← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§76.9-79.8

关于银河为空气情状的四个论证之考查

对亚里士多德《气象论》345b32–346b13的逐条注解。奥林匹奥多罗依次探讨亚里士多德主张银河是空气情状的四个论证(类比、大小、位置、星辰的密集),指出亚里士多德语气的审慎,并解释该节末尾总结时使用“几乎”一词的涵义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11.3

" Ὅτι τὸ ἔσχατον τοῦ λεγομένου ἀέρος δύναμιν ἔχει πυρός." Καλῶς εἶπε λεγομένου, ἐπειδὴ οὐ κυρίως ἐστὶν ἀήρ. δύναμιν δὲ εἶπεν ἔχειν πυρὸς διὰ τὸ πεφυκέναι ἑτοίμως ἐξάπτεσθαι· οὐ γὰρ τοιοῦτον τὸ ὑπέκκαυμα, οἷόν ἐστι τὸ διακονικὸν πῦρ.

“所谓空气的极致具有火的潜能。” 他用“所谓”用得好,因为这严格来说并非空气。而他说它“具有火的潜能”,是因为它具有随时被点燃的本性;因为那燃料并不像日常实用的火那样。

§1.11.4

"Τοιοῦτον δεῖ νοῆσαι γινόμενον οἷον περὶ ἐκεῖνα." Τὸ πρῶτον ἐπιχείρημα τὸ ἐκ τῆς ἀναλογίας.

“应当认为所发生的事情就像在那些事物周围一样。” 这是来自类比的第一种论证。

§1.11.5

"Ὅταν μήτ’ αὐτὴ καθ’ αὑτὴν γένηται ἡ τοιαύτη ἔκκρισις." Ἰδοὺ ἐντεῦθεν σημείωσαι, ὅτι τὸν γαλαξίαν φησὶ κομήτῃ ἀναλογεῖν οὐ τῷ τυχόντι, ἀλλὰ τῷ περὶ ἀστέρα ὄντι τῶν ἐνδεδεμένων, τουτέστι τῶν μὴ κινουμένων. πλὴν μέντοι χρὴ ἡμᾶς εἰδέναι, ὅτι ὁ Πτολεμαῖος ἀποδείκνυσιν, ὅτι καὶ ταῦτα τὰ ἄστρα διὰ ἑκατὸν ἐτῶν κινοῦνται μίαν μοῖραν, ὡς μηδὲν εἶναι ἀκίνητον.

“当这种分泌物不是单独自身产生时。” 看,从这里应当注意,他说银河所类比的不是任意的彗星,而是处于固定星辰、亦即不运动之星辰周围的彗星。然而我们应当知道,托勒密证明了这些星辰在一百年中也移动一度,以至于没有任何东西是不动的。

§1.11.6

"Διὰ τὸ παρακολουθεῖν αὐτῶν τῇ φορᾷ καὶ τὰ ἑξῆς." Τὸ ἄλλο παράδειγμα τὸ ἀπὸ τῆς ἅλω, πλήν, ὡς εἴρηται, ἐν τούτῳ ἡ διαφορά, ὅτι ἡ μὲν ἅλως γίνεται ἐκ τῆς ἀτμίδος, ὁ δὲ γαλαξίας ἐκ τῆς καπνώδους ἀναθυμιάσεως.

“由于伴随着它们的运行,等等。” 这是来自晕圈的另一个例证;只不过正如已经指出的,差别在于:晕圈是由水气产生的,而银河是由烟状蒸发物产生的。

§1.11.7

"Εὔλογον γάρ, εἴπερ ἡ ἑνὸς ἄστρου κίνησις." Ὅρα, πῶς καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐνδοιάζει· οὐ γὰρ εἶπεν ‘ἀναγκαῖον, ἀλλὰ μᾶλλον εὔλογον. οὐ γὰρ δοκεῖ αὐτῷ ἀληθῆ εἶναι τὰ περὶ τοῦ γαλαξίου νῦν λεγόμενα. Ἀνάγκη τοίνυν τῶν αὐτῶν μεγίστων κύκλων μάλιστα τὴν μέλλουσαν τοῦτο ποιήσειν φοράν.1 Τὸ ἀνάγκη οὐ πρὸς τὸ εἶναι πάθος τοῦ ἀέρος τὸν γαλαξίαν, ἀλλὰ πρὸς τὸ εἶναι μέγαν τὸν κύκλον. Χρὴ γὰρ τοῦτο, ἵνα πολλὴ κίνησις ᾖ διὰ τὸ μέγεθος γινομένη καὶ πλείονα τὴν ἔξαψιν ποιήσῃ. Ἐντεῦθεν δὲ δῆλον, ὅτι τὸ δεύτερον ἐπιχείρημα.

“因为,如果一颗星辰的运动[……],这是合乎情理的。” 看,亚里士多德自己也是如何犹豫的;因为他没有说“必然”,而是毋宁说“合乎情理”。因为在他看来,现在关于银河所说的内容似乎并非真确。“因此,将要产生这结果的运行,必然特别属于这些最大的圆环。”这句“必然”并不是针对银河是空气的情状说的,而是针对圆环之巨大说的。因为需要这一点,以便由于大小而产生的运动巨大,并造成更多的点火。由此显而易见,这是第二种论证。

§1.11.8

"Καὶ πρὸς τούτοις ἔτι καθ’ ὃν τόπον πυκνότατα καὶ πλεῖστα." Ἐντεῦθεν τὸ ἄλλο ἐπιχείρημα τὸ ἐκ τῆς θέσεως. πλὴν πρὶν τελέως αὐτὸ παραδώσει, μεσολαβεῖ τὸ τέταρτον, καὶ τέλος πάλιν ἀναλαμβάνει τὸ τρίτον.

“而且除这些之外,还在它们最为密集且数目最多的地方。” 从这里开始是来自位置的另一种论证。只不过在他完全陈述它之前,第四种论证插了进来,最后他又重新提起第三种论证。

§1.11.9

"Διόπερ οἱ πολλοὶ τῶν κομητῶν ἐκτὸς γίνονται τῶν τροπικῶν." Καλῶς τὸ οἱ πολλοί· ἱστόρηται γάρ, εἰ καὶ σπανίως, ἐν τῇ διακεκαυμένῃ ζώνῃ κομήτης γινόμενος.

“因此多数彗星产生在回归线之外。” “多数”说得好;因为即使罕见,也有彗星产生在热带的记载。

§1.11.10

"Πρὸς δὲ τούτοις ἄστρων ὁ τόπος πλήρης ἐστίν." Ἰδοὺ ἐπαναλαμβάνει τὸ τρίτον ἐπιχείρημα.

“除这些之外,该处充满了星辰。” 看,他重复了第三种论证。

§1.11.11

"Καὶ ἔτι τῶν σποράδων τούτων καλουμένων." Σποράδες οὗτοι καλοῦνται οἱ ἀστέρες, διότι οὐκ ἀποτελοῦσιν εἴδωλον ὡς οἱ ἄλλοι. διὸ οὐδὲ καταγράφονται ἐν τῇ Ἀρατείᾳ σφαίρᾳ. περὶ ὧν σποράδων φησὶ καὶ Ἄρατος· πολλὴ γὰρ σποράδων χύσις ἕλκεται Ὑδροχόοιο.

“而且还是在这些被称为散在星的星辰之中。” 这些星辰被称为散在星,是因为它们不像其他星辰那样构成星座形象。因此它们甚至没有被绘制在阿拉托斯天球仪上。关于这些散在星,阿拉托斯也说道:“因为水瓶座散在星的大量流散被拖曳着。”

§1.11.12

"Σημεῖον δέ· καὶ γὰρ αὐτοῦ τοῦ κύκλου πλέον τὸ φῶς ἐστιν ἐν θατέρῳ ἡμισφαιρίῳ τῷ τὸ δίπλωμα ἔχοντι." Τοσοῦτόν φησιν· διὰ τὸ πλῆθος καὶ τὴν πύκνωσιν τῶν ἀστέρων ὁ γαλαξίας γίνεται, ὅτι ὅπου εἰσὶ πάνυ πυκνότατοι ἀστέρες, ἐκεῖ ἔστι θεωρῆσαι τὸ δίπλωμα τοῦ γαλαξίου, οἱονεὶ δύο ζώνας ἔστι θεάσασθαι μεσολαβούσας κοινόν τινα τόπον τὸ μεταξὺ ἀφανὲς τῶν σφαιρῶν.

“这是一个标志:因为该圆环自身的光芒在具有双重部分的另一半球中也更多。” 他只是说:由于星辰的繁多和密集而产生了银河,因为在星辰极其密集的地方,可以在那里观察到银河的双重部分,就好像可以看到两条带子夹着某个共同的场所,即各天球之间那不可见的空间一样。

§1.11.13

"Ταύτην εἰκὸς ὑπολαβεῖν οἰκειοτάτην αἰτίαν." Ἰδοὺ ὅρα πάλιν, πῶς ἐνδοιάζει μηδαμοῦ ἀποδεικτικῶς τὸν λόγον προάγων.

“把这假定为最本己的原因是合乎情理的。” 看,再次看他如何犹豫,没有在任何地方以论证性的方式推进说理。

§1.11.14

"Θεωρείσθω δ’ ὅ τε κύκλος καὶ τὰ ἐν αὐτῷ ἄστρα ἐκ τῆς ὑπογραφῆς." Ὁ γαλαξίας, φησίν, ὡς ἐπὶ καταγραφῆς καὶ τὰ περὶ αὐτὸν ὄντα ἄστρα θεωρείσθω. ἡ δὲ καταγραφὴ πρόδηλος τοῖς τὸν γαλαξίαν ἐπισταμένοις. ἔστι γὰρ ἐναργῶς τό τε πλῆθος τῶν ἄστρων θεάσασθαι, ἔστι γε μὴν καὶ τὸ δίπλωμα, ὅπου πλείονά εἰσιν.

“圆环及其中的星辰应从图解中来观察。” 他说,银河及围绕它的星辰应当像在图解上那样被观察。而这图解对于了解银河的人来说是显而易见的。因为人们可以清晰地看到星辰的繁多,而在它们更为众多的地方,确实也可以看到双重部分。

§1.11.15

"Ὥστε εἴπερ καὶ περὶ τοῦ φαίνεσθαι κομήτας." Τὸ συμπέρασμα λοιπὸν ἐπάγει, ὅτι δεῖ τίθεσθαι τὸν γαλαξίαν τοῦ ἀέρος πάθος.

“因此,如果关于彗星显现也是如此[……]。” 他接下来引出了结论:应当将银河定为空气的情状。

§1.11.16

"Διὸ καθάπερ εἴπομεν πρότερον καὶ τὰ ἑξῆς." Τὸ ἀνωτέρω εἰρημένον λέγει, ὅτι ὅλη ἡ καπνώδης ἀναθυμίασις ἐκδαπανᾶται εἰς τὸν γαλαξίαν. τούτου δὲ οὐκ ἐμνήσθη ἡ θεωρία ἅτε δὴ παλαιοῦ ὄντος.

“因此正如我们先前所说,等等。” 他提及了上文所说的话,即全部烟状蒸发物都被消耗在银河之中。然而这一研讨并没有提及这一点,因为它已经是旧有的观点了。

§1.11.17

"Περὶ μὲν οὖν τῶν γινομένων." Τὸ συμπέρασμα ἐπάγει πάντων τῶν γινομένων ἐκ τῆς καπνώδους ἀναθυμιάσεως.

“关于所产生的事物,那么。” 他引出了由烟状蒸发物所产生的一切事物的结论。

§1.11.18

"Σχεδὸν γάρ ἐστι τοσαῦτα πάθη γινόμενα κατὰ τὸν τόπον τοῦτον." Διὰ τί τὸ σχεδόν; εὐλόγως, ἐπειδὴ τὰ εἰρημένα ἤδη σχεδὸν πάντα περὶ τὸν ἄνω γίνονται τόπον· οὐδὲ γὰρ ἀκριβῶς πάντα· δῆλον γὰρ περὶ γαλαξίου. οὐδὲ γάρ, ὥς τινες ὑπέλαβον, τὸ σχεδὸν εἶπε διὰ τὰ μέλλοντα, ἐπειδὴ λείπει ἄλλα, οἷον ἀστραπὴ καὶ τὰ λοιπά, εἴ γε πολλὰ πάνυ εἰσὶ τὰ λείποντα, κεραυνοί, ἀστραπαί, ἄνεμοι, σεισμοί, τυφῶνες καὶ ἄλλα πλείονα· οὐκ ἂν οὖν τοσούτων λειπομένων ἔλεγε σχεδόν. πλὴν δεῖ ἐπιστῆσαι, ὅτι πολλὰ μὲν τὰ λείποντα ἐκ τῆς καπνώδους ἀναθυμιάσεως, ἀλλ’ οὖν τῶν γινομένων περὶ τὸν ἄνω τόπον οὐ λείπει τι εἰ μὴ ἀστραπή.2 τοῦτο δὲ ἔφη Ἀριστοτέλης τὰ φαινόμενα κατὰ τὸν τόπον τοῦτον ἐπάγων.

“因为在这一场所产生的情状几乎就是这么多了。” 为什么用“几乎”?这是合乎情理的,因为所说的那些事物几乎全部产生在上方的场所周围;因为严格来说并非全部(在银河的问题上这是显然的)。也并不像某些人所假定的那样,他是因为将要论述的事物而说“几乎”,因为还遗留有其他事物,例如闪电及其余的事物——如果所遗留的事物真有极多的话:霹雳、闪电、风、地震、旋风以及更多其他的;因此在遗留了如此多的事物时,他不会说“几乎”。然而应当注意,由烟状蒸发物所产生的遗留事物虽然很多,但产生在上方的场所周围的事物中,除了闪电之外并没有遗漏什么。亚里士多德补充说“在这一场所显现的事物”,所表达的正是这一点。

语法注2 条
  1. 1.11.7Ἀνάγκη τοίνυν τῶν αὐτῶν μεγίστων κύκλων μάλιστα τὴν μέλλουσαν τοῦτο ποιήσειν φοράν.

    对亚里士多德原文(346a8–9)的直接引用。句法上为省略不定词 εἶναι 的带宾格的不定词结构:由 ἀνάγκη [ἐστὶ] 引出,τὴν μέλλουσαν τοῦτο ποιήσειν φοράν 作主语宾格,τῶν αὐτῶν μεγίστων κύκλων 作表语属性属格(“属于这些最大的圆环”)。注释者紧接着指出,ἀνάγκη 所限定的不是银河的情状性质,而是圆环的巨大大小。

  2. 1.11.18οὐ λείπει τι εἰ μὴ ἀστραπή

    紧接在否定短语 οὐ ... τι(“没有任何东西”)之后的 εἰ μή(“除了……之外”)排除结构。补全省略后为 οὐ λείπει τι [ἄλλο] εἰ μὴ ἀστραπή [λείπεται]。这构成了注释者论证的句法基础:亚里士多德之所以使用 σχεδόν(“几乎”),是因为在上部区域产生的事物中,除了闪电之外没有留下任何其他东西。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:76.9-79.8