷气被外在的热量封闭在内部发生反冲而降下。但在我看来,可以为亚里士多德辩护,认为冷却才是唯一的原因;因为无论在浴池还是在锅釜上,将原因归咎于压缩都是荒谬的。因为这压缩本身纵然造成了某种结果,它又是被什么造成的呢?因此更应当说,大量的水气积聚在盖子和拱顶周围的上方,以致窒息了热量,随后因运动的丧失而附生了冷却,由于这个缘故湿气才降落下来。而那些主张反冲的人也同样承认冷却在首要层面上起作用,这也是显而易见的;因为他们曾说,这[冷气]被热量封闭而造成了[雨水]。因此唯独冷却是原因。还应当知道这一点:在底比斯区降下的雨来势猛烈,且水是苦的。苦是因为它分有极多的烟状蒸发物;来势猛烈则是因为在这烟状蒸发物中混杂有土性成分,而这土性成分极重,因而极其猛烈地降下。同样在夏季降下的雨也是猛烈的,正如神圣的希波克拉底曾作证说“如在猛烈的酷热中”一样,这是因为与烟状物并存的土性实体极多,而此时烟状物最为充盈。至于烟状蒸发物中极大地混杂有某种土性实体,从海中就能看得很清楚;因为海水比湖水更重。因此,由于[海水]更重且具有抗阻力,比起湖水它能向上托起更大的船只。而这一点从经验本身也是明白的;因为同样的船只在海上比在湖上能承载更多的货物。事实上由于这个原因,许多去往印度的航海者因不知晓此事而遭遇海难。他们在海上将船装满货物,而大海因其土性成分将船向上托起并承载;但他们驶入河流或湖泊,却因[那里的水]没有这般源自烟状蒸发物的土性成分、无法向上托起而沉船。或者也有可能,烟状蒸发物因急于奔向同类之物而向上托起,[……]在海上同样的船只承载更多的货物。不仅从船只上可以确信海水更重、浮力更大,而且如果有人去称重,或者如果有人将鸡蛋放入淡水和海水中,他也会得知真相;因为在海水上鸡蛋被托起,而在淡水上它则沉到下方不再漂浮。眼前的文句传达了这些内容。
- 1.12.1διὰ τὸ ἀντιπεριίστασθαι τὸ ψυχρὸν ἐν τῇ νεφέλῃ ἔσω ὑπὸ τῆς ἔξωθεν θερμασίας ἀποκλειόμενον
介词 διά 支配带冠词不定式 τὸ ἀντιπεριίστασθαι,其逻辑主语为宾格的 τὸ ψυχρόν;分词 ἀποκλειόμενον 与 τὸ ψυχρόν 一致。整个结构表述了反冲机制的因果关系,即冷气被外在的热量所阻闭而在云层内部聚敛反冲。
- 1.12.1αὐτὸ γὰρ τοῦτο † ἡ πίλησίς τι ποιεῖ, ὑπὸ τίνος γίνεται
此处文句虽存疑(有文本残损标记),但其反驳的修辞结构清晰:前一分句设定让步前提(即便压缩造成了某种效果),核心疑问句 ὑπὸ τίνος γίνεται 则反问“压缩本身由何产生”,从而引出压缩的前提乃是热量的散失与冷却。
