← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§7.2-8.26

作为物理学与论天总结的序言释义

奥林匹奥多鲁解释《气象学》开篇(338a20–21)的文句,阐明亚里士多德如何按顺序总结并回忆《物理学》八卷和《论天》四卷的论题(本原原因、自然运动、星体以及物体性元素)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2.1

" Περὶ μὲν οὖν τῶν πρώτων αἰτίων τῆς φύσεως καὶ πάσης κινήσεως φυσικῆς." Ἀνάμνησιν ποιεῖται τῶν φθασάντων ἑτέρᾳ διὰ τοῦ παρόντος ῥησειδίου, τῆς Φυσικῆς ἀκροάσεως.1 ἀλλὰ διὰ μὲν τοῦ εἰπεῖν τῶν πρώτων αἰτίων τῆς φύσεως ἀνέμνησε τοῦ πρώτου καὶ τοῦ δευτέρου λόγου. ἐν γὰρ τούτοις τὰ πρῶτα αἴτια, ὕλην φημὶ καὶ εἶδος, διδάσκει. ἀλλ’ ἐν μὲν τῷ πρώτῳ μᾶλλον περὶ ὕλης ὁ λόγος, ἐπειδὴ τὰς διαφόρους δόξας ἐκεῖσε διελέγχει περὶ αὐτήν, ἐν δὲ τῷ δευτέρῳ μᾶλλον περὶ εἴδους. δείκνυσι γὰρ ἐκεῖσε τὰ τρία αἴτια ἀλλήλοις συντρέχοντα· τὸ γὰρ ποιητικὸν καὶ τὸ ὑλικόν, φησι, συντρέχουσι τῷ εἰδικῷ· εἰ οὖν περὶ τοῦ εἰδικοῦ ὁ λόγος, δηλονότι καὶ περὶ τοῦ εἴδους. διὰ δὲ τοῦ εἰπεῖν καὶ περὶ πάσης κινήσεως φυσικῆς ὑπόμνησιν ἐποίησε τῶν τεσσάρων λόγων ε̄, ς̄, ζ̄, η̄· ἐν τούτοις γὰρ περὶ πάσης φυσικῆς κινήσεως ὁ λόγος. ἀλλ’ ἴσως τις ἐρεῖ, ποῦ ὁ περὶ κινήσεως καὶ κενοῦ καὶ ἀπείρου καὶ τόπου καὶ χρόνου λόγος. τί οὖν φαμεν; ὅτι τοῖς ἄκροις συμπαραλαμβάνεται καὶ τὰ μέσα, ὅτι περὶ πάσης κινήσεως εἰρηκὼς ἀνέμνησε περὶ τόπου καὶ χρόνου· πᾶσα γὰρ κίνησις ἐν τόπῳ καὶ ἐν χρόνῳ. εἰ δὲ τόπου ἀνέμνησε, δηλονότι καὶ κενοῦ· οὐδὲν γὰρ ἄλλο ἐστὶ κενόν, εἰ μὴ τόπος ἐστερημένος σώματος. εἰ δὲ χρόνου ἀνέμνησε, δηλονότι καὶ ἀπείρου· δοκεῖ γὰρ οἷον ἄπειρος εἶναι ὁ χρόνος. ζητῆσαι δὲ ἄξιον, τί δήποτε προσέθηκε τὸ φυσικῆς. ἐντεῦθεν πειρῶνταί τινες δεῖξαι, ὅτι οἶδε καὶ Ἀριστοτέλης τὴν ὑπερφυῆ κίνησιν, ἣν καὶ ὁ Πλάτων οἶδε λέγων αὐτοκίνητον τὴν ψυχήν. καί φαμεν, ὅτι ὁ μὲν Πλάτων τὴν λογικὴν ψυχὴν ἔφη αὐτοκίνητον, ὁ δ’ Ἀριστοτέλης φυσικὴν κίνησιν αὐτοκίνητον. πλὴν οἱ ταῦτα λέγοντες ἔξω τοῦ σκοποῦ βάλλουσι καὶ ἐκπίπτουσι τῆς Ἀριστοτέλους διανοίας· οὐ γὰρ δευτέραν λέγει εἶναι ἐκείνην τὴν κίνησιν, ὡς δέδεικται ἐν τῇ Περὶ ψυχῆς. τί οὖν ῥητέον; ὅτι καὶ αὐτὸς κίνησίν φησιν ὑπερφυῆ τὴν τῶν στοιχείων, ἣν εἰρήκασι κινεῖσθαι τὰς ὁλότητας αὐτῶν ἐφιεμένας τοῦ πέμπτου στοιχείου.2 διὰ τοῦτο τὸ φυσικῆς.

“那么关于自然的本原原因以及一切自然运动。” 他通过眼下这句简短的话语,对之前在另一部著作中,即在《物理学》中所探讨的事物作了回忆。但是通过说“自然的本原原因”,他回忆了第一卷和第二卷。因为在这些卷中他传授了本原原因,我的意思是质料和形式。但是在第一卷中论述更多是关于质料的,因为他在那里驳斥了关于它的各种见解;而在第二卷中则更多是关于形式的。因为他在那里表明三种原因彼此重合;他说,动因和质料原因与形式原因相重合;因此如果论述是关于形式原因的,显然也就是关于形式本身的。而通过说“以及关于一切自然运动”,他回忆了四卷,即第五、六、七、八卷;因为在这些卷中包含着关于一切自然运动的论述。但也许有人会说,关于运动、虚空、无限、场所和时间的论述在哪里呢?那么我们说什么呢?那就是,两端把居间者也一同囊括在内,通过谈及“一切运动”,他回忆了场所和时间;因为一切运动都是在场所中和时间中进行的。而如果他回忆了场所,显然他也回忆了虚空;因为虚空不是别的,正是剥夺了物体的场所。而如果他回忆了时间,显然他也回忆了无限;因为时间似乎在某种意义上是无限的。然而值得探究的是,他究竟为何添加了“自然”一词。由此某些人试图证明,亚里士多德也知道超自然的运动,柏拉图在称灵魂为自我运动者时也知道这种运动。我们说,柏拉图称理性灵魂是自我运动的,而亚里士多德称自然运动是自我运动的。不过,讲这些话的人并没有命中靶心,脱离了亚里士多德的心思;因为他并没有说那种运动是派生的,正如在《论灵魂》中所表明的那样。那么应当说什么呢?应当说,他自己也把他们所说的各元素的全域在向往第五元素时所进行的运动,称为元素的超自然运动。正是因此才有了“自然”一词。

§1.2.2

"Ἔτι δὲ περὶ τῶν κατὰ τὴν ἄνω φορὰν διακεκοσμημένων ἄστρων καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν πόσα τε καὶ ποῖα." Διὰ τούτων ἐπανάληψιν ποιεῖται τῆς Περὶ οὐρανοῦ πραγματείας, ἀλλὰ διὰ μὲν τοῦ πρώτου ῥησειδίου τῶν δύο λόγων, διὰ δὲ τοῦ δευτέρου τῶν ὑπολοίπων δύο. τέσσαρας γὰρ λόγους ἐχούσης τῆς Περὶ οὐρανοῦ πραγματείας ἐν μὲν τῷ πρώτῳ περὶ πασῶν τῶν σφαιρῶν διαλέγεται,3 ἐν δὲ τῷ δευτέρῳ περὶ τῶν ἐν ταῖς σφαίραις ἄστρων. ἐν δὲ τῷ τρίτῳ δείκνυσι, πόσα εἰσὶ τὰ στοιχεῖα, ἀϊδίους τὰς ὁλότητας ἀποδεικνύς· ἐχρῆν γὰρ ἐκεῖσε τοῦτο ποιῆσαι, ἐπειδὴ σκοπὸς αὐτῷ ἐστι τὸ δεῖξαι ἀΐδιον τὸν κόσμον. ἐν δὲ τῷ τετάρτῳ λόγῳ περὶ βαρύτητος καὶ κουφότητος διαλέγεται· ἐχρῆν γὰρ ἡμᾶς τὰ περὶ τούτων εἰδέναι, ὅπως μάθωμεν, ποῖον μὲν τῶν στοιχείων τὴν ἄνω τάξιν ὀφείλει ἔχειν, ποῖον δὲ τὴν κάτω, ποῖα δὲ μέσα. διὰ μὲν τοῦ εἰπεῖν περὶ τῶν κατὰ τὴν ἄνω φορὰν διακεκοσμημένων ἄστρων ἀνάληψιν τοῦ πρώτου καὶ τοῦ δευτέρου λόγου ἐποιήσατο, διὰ δὲ τοῦ ὑπολοίπου καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν πόσα τε καὶ ποῖα τῶν ἐφεξῆς δύο λόγων τῆς Περὶ οὐρανοῦ [περὶ τῶν τριῶν διαλέγεται]. εἴρηται γάρ, ὅτι τρεῖς ἀφώρισεν πραγματείας τῇ περὶ τῶν στοιχείων διδασκαλίᾳ· τὴν Περὶ οὐρανοῦ, τὴν Περὶ γενέσεως καὶ φθορᾶς, τὴν παροῦσαν πραγματείαν. καὶ ποῦ μὲν ὡς ἀΐδια ταῦτα διδάσκει ἐν τῇ Περὶ οὐρανοῦ, ποῦ δὲ ὡς γινόμενα ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς, ποῦ δὲ ὡς παθαινόμενα ἐν τῇ παρούσῃ πραγματείᾳ. κέρδανον δὲ διὰ τοῦ εἰπεῖν στοιχείων σωματικῶν πόσα τε καὶ ποῖα, ὅτι καὶ τὸ πέμπτον σῶμα στοιχεῖον βούλεται εἶναι· διὰ γὰρ τοῦ εἰπεῖν πόσα ἀνέμνησεν, ὅτι πέμπτον, διὰ δὲ τοῦ ποῖα, ὅτι πέμπτον σῶμα καὶ πῦρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ. σωματικῶν δὲ εἶπε πρὸς ἀντιδιαστολὴν τῆς ὕλης καὶ εἴδους· κἀκεῖνα γὰρ αἴτια, ἀλλ’ οὐ σωματικά, ἀλλ’ ἀσώματα.

“此外还关于按照上方移动而排列整齐的星体,以及关于物体性的元素,其数量有多少且具有怎样的性质。” 通过这些话语他对《论天》的论著进行了重述回忆,通过第一个简短词句回忆了其中两卷,而通过第二个简短词句回忆了其余两卷。因为《论天》论著有四卷,在第一卷中他探讨所有的天球,在第二卷中探讨天球中的星体。在第三卷中他表明元素有多少个,证明它们的全域是永恒的;因为他在那里必须这样做,因为他的目的是证明宇宙是永恒的。而在第四卷中他探讨重与轻;因为我们必须了解关于这些的事项,以便我们得知元素中哪一种应当处于上方秩序,哪一种处于下方,哪些处于居间。通过说“关于按照上方移动而排列整齐的星体”,他回忆了第一卷和第二卷;而通过其余的“以及关于物体性的元素,其数量有多少且具有怎样的性质”,他回忆了《论天》接下来的两卷[探讨关于这三者]。因为有人说过,他为关于元素的传授划分了三部论著:《论天》、《论生成与毁灭》以及本论著。在《论天》中他把这些作为永恒者传授,在《论生成与毁灭》中作为生成的,在本论著中作为受动的。此外,从他说“物体性元素的数量有多少且具有怎样的性质”,可以得到这样的收获:他也主张第五物体是元素;因为通过说“数量有多少”,他回忆了存在第五种;通过“怎样的性质”,回忆了它们是第五物体、火、气、水和土。他说“物体性的”,是为了与质料和形式相区别;因为那些也是原因,但不是物体性的,而是非物体的。

语法注3 条
  1. 1.2.1Ἀνάμνησιν ποιεῖται τῶν φθασάντων ἑτέρᾳ διὰ τοῦ παρόντος ῥησειδίου, τῆς Φυσικῆς ἀκροάσεως

    句末的属格短语 τῆς Φυσικῆς ἀκροάσεως 并非对前文阴性与格 ἑτέρᾳ(暗示省略了 πραγματείᾳ,“在另一部[著作]中”)的同位语,而是由 ἀνάμνησιν ποιεῖται(作回忆)所支配的宾格性属格,与前置的 τῶν φθασάντων(先前探讨过的事物)构成同位并列,具体点明所回忆的著作名称。

  2. 1.2.1ἣν εἰρήκασι κινεῖσθαι τὰς ὁλότητας αὐτῶν ἐφιεμένας τοῦ πέμπτου στοιχείου

    关系代词宾格 ἣν 作为不定式 κινεῖσθαι 的内在宾格(同源宾格,承接 κίνησιν)。不定式 κινεῖσθαι 的逻辑主语是宾格短语 τὰς ὁλότητας αὐτῶν(元素的全域),分词 ἐφιεμένας 与其保持性数格一致。主要动词 εἰρήκασι 为第三人称复数完成时,指称不特定的前人解说者(“他们说过”)。

  3. 1.2.2διὰ δὲ τοῦ ὑπολοίπου ... τῶν ἐφεξῆς δύο λόγων τῆς Περὶ οὐρανοῦ [περὶ τῶν τριῶν διαλέγεται]

    承接前句中的 ἀνάληψιν τοῦ πρώτου καὶ τοῦ δευτέρου λόγου ἐποιήσατο,在 διὰ δὲ τοῦ ὑπολοίπου 之后省略了 ἀνάληψιν ἐποιήσατο,统领着属格 τῶν ἐφεξῆς δύο λόγων 作为其动作对象。校勘本中被置于方括号内的 περὶ τῶν τριῶν διαλέγεται 被视作后世抄手附加上去的衍文。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:7.2-8.26