- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:74.15-76.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗概述并考察了亚里士多德主张银河是空气情状的四个论证,以及阿摩尼奥斯证明其非情状的四个反驳论证,并在随后的短断片中澄清预设原理是指燃料的存在。
" Ἡμεῖς δὲ λέγωμεν ἀναλαβόντες τὴν ὑποκειμένην ἀρχήν." Ὅτι πάθος τοῦ ἀέρος ἐστὶν ὁ γαλαξίας, ἥκομεν νῦν συνηγορήσοντες· ὅτι δὲ πάλιν οὐκ ἔστι πάθος, ἥκομεν ἀποδείξοντες διὰ ἰσαρίθμων ἐπιχειρημάτων. καὶ ἡ συνηγορία καὶ ἡ ἀπόδειξις πρόεισιν· ἑκατέρα γὰρ αὐτῶν τέτρασιν ἐπιχειρήμασι κέχρηται· ἡ μὲν πρώτη συνηγορία ἀπὸ τῆς ἀναλογίας, ἡ δευτέρα ἀπὸ τοῦ μεγέθους, ἡ τρίτη ἀπὸ τῆς θέσεως, ἡ τετάρτη ἀπὸ τῶν ἀπλανῶν ἀστέρων. καὶ ἡ ἀπόδειξις δὲ τέτρασι κέχρηται· πρῶτον μὲν ἐκ τοῦ ἀναλλοιώτου, δεύτερον ἐκ τοῦ καθόλου, τρίτον ἐκ τῆς σελήνης, τέταρτον ἐκ τῶν ὑπολοίπων πλανωμένων ἀστέρων. ἐν τούτοις δέ ἐστι πᾶσα ἡ δύναμις τῆς θεωρίας. ἀλλ’ εἰ δοκεῖ ἑκάστῳ αὐτῶν ἐπεξέλθωμεν καὶ ἕκαστον αὐτῶν διακωδωνίσωμεν. πρῶτον μὲν οὖν ἐστιν ἐπιχείρημα τὸ ἀπὸ τῆς ἀναλογίας ὂν τοιοῦτον· ὅπερ ἐστὶ κομήτης περὶ ἕνα ἀστέρα, τοῦτό ἐστι γαλαξίας περὶ ὅλον κύκλον. διαφέρει δὲ τὸ πρῶτον παράδειγμα τοῦ δευτέρου, ὅτι τὸ πρῶτον κατὰ τὴν ὕλην κοινωνεῖ (ἡ γὰρ αὐτὴ ὕλη γαλαξίου καὶ κομήτου), τὸ δὲ δεύτερον κατὰ μόνην τὴν ἀνάκλασιν κοινωνεῖ· τὴν γὰρ ὕλην ἔχει διάφορον. ἡ γὰρ ἅλως ἐκ τῆς ἀτμίδος γίνεται· τοῦτο γὰρ ᾤετο. δεύτερον ἐπιχείρημα τὸ ἐκ τοῦ μεγέθους. ὁ γὰρ γαλαξίας περὶ μέγιστον κύκλον γίνεται· διὸ καὶ μέγιστος· πολλὴ γὰρ ἡ γινομένη ἔξαψις, ἐπειδὴ πολλὴ ἡ κίνησις. ὅσῳ γὰρ μείζων ὁ κύκλος, πλείων καὶ σφοδροτέρα ἡ κίνησις γίνεται. καὶ οἱ μέγιστοι οὖν κύκλοι καὶ οἱ μικροὶ ἐν τῷ αὐτῷ χρόνῳ ποιοῦνται ἀποκατάστασιν, ὥς φησι καὶ ὁ Ἄρατος περὶ τοῦ Κριοῦ λέγων οὕτως· ὅς ῥά τε καὶ μέγιστα διωκόμενος1 περὶ κύκλου, οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου. ἐπεὶ οὖν περὶ μέγιστον κύκλον γίνεται, πολλὴ ἐξ ἀνάγκης καὶ ἡ ἔξαψις συμβαίνει· διὸ καὶ μέγιστος ὁ γαλαξίας. ὅτι δὲ μέγιστος, δῆλον τῷ πάσῃ τῇ διαμέτρῳ αὐτὸν τοῦ ζῳδιακοῦ ἐπεκτείνεσθαι· ὅτι γὰρ ἐπεκτείνεται, σαφὲς ἐκ τοῦ συμβάλλειν αὐτοῦ τὸν κύκλον κατά τε Τοξότην καὶ τοὺς Διδύμους, ἅπερ ἐκ διαμέτρου εἰσί. τρίτον ἐστὶν ἐπιχείρημα τὸ ἐκ τῆς θέσεως· ᾗ ὁ γαλαξίας οὐκ ἐν αὐτῷ ἐστι τῷ ζῳδιακῷ,2 ἀλλὰ πέριξ, ὡς ἐπιλαμβάνειν καὶ τῶν τροπικῶν, πρόδηλον, ὅτι πάθος ἐστὶ τοῦ ἀέρος· ὥσπερ γὰρ ὁ κομήτης οὐ γίνεται περὶ τὴν διακεκαυμένην ζώνην διὰ τὸ ἐκδαπανᾶσθαι τὴν ὕλην, οὕτως οὐδὲ ὁ γαλαξίας περὶ τὴν ὁδὸν τοῦ ἡλίου γίνεται· ἐκδαπανᾶται γὰρ ἡ ὕλη. τέταρτον ἐπιχείρημα, ὅτι γαλαξίας ἐστὶν ὅπου πλῆθός ἐστι πολλῶν καὶ λαμπρῶν καὶ συνεχῶν ἀστέρων, ἀμέλει τοσοῦτον, ὅτι ἡ τούτων συνέχεια καὶ πυκνότης ἐστὶν αἰτία τοῦ γαλαξίου, ὅτι ὅπου συνεχέστεροι εἰσὶ πάνυ οὗτοι οἱ ἀστέρες, ἐκεῖ γίνεται τὸ δίπλωμα τοῦ γαλαξίου τὸ καλούμενον. οὕτω μὲν οὖν διὰ τεσσάρων ἐπιχειρημάτων δείκνυσιν ὁ Ἀριστοτέλης τὸν γαλαξίαν πάθος εἶναι τοῦ ἀέρος. ὁ δὲ μέγας Ἀμμώνιος διὰ ἰσαρίθμων ἐπιχειρημάτων ἀποδείκνυσιν, ὅτι οὐκ ἔστι πάθος ἀέρος, καὶ ἔστι πρῶτον τὸ ἐκ τοῦ ἀναλλοιώτου. εἰ γὰρ πάθος ἦν ὁ γαλαξίας, ἔδει αὐτὸν ἀλλοίωσιν ἀναδέχεσθαι καὶ ἐν μὲν τῷ θέρει τυχὸν διὰ τὸ εἶναι πλείονα τὴν καπνώδη ἀναθυμίασιν λαμπρότερον γίνεσθαι, ἐν δὲ τῷ χειμῶνι ἀμαυροῦσθαι. δεύτερον ἐπιχείρημα τὸ ἐκ τοῦ καθόλου. καθόλου γὰρ οὐδὲν τῶν γινομένων ἐκ πάθους ἀέρος ἓν ὂν κατ’ ἀριθμὸν πάσῃ τῇ γῇ ὁρᾶται· νῦν δ’ ὁ γαλαξίας πᾶσι τοῖς ἐν τῇ γῇ ὁμοίως ὁρᾶται. τρίτον ἐπιχείρημα ἐκ τῆς σελήνης. αὕτη γὰρ ὑποκάτω ἐστὶ τοῦ γαλαξίου, διότι αὐτὴ μὲν παραλλάττει. δείκνυται δὲ τοῦτο ἐν τῇ συντάξει Πτολεμαίῳ, ὅτι τὰ μὲν παραλλάσσοντα κατωτέρω εἰσί, τὰ δὲ ἧττον ἀνωτέρω. τέταρτον ἐπιχείρημα ἐκ τῶν ὑπολοίπων πλανωμένων, ὅτι καὶ τούτων ἐπάνω ἐστὶν ὁ ζῳδιακὸς3 ἐν αὐτῇ ὢν τῇ ἀπλανεῖ. εἰ γὰρ ἦν κατωτέρω τῆς ἀπλανοῦς, ἡνίκα ὑπερεῖχε τὸν Τοξότην καὶ Διδύμους, καθ’ οὓς καὶ συμβάλλει ὁ κύκλος αὐτοῦ, νοθεύειν ἤμελλεν αὐτοῦ τὴν χροίαν, καὶ ὅμως λευκότερά ἐστι ταῦτα ὁρᾶν. ἔστι δὲ καὶ ἔξωθεν προσευπορῆσαι καὶ ἄλλο ἐπιχείρημα, ὅτι εἰ ἦν πάθος τοῦ ἀέρος, ἔδει, καθὰ συμβάλλει τῷ Τοξότῃ καὶ Διδύμοις, ἐκεῖνα μηδὲ ὅλως φαίνεσθαι· ἦ γὰρ οὐ δύναται πλησίον τῆς ὁδοῦ τοῦ ἡλίου συνίστασθαι, ὡς καὶ αὐτὸς ἔφη Ἀριστοτέλης.
“然而让我们重新提起预设的原理来讨论。” 我们现在前来支持银河是空气的情状这一论点,并且反过来,我们前来通过相同数目的论证来证明它并非情状。辩护与论证都将展开;因为它们各自运用了四个论证:第一种辩护来自类比,第二种来自大小,第三种来自位置,第四种来自恒星。而反驳的论证也运用了四个:第一来自不可变异性,第二来自普遍事实,第三来自月球,第四来自其余的行星。而研讨的全部要旨就在于这些论据之中。然而,如果可行的话,让我们逐一讨论它们并逐一予以检验。 首先,第一种论证来自类比,其性质如下:彗星围绕一颗星辰所是的东西,银河围绕整个圆环也是这个东西。而第一个例子与第二个例子不同,因为第一个例子在质料上具有共通之处(因为银河与彗星的质料是相同的),而第二个例子则仅仅在反射上具有共通之处;因为它的质料是不同的。因为晕圈是由水气产生的;因为他就是这样认为的。 第二种论证来自大小。因为银河围绕最大的圆环产生;因此它也是最大的;因为运动巨大,所产生的点火也巨大。因为圆环越大,运动就变得越庞大且越剧烈。因此最大的圆环与较小的圆环都在相同的时间内完成回归,正如阿拉托斯谈及白羊座时也如此说道:“它在圆环上被最剧烈地驱驰,奔跑得丝毫不比库诺苏拉的熊迟缓”。因此,既然它围绕最大的圆环产生,点火必然也就随之变得巨大;因此银河也是最大的。而它是最大的,这从它横跨黄道带的整个直径来看是显而易见的;因为它是横跨的,这从它的圆环在射手座和双子座相交这一点来看是明白的,而这两个星座正处于对径位置。 第三种论证来自位置:既然银河不在黄道带自身之内,而是在其周围,以至于也占据了回归线,那么显而易见它是空气的情状;因为正如彗星由于质料被消耗殆尽而不产生在热带周围一样,银河也不产生在太阳轨道的周围;因为质料被消耗殆尽了。 第四种论证是:银河处于众多明亮且连续的星辰聚集的地方,确实如此显著,以至于它们的连续性和密集性正是银河的原因,以至于在这些星辰格外连续的地方,就产生了所谓的银河双重部分。 亚里士多德就是这样通过四个论证指出银河是空气的情状的。然而伟大的阿摩尼奥斯则通过相同数目的论证证明它并非空气的情状,第一来自不可变异性。因为如果银河是一种情状,它本应当承受变异,例如在夏季由于烟状蒸发物更多而变得更明亮,在冬季则变暗淡。 第二种论证来自普遍事实。因为总的来说,由空气情状所产生的事物中,没有哪一个在数量上为一却能被整个地球所看见;然而现在银河对地球上的所有人都是同样可见的。 第三种论证来自月球。因为月球处于银河的下方,因为月球呈现出视差。而托勒密在《至大论》中指出了这一点:呈现视差的事物处于更下方,而视差较小的事物则处于更上方。 第四种论证来自其余的行星:黄道带[与银河相交之环]也在这些行星之上,处于恒星天自身之中。因为如果它低于恒星天,当它越过它的圆环相交所处的射手座和双子座之上时,它本会损害它们的颜色,然而这些星座看起来却更白。并且还可以从外部补充另一个论证:如果它是空气的情状,在它与射手座和双子座相交的地方,那些本应当完全不显现;因为正如亚里士多德自己所说,它不可能在靠近太阳轨道之处形成。
"Ἀναλαβόντες τὴν ὑποκειμένην ἀρχήν." Ποίαν ταύτην; ὅτι ἐστὶ τὸ ὑπέκκαυμα· τοῦτο γὰρ κατ’ ἀρχὰς εὐθέως παραδέδεικται.
“重新提起预设的原理。” 这是指哪一个?即燃料的存在;因为这一点在一开始就立即被证明了。
- 1.11.1μέγιστα διωκόμενος
μέγιστα 是中性复数宾格,作副词性宾格使用(“最剧烈地/沿着最大的轨道”),修饰被动分词 διωκόμενος(“被驱驰/被旋转”)。
- 1.11.1ᾗ ὁ γαλαξίας οὐκ ἐν αὐτῷ ἐστι τῷ ζῳδιακῷ
关系副词 ᾗ 表示原因或依据(“在于……/鉴于……”),引导从属小句,作为主句 πρόδηλον, ὅτι... 的立论根据。
- 1.11.1ὅτι καὶ τούτων ἐπάνω ἐστὶν ὁ ζῳδιακός
在文脉中,被论证为位于诸行星之上的应当是银河(ὁ γαλαξίας),但原文主语却是 ὁ ζῳδιακός(黄道带)。这应理解为指代与黄道带相交的银河圆环的转喻用法,或是书写流传中的讹误混淆。
