← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§8.27-10.10

论生成与毁灭的回顾与气象学的定位

奥林匹奥多罗阐明了亚里士多德在回忆《论生成与毁灭》时如何将每部论著的目的归于单一目的,随后解释了《气象学》为何被定位于关于原因与元素学说的“剩余”部分,并化解了相较于天体而言将月下现象称为“更为无秩序”的文句结构与意图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2.3

" Καὶ τῆς εἰς ἄλληλα μεταβολῆς καὶ περὶ γενέσεως καὶ φθορᾶς τῆς κοινῆς εἴρηται πρότερον." Ἀνάληψιν ἐνταῦθα ποιεῖται τῶν ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς εἰρημένων. δύο δὲ ὄντων λόγων ἑκατέρων ποιεῖται ἀνάμνησιν. ἐν γὰρ τῷ πρώτῳ περὶ γενέσεως καὶ φθορᾶς ἁπάσης διείλεκται, ἐν δὲ τῷ δευτέρῳ περὶ τῆς μεταβολῆς τῆς γινομένης εἰς ἄλληλα τῶν στοιχείων· καὶ τοῦτο εἰκότως, ἐπειδὴ τὰ στοιχεῖα τὰ τέσσαρα καὶ αἴτιά ἐστι τῶν τῇδε καὶ οὐκ ἀλλήλοις ἡ αἰτία εἰ μὴ διὰ τῆς ἀλλοιώσεως.1 διὰ τούτων οὖν πάλιν ἀνάμνησιν τῆς Περὶ γενέσεως καὶ φθορᾶς ποιεῖται. καὶ μέμνησο, ὅτι οὐχ ὅλης ὡς ὅλης ἑκάστης πραγματείας εἶπε τὸν σκοπόν, ἀλλ’ ὅτι καὶ ἑκάστου λόγου. κοινὴν δὲ ἄξιον ἀπορίαν κατὰ τῶν εἰρημένων ἐπάγειν. τί δήποτε ἐπιλαθόμενος ὁ Ἀριστοτέλης τοῦ Πλατωνικοῦ παραγγέλματος, ὅτι οὐ δεῖ ἑνὸς βιβλίου πολλοὺς σκοποὺς ποιεῖσθαι, οὗτος πλείονας σκοποὺς ἐποιήσατο; καὶ ῥητέον, ὅτι περὶ πάντων εἷς ὁ σκοπός. ἐν γὰρ τῇ Φυσικῇ σκοπὸς περὶ πάντων τῶν φυσικῶν διαλεχθῆναι, οἷς συμβέβηκεν ἔχειν αἴτια καὶ ἐν χρόνῳ εἶναι καὶ ἐν τόπῳ γίνεσθαι· λοιπὸν δὲ ὡς ἐν παρεκβάσει καὶ περὶ τόπου καὶ χρόνου διείλεκται. πάλιν δὲ ἐν τῇ Περὶ οὐρανοῦ σκοπὸς διαλεχθῆναι περὶ παντὸς τοῦ κόσμου, οὗτινος αἴτια τὰ οὐράνια σώματα ἢ καὶ τὰ τέσσαρα στοιχεῖα. πάλιν δὲ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς εἷς ὁ σκοπός, τὸ περὶ πάντων τῶν ὑπὸ σελήνην διαλεχθῆναι, οἷς συμβέβηκεν ἢ στοιχεῖα ἢ ἐκ στοιχείων εἶναι. διὸ τοῖς μὲν στοιχείοις ἀφώρισται ὁ δεύτερος λόγος, τοῖς δὲ γινομένοις καὶ φθειρομένοις ὁ πρῶτος.

“关于相互之间的转变,以及关于普遍的生成与毁灭,之前已经谈及。” 他在本处对《论生成与毁灭》中所谈及的事物进行了重述回忆。由于该书有两卷,他对这两卷都进行了回忆。因为在第一卷中他论述了一切生成与毁灭,而在第二卷中则论述了元素相互之间所产生的转变;这理所当然,因为四元素既是此处事物的诸原因,而彼此之间若不通过质变就不是原因。因此,通过这些话他又一次对《论生成与毁灭》进行了回忆。请记住,他不仅就每一部论著整体作为整体说明了其目的,而且说明了每一卷的目的。然而,值得针对上述说法提出一个普遍的难题:亚里士多德究竟为何忘记了柏拉图的告诫——不应为单一著作设立多个目的——自己却设立了多个目的?应当说,关于所有这些,目的只有一个。因为在《物理学》中,目的是探讨一切自然事物,对它们而言具有原因、在时间中存在以及在场所中生成乃是偶性;因此他谈及场所和时间,仿佛是在离题赘言中一般。再者,在《论天》中,目的是探讨整个宇宙,天体或者说四元素乃是它的原因。再者,在《论生成与毁灭》中目的也是一个,即探讨一切月下事物,对它们而言是元素或出于元素乃是偶性。因此,第二卷划归于元素,而第一卷划归于生成与毁灭的事物。

§1.2.4

"Λοιπὸν δέ ἐστι μέρος τῆς μεθόδου ταύτης ἔτι θεωρητέον, ὃ πάντες οἱ πρότερον μετεωρολογίαν ἐκάλουν." Ἐντεῦθεν διηγεῖται τὸν σκοπὸν τῆς προκειμένης πραγματείας, ὅτι σκοπὸς περὶ τῶν ἐν μεταρσίῳ διαλεχθῆναι. ζητῆσαι δὲ ἄξιον, τί δήποτε εἶπε λοιπόν, τί οὖν ἔτι ἡ παροῦσα πραγματεία ὑπολείπεται τῇ φυσιολογίᾳ, ποῦ αἱ ὑπόλοιποι αὐτοῦ πραγματεῖαι αἱ περὶ τῶν συνθέτων γραφεῖσαι. τί οὖν λέγομεν; ὅτι τὸ λοιπὸν ὡς πρὸς τὰ αἴτια· εἰς γὰρ τὴν τῶν αἰτίων μέθοδον ἡ παροῦσα πραγματεία ὑπολείπεται. αἱ γὰρ ἄλλαι πραγματεῖαι περὶ τῶν αἰτιατῶν εἰσι, τουτέστι περὶ συνθέτων. εἰπὲ δὲ καὶ δευτέραν ἐξήγησιν, ὅτι τὸ λοιπὸν ὡς διὰ τὰ στοιχεῖα. ὑπολείπεται γὰρ τῇ περὶ τῶν στοιχείων διδασκαλίᾳ ἡ παροῦσα πραγματεία, ὅπως μὴ μόνως ἀΐδια τὰ στοιχεῖα εἰδείημεν μηδὲ ὡς γινόμενα, ἀλλὰ καὶ ὡς παθαινόμενα.

“这一探究方法中尚待考察的剩余部分,乃是所有前人都称之为气象学的。” 从这里起他阐释眼前这部论著的目的,即其目的是探讨高空中的事物。然而值得探究的是,他究竟为何说“剩余”,难道本论著对自然研究而言仍是剩余下来的吗?他关于复合事物所撰写的其余论著又在哪里呢?那么我们说什么呢?应当说,“剩余”是相对于原因而言的;因为对于关于原因的探究方法,本论著是剩余下来的。因为其余的论著都是关于原因之结果的,即关于复合物的。还要提出第二种解释:“剩余”是由于元素而说的。因为本论著留给关于元素的传授,以便我们不仅认识元素是永恒的,也不仅认识它们是生成的,而且认识它们是受动的。

§1.2.5

"Ταῦτα δέ ἐστιν, ὅσα συμβαίνει κατὰ φύσιν μέν, ἀτακτοτέραν μέντοι τῆς τοῦ πρώτου στοιχείου τῶν σωμάτων.2" Ἀσαφές τι ἔχει ἡ λέξις. ἀλλ’ εἰ δοκεῖ, τοῦτο ἐξομαλίσωμεν. περὶ ὧν, φησί, μέλλω λέγειν, ἐκεῖνά εἰσιν ἅπερ συνίστανται ἐν τῷ μεταρσίῳ κατὰ φύσιν μέν, πλὴν ὅμως ἀτακτότερον τοῦ πρώτου στοιχείου· πρῶτον δὲ στοιχεῖον λέγει τὸ οὐράνιον. καὶ σημείωσαι, ὅτι πάλιν εἰ αὐτὸ στοιχεῖον καλεῖ, τί δήποτε συγκριτικῇ ἐχρήσατο φωνῇ· τί οὖν καὶ τὰ οὐράνια ἀτάκτως ὅλως κινοῦνται, ἵνα εἴπωμεν ἀτακτότερον αὐτῶν γίνεσθαι τὰ ἐν τῷ μεταρσίῳ. τί οὖν φαμεν; ὅτι τῇ φαινομένῃ ὑπονοίᾳ ἠκολούθησεν (δοκοῦσι γὰρ ἀτάκτως κινεῖσθαι τὰ οὐράνια διὰ τοὺς στηριγμοὺς καὶ ἀναποδισμούς. φαίνονται γὰρ ἀτάκτως κινούμενοι οἱ πλανῆται ἄνευ τοῦ ἡλίου καὶ τῆς σελήνης) ἢ ὅτι συγκριτικῷ ἀντὶ ἁπλοῦ3 ἐχρήσατο ἀρχαϊκῶς. οὕτως γὰρ καὶ ὁ ποιητής φησιν· ἔβλαψας μ’, ἑκάεργε, θεῶν ὀλοώτατε πάντων, οὐχ ὅτι καὶ οἱ θεοὶ ὀλοοί εἰσιν, ἀλλὰ συγκριτικῷ ἀντὶ ἁπλοῦ ἐχρήσατο.

“这些事物,就是虽然按照本性发生,然而[按照的本性]比物体的第一元素的本性更为无秩序的一切事物。” 这里的措辞有某种不明晰之处。但如果合适的话,让我们将此澄清理顺。他说:我将要谈及的事物,就是那些虽然按照本性在高空中构成、然而却比第一元素更为无秩序的事物;而他把天体称为“第一元素”。而且请注意,如果他再次将它称为元素,他究竟为何使用了比较级的词句:难道天体果真也是无秩序地运动的,以至于我们会说高空中的事物比它们更为无秩序地生成吗?那么我们说什么呢?应当说,他遵循了表象上的揣度(因为由于留和逆行,天体似乎在无秩序地运动;因为除太阳和月亮之外的行星显得在无秩序地运动),或者说他以古朴的方式用比较级代替了原级。因为诗人也是这样说的:“你伤害了我,远射者,一切神明中最具毁灭性者”,并非因为神明也是具有毁灭性的,而是他用了比较度[的词]代替了原级。

语法注3 条
  1. 1.2.3ἐπειδὴ τὰ στοιχεῖα τὰ τέσσαρα καὶ αἴτιά ἐστι τῶν τῇδε καὶ οὐκ ἀλλήλοις ἡ αἰτία εἰ μὴ διὰ τῆς ἀλλοιώσεως

    在前半句 καὶ αἴτιά ἐστι τῶν τῇδε 中,属格 τῶν τῇδε 依附于 αἴτια(“是此地事物的诸原因”);而在后半句 οὐκ ἀλλήλοις ἡ αἰτία 中,与格 ἀλλήλοις 用作关系与格或所属与格(“对彼此而言不是原因”),其系词 ἐστί 被省略。

  2. 1.2.5ἀτακτοτέραν μέντοι τῆς τοῦ πρώτου στοιχείου τῶν σωμάτων

    阴性单数宾格形容词 ἀτακτοτέραν 呼应前文的 κατὰ φύσιν μέν,其修饰的名词 φύσιν(或 τάξιν)被暗中承前由介词 κατὰ 所支配(“按照本性,然而[按照]更为无秩序的[本性]”)。此外,属格短语 τῆς τοῦ πρώτου στοιχείου 是比较属格,在冠词 τῆς 之后同样省略了 φύσεως。

  3. 1.2.5συγκριτικῷ ἀντὶ ἁπλοῦ

    尽管此前引用的荷马诗句使用了最高级 ὀλοώτατε,但注释家将之概括为广义上的级度表达(συγκριτικόν),用来与原级(“单纯的”,ἁπλοῦ)相对比。这体现了古代语法学和注释传统中将比较级和最高级通称为比较表达,用以解释它们代替原级出现的绝对用法的现象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:8.27-10.10