← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§10.11-11.27

高空现象与气象学研究对象的顺序

奥林匹奥多鲁解释亚里士多德所列举的高空现象(银河、彗星、流星,以及具有几何规则性的彩虹与晕)和气象学研究对象(大地的部分、种类与蒸发),说明其排列顺序、词源及成因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2.6

" Περὶ τὸν γειτνιῶντα μάλιστα τόπον τῇ φορᾷ τῶν ἀστέρων." Τοῦτό φησιν, ὅτι ἀτάκτως μὲν πάντα γίνονται τὰ ἐν τῷ μεταρσίῳ, πλὴν μέντοι ἐν τούτοις τὰ ἐν τῷ ἀπογείῳ γινόμενα καὶ πλησίον τῶν ἀστέρων ἀτακτότερον δοκοῦσι γίνεσθαι τῶν γινομένων ἐν τῷ περιγείῳ.1 δι’ ἣν δὲ ἄρα αἰτίαν τοῦτό φησι; διὰ τὸν γαλαξίαν καὶ τοὺς κομήτας καὶ τοὺς διάττοντας. ταῦτα γὰρ ἀτάκτως δοκοῦσι γίνεσθαι ἤπερ τὰ ἐν τῷ περιγείῳ ὄντα ἶρις καὶ ἅλως. καὶ γὰρ ὁ γαλαξίας δοκεῖ ἀτάκτως γίνεσθαι διὰ τὸ σχῆμα. συμπαρεκτείνεται γὰρ τῷ ζῳδιακῷ ἀνωμάλως διακειμένῳ. ἀλλὰ μὴν καὶ οἱ κομῆται,2 ἐπειδὴ τούτων οἱ μέν εἰσι πωγωνίαι, οἱ δὲ λογχωτοί. ἀλλὰ μὴν καὶ οἱ διάττοντες πολὺ ἔχουσι τὸ ἄτακτον· νομίζονται γὰρ ἄστρα εἶναι. ἡ μέντοι ἶρις καὶ ἡ ἅλως οὐκ εἰσὶν οὕτως ἄτακτα. πολλὴ γὰρ ἐστιν ἐπὶ τῆς ἴριδος ἀκρίβεια μαθηματική· τοιαύτη γάρ τις γίνεται περιφέρεια, ἣν οὐδὲ τέχνη σχεδὸν ποιῆσαι δύναται. διὸ μᾶλλον καὶ φαντασίαν ψιλὴν λέγουσιν εἶναι ταύτην καὶ ἀπὸ τῆς ὄψεως, καὶ οὐ κυρίως ὑπάρχειν, ἐπειδὴ ἀδύνατόν ἐστί, φασί, τὸν οὕτω ῥευστὸν ἀέρα τοιαύτην δέξασθαι μαθηματικὴν ἀκρίβειαν. ἀλλὰ μὴν καὶ ἐπὶ τῆς ἅλω τὸ αὐτό· τοιοῦτος γὰρ γίνεται κύκλος, ὡς ὑπερβαίνειν μαθηματικὴν ἀκρίβειαν.

“在最紧邻群星运行的场所周围。” 他的意思是:虽然高空中的一切事物都是无秩序地生成的,然而在它们之中,那些在远地点且靠近群星处生成的事物,比起在近地点生成的事物显得更为无秩序地生成。那么,究竟是因为何种原因他才这样说的呢?是由于银河、彗星以及流星。因为这些事物比起位于近地点的彩虹和晕,显得更为无秩序地生成。事实上,银河因其形状而显得是无秩序地生成的,因为它与位置不平整的黄道带一同延伸。再者,彗星也是如此,因为其中一些是长髯状的,而另一些是标枪状的。再者,流星也具有很大的无秩序性,因为它们被认为是星辰。然而彩虹和晕却不是如此无秩序。因为在彩虹上存在着极大的数学精确性;因为所形成的圆周是连技艺也几乎无法造就的。因此[有人]甚至宁愿说它只是纯粹的幻象并源于视觉,而不是本真地存在的,因为他们说,如此流动不定的空气不可能接纳这般的数学精确性。再者,关于晕也是同样的情况;因为所形成的圆环竟至于超越了数学精确性。

§1.2.7

"Οἷον περί τε γάλακτος καὶ κομητῶν καὶ τῶν ἐκπυρουμένων καὶ κινουμένων φασμάτων." Ἐπειδὴ ὁ συνηγορικὸς Ἀριστοτέλης,3 οὐχ ὁ σπουδαῖος καὶ ὁ κύριος, συνηγορεῖ τὸν γαλαξίαν τοῦ ἀέρος εἶναι πάθος, ὅπερ οὐχ οὕτως ἔχει, βουλόμενος ἐνδείξασθαι, ὅτι συνηγορεῖ, ἐκ προοιμίων αὐτοῦ ἐμνήσθη· ἔθος γὰρ ἔχει προτάττειν τὰ συνηγορικῶς λεγόμενα. ἐκπυρουμένων δὲ καὶ κινουμένων εἶπε φασμάτων διὰ τοὺς διάττοντας. φάσματα δὲ αὐτοὺς ἐκάλεσεν, ἐπειδὴ νομίζονται εἶναι ἀστέρες, ὅπερ οὐκ ἀληθές· γίνονται δὲ οὗτοι ἐκπυρώσεως γινομένης τοῦ ἀέρος.

“例如关于银河与彗星,以及关于点燃并移动的幻影。” 由于作为申辩者的亚里士多德——而非严肃且具权威的亚里士多德——在为银河是空气的一种受动状态进行申辩,而这并非实情,因此他为了表明自己是在进行申辩,便从开篇起就提到了它;因为他有把以申辩方式所谈论的事物置于首位的习惯。他说“点燃并移动的幻影”是由于流星。他之所以将它们称为“幻影”,是因为它们被认为是星辰,而这并非真实;它们是在空气发生点火时生成的。

§1.2.8

"Ὅσα τε θείημεν ἀέρος εἶναι κοινὰ πάθη καὶ ὕδατος." Κοινὰ λέγει πάθη ἀέρος καὶ ὕδατος τὴν ἶριν καὶ τὴν ἅλω, ὅθεν ὡς ἐπὶ τὸ πλεῖστον ὑετοῦ μέλλοντος κατενεχθῆναι γίνονται, καὶ δηλοῖ μάλιστα ἡ ἶρις τὸν ὑετὸν ἐσόμενον. διὸ καὶ ὁ ποιητὴς ὑετῶν μάντιν καλῶν αὐτὴν οὐκ ἄνευ τῶν πραγμάτων τῷ ἐπιθέτῳ χρήσεται. ἶρις δὲ ἐκλήθη παρὰ τὸ ἀγγέλλειν, ἐπειδὴ καὶ ἡ παρὰ τοῖς θεοῖς Ἶρις ἄγγελός ἐστιν. ἅλως δὲ ἐκλήθη διὰ τὸ ἐοικέναι ἁλωνίᾳ. καὶ γὰρ ὥσπερ ἡ ἁλωνία περιφερὴς διὰ τὸ κύκλῳ κινεῖσθαι τοὺς βόας τὸν Δημητριακὸν καρπὸν καταθραύοντας καὶ διακρίνοντας τὸν καρπὸν ἀπὸ τῆς καλάμης, οὕτως καὶ ἡ ἅλως αὕτη περὶ τὴν σελήνην γινομένη κυκλοτερής ἐστιν.

“以及凡是我们可能设定为空气与水所共有的受动状态者。” 他把彩虹和晕称为空气与水的共有受动状态,由此它们绝大多数是在雨将要降下时生成的,尤其是彩虹表明了将要来临的雨水。因此诗人称她为雨的预言者,其使用这一称号并非不合事实。虹[iris]之所以得名是源于“宣告”[angellein],因为在众神身旁的伊里斯[Iris]也是信使[angelos]。而晕[halōs]得名是由于类似于打谷场[halōnia]。因为正如打谷场是圆形的,是由于碾压得墨忒耳的果实并将谷粒从秸秆中分离出来的牛群在作圆周运动,围绕月亮生成的这一晕环同样也是圆形的。

§1.2.9

"Ἔτι δὲ γῆς ὅσα μέρη καὶ εἴδη καὶ πάθη τῶν μερῶν." Ἔτι φησὶ ‘πρὸς τούτοις’, δέον ζητῆσαι4 τὰ μέρη καὶ τὰ εἴδη καὶ τὰ πάθη τῆς γῆς. μέρη μὲν οὖν ἐστι τῆς γῆς τὸ ἀνατολικόν, τὸ δυτικόν, τὸ βόρειον, τὸ νότιον· ταῦτα δὲ ὀφείλομεν εἰδέναι διὰ τοὺς ἀνέμους. εἴδη δὲ γῆς λέγει, ἐπειδὴ τῆς γῆς ἡ μὲν σηραγγώδης, ἡ δὲ ἀντρώδης. τοῦτο δὲ συμβάλλεται πρὸς τοὺς σεισμούς· ἡ γὰρ σηραγγώδης οὐχ ἁλίσκεται σεισμοῖς διὰ τὸ μὴ στέγεσθαι τὰς ἀναθυμιάσεις, ἡ δὲ ἀντρώδης συνεχῶς ἴσχει. πάθη δὲ τῆς γῆς φησι τὰς δύο ἀναθυμιάσεις, τήν τε καπνώδη καὶ τὴν ἀτμιδώδη. διὰ τί δὲ ἐπὶ μόνων τῶν παθῶν εἶπε καὶ τὰ πάθη τῶν μερῶν, διὰ τί δὲ καὶ μὴ εἴδη τῶν μερῶν; λέγομεν, ὅτι ἐκ τῶν διαφόρων μερῶν διάφοροι ἀναθυμιάσεις, καὶ διὰ τοῦτο εἶπε πάθη μερῶν, οὐκέτι δὲ τῶν εἰδῶν διάφορα μέρη· διὸ οὐκ ἠναγκάσθη προσθεῖναι.

“此外,大地有多少部分与种类,以及诸部分的受动状态。” 他说“此外”是指“在这些之外”,即必须探究大地的部分、种类以及受动状态。大地的部分是东部、西部、北部和南部;由于风的缘故,我们应当认识这些部分。他说大地的“种类”,是因为大地有的多孔隙,有的多洞穴。这与地震有关;因为多孔隙的大地不会遭受地震,由于蒸发物没有被阻闭,而多洞穴的大地则不断经受[地震]。他称大地的“受动状态”为两种蒸发物,即烟状的与汽状的。然而,为什么仅就受动状态而言他说了“以及诸部分的受动状态”,为什么没有也说“诸部分的种类”呢?我们说,这是因为不同的部分产生不同的蒸发物,正因如此他说了“部分的受动状态”,但种类的不同部分却不再存在;因此他没有被迫加上这一项。

语法注4 条
  1. 1.2.6ἀτακτότερον δοκοῦσι γίνεσθαι τῶν γινομένων ἐν τῷ περιγείῳ

    中性复数主语 τὰ ἐν τῷ ἀπογείῳ γινόμενα 搭配了复数动词 δοκοῦσι(依意合致,破格语法),而非标准的中性复数接单数动词。比较级副词 ἀτακτότερον 支配比较属格 τῶν γινομένων。

  2. 1.2.6ἀλλὰ μὴν καὶ οἱ κομῆται

    承接前句(καὶ γὰρ ὁ γαλαξίας δοκεῖ ἀτάκτως γίνεσθαι)的省略结构,在 οἱ κομῆται 之后需意补如 δοκοῦσιν ἀτάκτως γίνεσθαι 等谓词成分。

  3. 1.2.7Ἐπειδὴ ὁ συνηγορικὸς Ἀριστοτέλης

    主句的主动词为 ἐμνήσθη,由主语 ὁ συνηγορικὸς Ἀριστοτέλης 统领。ἐπειδή 引导的从句内动词为 συνηγορεῖ,其后接带不定式的宾格句(τὸν γαλαξίαν ... εἶναι)。

  4. 1.2.9δέον ζητῆσαι

    独立宾格(accusative absolute)结构,使用无人称动词 δεῖ 的中性分词 δέον,表示“需要/应当探究”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:10.11-11.27