- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:79.10-80.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德转入对下方场所五种气象情状(雨、雹、雪、霜、露)的考察,奥林匹奥多鲁解释了它们的作用因与质料因,以及在远地空气与近地空气中生成的差异。
" Περὶ δὲ τοῦ θέσει μὲν δευτέρου τόπου." Κάτεισιν ὁ Ἀριστοτέλης ἀπὸ τοῦ ἄνω τόπου ἐπὶ τὸν κάτω. καὶ τὰ ἐν τούτῳ γινόμενα πάθη φυσιολογεῖ. πέντε δέ εἰσι ταῦτα, ὑετός, χάλαζα, χιών, πάχνη καὶ δρόσος. ἀλλὰ τούτων τὰ μὲν τρία ἐν τῷ ἀπογείῳ γίνονται μέρει τοῦ κάτω1 ἀέρος· ὑετὸς γὰρ καὶ χάλαζα καὶ χιὼν ἄνω γίνονται, πάχνη δὲ καὶ δρόσος κάτω. καὶ τούτων τὰ μὲν πρῶτα τρία ἐπέτειά ἐστι, τὰ δὲ ὑπόλοιπα δύο καθ’ ἑκάστην ἡμέραν γίνονται. καὶ σωρεύεται μὲν ὑετοῦ καὶ χαλάζης ὕλη ἐν τῷ θέρει, τὸ δὲ εἶδος αὐτῶν ἐπιγίνεται ἐν τῷ χειμῶνι· δρόσου δὲ καὶ πάχνης σωρεύεται μὲν ὕλη ἐν τῇ ἡμέρᾳ, ἐπιγίνεται δὲ τὸ εἶδος ἐν τῇ νυκτί. ὥστε διὰ τούτων ἀναφωνεῖ σοι τὸ ποιητικὸν αἴτιον· τούτων γὰρ ἥλιός ἐστι τὸ ποιητικὸν αἴτιον. τῶν ἐπετείων γάρ, τουτέστι τῶν καθ’ ἕκαστον ἔτος γινομένων, ἡ ἰδία αὐτοῦ κίνησίς ἐστιν αἰτία τῷ ποτὲ μὲν αὐτὸν ἄνω γενέσθαι, ποτὲ δὲ κάτω. ἄνω δὲ ὅταν λέγω γίνεσθαι τὸν ἥλιον, πρὸς τὸ κατὰ κορυφὴν δηλονότι, οὐ πρὸς τὸ ἀπὸ τοῦ κέντρου· ἀεὶ γὰρ ἀπὸ τοῦ κέντρου ἴσον ἀπέχων πῶς δύναται ἄνω ἢ κάτω λέγεσθαι; τούτων μὲν οὖν κατὰ τὴν ἰδίαν κίνησιν αἴτιός ἐστι, τῶν δ’ ἄλλων τῶν καθ’ ἑκάστην ἡμέραν γινομένων αἴτιός ἐστιν οὐ διὰ τὴν οἰκείαν κίνησιν, ἀλλὰ διὰ τὸ συμπεριφέρεσθαι τῷ παντί· τούτῳ γὰρ συμπεριφερόμενος ποιεῖ τὴν νύκτα καὶ τὴν ἡμέραν. καὶ ἔστιν ἡ ἡμέρα οἱονεὶ μικρὸς ἐνιαυτός, ὥσπερ καὶ ὁ ἄνθρωπος μικρὸς κόσμος. ὁ σοφὸς γὰρ Πλάτων τοῦτο ἔφη. ποιητικὸν μὲν οὖν αἴτιόν ἐστι δευτέρως ὁ ἥλιος, πρώτως δὲ ποιητικὸν αἴτιόν ἐστι πάντων τῶν εἰρημένων ἡ ψύξις, ὑλικὸν δὲ αἴτιόν ἐστιν αὐτῶν ἡ ἀτμίς. πέντε δέ εἰσι ταῦτα τὰ γινόμενα καὶ οὔτε πλείονα οὔτε ἐλάσσονα δι’ αἰτίαν τοιαύτην· ἐκ τῆς τῶν ἀκτίνων τοῦ ἡλίου θερμασίας καὶ τῶν λοιπῶν ἀστέρων τὸ ὕδωρ τὸ περὶ τὴν γῆν ἐξατμίζεται καὶ ἀναφέρεται ἐπὶ τὸ ἄνω, οὐ μόνον, ἀλλὰ μετὰ καπνώδους ἀναθυμιάσεως. αὕτη οὖν ἄνω ὀχοῦσα φέρει αὐτὴν μέχρι τοῦ ἀπογείου ἀέρος, ἐκεῖ λοιπὸν ἀπολύει αὐτήν. ἀπολύει δὲ ὥσπερ φορτίον τι καὶ ἄχθος ἀποθεμένη διὰ τὸ μηκέτι δύνασθαι ἄνω ὀχεῖν· καὶ λοιπὸν αὕτη φέρεται πρὸς τὸ συγγενὲς ὑπέκκαυμα, μένει δὲ ἡ ἀτμίς, ἢ ὑπὸ τῆς ἄγαν ψύξεως κατασβέννυται ἡ καπνώδης ἀναθυμίασις καὶ φθείρεται, ἐᾷ δὲ τὴν ἀτμιδώδη· καὶ γὰρ τὸ φθειρόμενον λέγεται ἐᾶν τὸ μένον. αὕτη οὖν μένουσα ἄνω ἢ ἀλλοιοῦται καὶ μεταβάλλεται εἰς ὕδωρ, καὶ τοῦτο καταφέρεται κάτω καὶ ποιεῖ ψεκάδα ἢ ὑετόν· ψεκάδα μέν, κατὰ μέρος ἡνίκα ἐνεχθῇ δηλονότι καὶ τῆς ἀλλοιώσεως γινομένης, ὑετὸν δέ, ἡνίκα λαβρότερον κατίῃ ἀθρόως καὶ τῆς ἀλλοιώσεως γινομένης. ἢ οὖν μεταβάλλεται καὶ ποιεῖ ὑετὸν καὶ ψεκάδα, ἢ πήγνυται καὶ ποιεῖ χιόνα, ἢ μεταβάλλεται πρότερον καὶ οὕτω πήγνυται καὶ γίνεται ἡ χάλαζα. ταῦτα μὲν οὖν, ἐὰν ᾖ πλείων θερμασία καὶ ἰσχύσῃ ἄνω ἑλκύσαι τὴν ἀτμίδα· εἰ δὲ ἐλάττων εἴη, ἕλκει μέν, ἀλλ’ οὐκ ἄνω. μένει οὖν ἡ ἀτμὶς ἐν τῷ περιγείῳ μέρει τοῦ ἀέρος. ἐκεῖσε δὲ μένουσα ἢ ἀλλοιοῦται καὶ μεταβάλλεται καὶ γίνεται τὸ ἀνάλογον τῷ ὑετῷ, φημὶ δὲ ἡ δρόσος, ἢ πήγνυται καὶ γίνεται ὁ παγετός, ὅστις ἀναλογεῖ τῇ χιόνι. τὸ δὲ ἀναλογοῦν τῇ χαλάζῃ οὐ γίνεται ἐν τῷ περιγείῳ. οὐδὲ γὰρ γίνεται ἀλλοιουμένη πρότερον ἡ ἀτμίς, εἶτα οὕτω πήγνυται καὶ ποιεῖ ἕτερόν τι διὰ τὸ μὴ εἶναι πολὺ τὸ ἐν τῷ μεταξὺ διαστήματι. ἐν γὰρ τῷ ἀπογείῳ ἀέρι, ἐπειδὴ ἐκεῖνος πολὺ ἀπέχει τῆς γῆς, δυνατὸν ἀλλοιωθῆναι τὴν ἀτμίδα καὶ καταγομένην τυχὸν παγῆναι, ἐν δὲ τῷ περιγείῳ ἀέρι ἐπειδὴ ὀλίγον ἐστὶ τὸ διάστημα πλησίον γὰρ ὄντος τῆς γῆς, οὐ φθάνει ἀλλοιωθῆναι πρότερον καὶ εἶθ’ οὕτω παγῆναι.2
“关于在位置上次于[前者的]场所。” 亚里士多德从上方的场所下行到下方的场所,并对在这一[场所]中产生的情状进行自然学研究。这些情状共有五种:雨、雹、雪、霜和露。但这当中有三种产生在下方空气远离大地的部分;因为雨、雹和雪产生在上方,而霜和露产生在下方。并且这当中前三种是年周期的,其余两种则是每日产生的。雨和雹的质料在夏季积聚,而它们的形式在冬季附生;露和霜的质料在日间积聚,而形式在夜间附生。因此通过这些事情,动力因向你宣明了;因为太阳是这些事物的动力因。因为对于年周期事物、即每年产生的事物而言,太阳自身的运动是原因,这是通过他有时在上、有时在下而成为原因的。而当我说太阳在上方时,显然是指相对于顶峰(天顶),而不是相对于距中心[的距离];因为既然始终与中心等距,他怎么能被称为在上方或在下方呢?因此,对于这些事物而言,他是依照自身运动而成为原因的,但对于每日产生的其他事物而言,他不是通过固有的运动,而是通过与整体一同周转而成为原因的;因为通过与整体一同周转,他造成了昼夜。而昼[夜]就好像一个小年,正如人也是一个小宇宙一样;因为智慧的柏拉图曾这样说过。因此太阳是第二位的动力因,而对所有上述事物而言,第一位的动力因是冷却,它们的质料因则是水气。这些产生的事物恰有五种,既不多也不少,其原因如下:由于太阳及其他星辰之光线的热量,大地周围的水蒸发并被向上带去,并非独自,而是伴随着烟状蒸发物。于是这[烟状蒸发物]在上方承载着水气,将它带到远离大地的空气处,随后在那里卸下它。它卸下水气,就好像卸下某种负载与重担一样,因为不再能够向上承载;随后这[烟状蒸发物]被带向同类的易燃物,而水气留存下来,或者由于过度的冷却,烟状蒸发物被熄灭并毁灭,留下了水气状的蒸发物;因为被毁灭之物确实被称为留下了留存之物。于是这留存在上方的[水气],要么被蚀变并转化为水,而这水向下方降落并造成细雨或雨——显然,当它是分散被带下且蚀变正在发生时造成细雨,而当它更猛烈地整体降下且蚀变正在发生时造成雨。因此,它要么发生转化并造成雨和细雨,要么冻结并造成雪,要么先发生转化,然后再这样冻结而产生雹。如果热量较多并且有力将水气向上牵引,就会发生这些现象;但如果热量较少,虽然能牵引,但不能向上牵引。因此水气留在空气靠近大地的部分。留在那里的水气要么被蚀变和转化,产生与雨相当的东西,即露,要么冻结而产生相当于雪的霜。但相当于雹的东西并不在靠近大地的区域产生。因为水气不会先发生蚀变,然后这样冻结并产生另一种东西,这是由于中间的距离并不大。因为在远离大地的空气中,由于那处远离大地,水气有可能发生蚀变并在降落时偶然冻结;但在靠近大地的空气中,由于距离短且接近大地,它来不及先发生蚀变然后这样冻结。
- 1.12.1τῷ ποτὲ μὲν αὐτὸν ἄνω γενέσθαι, ποτὲ δὲ κάτω
带冠词不定式 τῷ ... γενέσθαι 作为原因与格,具体说明紧接在其前的“自身的运动是原因”(ἡ ἰδία αὐτοῦ κίνησίς ἐστιν αἰτία)是如何成立的。
- 1.12.1οὐ φθάνει ἀλλοιωθῆναι πρότερον καὶ εἶθ’ οὕτω παγῆναι
动词 φθάνω 在晚期用法中接不定式 ἀλλοιωθῆναι ... καὶ παγῆναι,表示“来不及……”或“未及……”。这是古典时期 φθάνω 接分词表“先于……”结构的演变形式。
