← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§72.25-74.13

关于银河反射说的希波克拉底观点及其反驳

奥林匹奥多鲁斯阐明了亚里士多德关于黑夜(地球阴影)的定义,进而考察将银河归结为太阳光反射的希波克拉底观点,通过涉及相对位置运动及大尺度双重反射难题的两个反驳论证进行注释,并总结了对前人诸学说的评驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10.13

" Οὐδ’ ἂν ἡ σκιὰ πρὸς ἄστροις εἴη τῆς γῆς, ἡ καλουμένη νύξ." Ἐντεῦθεν ἀναφαίνεται κατὰ Ἀριστοτέλη, τί ἐστι νύξ, ὅτι ὁ κῶνος σκιᾶς τῆς γῆς. ἔφη γὰρ ἡ καλουμένη νύξ.

“地球的阴影,即所谓的黑夜,也不会在星辰之处。” 由此显明,依照亚里士多德,黑夜是什么:即它是地球阴影的圆锥。因为他说了“即所谓的黑夜”。

§1.10.14

"Ἔτι δέ ἐστί τις ὑπόληψις." Δέον εἰπεῖν ‘τρίτη’1 διὰ τὰς εἰρημένας δύο αἰτίας. τὴν οὖν δόξαν νῦν τοῦ Ἱπποκράτους λέγει, ἥτις τὴν ἀνάκλασιν ὑποτίθεται.

“此外,还有某种见解。” 由于已述的两个原因,这里本应当说“第三种”。因此他现在叙述希波克拉底的观点,该观点假定了反射。

§1.10.15

"Ὥσπερ καὶ τὸν ἀστέρα τὸν κομήτην." Εἰπὲ σὺ τὴν διαφοράν, ὅτι εἰ καὶ πρὸς τὸν ἥλιον ἐπὶ κομήτου καὶ γαλαξίου φησὶ γίνεσθαι τὴν ἀνάκλασιν Ἱπποκράτης, ἀλλὰ τὴν κλάσιν ἐν διαφόρῳ φησίν· ἐπὶ γὰρ τοῦ κομήτου ἐν τῇ ἀτμίδι ἔδει, ἐπὶ δὲ τοῦ γαλαξίου ἐν αὐτοῖς τοῖς ἄστροις.

“正如同彗星一样。” 请你自己道出其差异:即即使希波克拉底谈到在彗星和银河的情形下反射都是朝向太阳发生的,但他却认为折射发生的处所不同;因为在彗星的情形下本应当是在水气中,而在银河的情形下则是在星辰自身中。

§1.10.16

"Ἀδύνατον δὲ καὶ τοῦτο." Τὸν ἔλεγχον ἐντεῦθεν παραδίδωσι διὰ δύο ἐπιχειρημάτων.

“但这也是不可能的。” 从这里开始,他通过两个论证提出了反驳。

§1.10.17

"Εἰ μὲν γὰρ τὸ ὁρῶν ἠρεμεῖ καὶ τὰ ἑξῆς." Τὸ πρῶτον ἐπιχείρημα, ὅτι εἰ πάντα ἠρεμεῖ καὶ τὸ ὁρῶν καὶ τὸ ὁρώμενον 〈καὶ〉 τὸ ἔνοπτρον, καλῶς ἂν ἀεὶ ὡσαύτως ἔχων ὁ γαλαξίας ἐφαίνετο. ἀλλὰ μὴν οὐκ ἠρεμοῦσι πάντα εἰ μὴ μόνον τὸ ὁρῶν· οὐκ ἔδει ὡσαύτως ἔχειν. ἔχει δέ· οὐκ ἄρα ἔστιν ἀνάκλασις.

“因为如果观看者是静止的,等等。” 第一个论证是:如果一切都处于静止——观看者、被观看之物以及镜子——银河一直显现为处于同一状态本是合宜的。但实际上并非一切都在静止,除仅有观看者之外;它本不应当处于同一状态。然而它却处于同一状态;因此它不是反射。

§1.10.18

"Ἐν τῷ αὐτῷ μένει ἀποστήματι πρὸς τὸ ὁρῶν." Δι’ ἣν αἰτίαν; ἐπειδὴ ἐν οἱῳδήποτε μέρει τῆς γῆς εἰ σταίη τις, τὸ αὐτὸ ἀπέχει τοῦ ἡλίου, εἴ γε κέντρου καὶ σημείου λόγον ἔχει ἡ γῆ πρὸς τὸ πᾶν.

“它相对于观看者保持在相同的距离。” 出于何种原因?因为无论某人站在地球的哪一部分,如果地球相对于整体确实具有中心和点的比例关系,那么他距离太阳都是同样远。

§1.10.19

"Ὅτε μὲν γὰρ μέσων νυκτῶν ὁ δελφὶς ἐπιτέλλῃ." Δι’ ἐπαγωγῆς πιστοῦται τὸ εἰρημένον. ὅτι γὰρ ἥλιος καὶ τὰ ἄστρα οὐ τὸ αὐτὸ ἀλλήλων διάστημα ἀπέχουσι, δηλοῖ ὁ δελφὶς ποτὲ μὲν μέσων νυκτῶν ἀνατέλλων, ποτὲ δὲ ἕωθεν· τὸ αὐτὸ δὲ εἶπε καὶ ἐπὶ τῶν ἄλλων ἀστέρων. οὐ μάτην δὲ δελφῖνος ἐμνήσθη, ἀλλ’ ἐπειδὴ οὗτος πλησίον ἐστὶ τοῦ γαλαξίου. εἰ οὖν πλησίον, οὐ τὸ αὐτὸ ἀπέχει ἀεὶ τοῦ ἡλίου διάστημα. πρόδηλον δὲ παντί, ὅτι οὐδὲ γαλαξίας ἀεὶ τὸ αὐτὸ διάστημα ἀπέχει τοῦ ἡλίου.

“因为当海豚座在午夜升起时。” 所说之事通过归纳得到证实。因为海豚座有时在午夜升起,有时在黎明升起,这表明太阳与星辰彼此并不保持相同的距离;他在其他星辰的情形下也说了同样的话。他并非徒然提及海豚座,而是因为海豚座靠近银河。那么,如果它在附近,它就不会始终与太阳保持相同的距离。对所有人来说显而易见的是,银河也绝不会始终与太阳保持相同的距离。

§1.10.20

"Καίτοι οὐκ ἔδει, εἰ ἦν ἔμφασις ἡ ἀνάκλασις, ἀλλὰ μὴ ἐν αὐτοῖς τι ἦν τοῦτο τὸ πάθος τοῖς τόποις." Οὐκ ἔδει, φησίν, εἰ ἦν ἀνάκλασις καὶ μὴ τὸ τοῦ χρώματος πάθος ἐν αὐτοῖς τοῖς τόποις ὑπῆρχε, κινεῖσθαι τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον.2 ἀλλὰ μὴν κινοῦνται, οὐκ ἄρα ἔστιν ἀνάκλασις.

“然而,如果反射是一种映像,并且这种情状并不在那些处所自身之中,本不应当如此。” 他说:如果是反射,并且颜色的情状并不存在于那些处所自身之中,镜子和被观看之物本不应当运动。但实际上它们在运动;因此它不是反射。

§1.10.21

"Ἔτι δὲ νύκτωρ ἐν ὕδατι καὶ τοιούτοις ἐνόπτροις τὸ μὲν γάλα ἐμφαίνεται θεωροῦσι, τὸ δὲ τὴν ὄψιν ἀνακλᾶσθαι πρὸς τὸν ἥλιον πῶς δυνατόν;3" Τὸ δεύτερον ἐπιχείρημα· ἢ δι’ ὕδατος πολλάκις ἢ δι’ ἐνόπτρου ὁρῶμεν τὸν γαλαξίαν, διπλῆν κλάσιν ἀνάγκη ὑπομεῖναι τὴν ὄψιν, ὅπερ ἀδύνατον. πλήν, ὡς εἴρηται, οὐ τὸ διπλῆν κλάσιν ὑπομεῖναι ἀδύνατον, ἀλλὰ τὸ ἐν τοσούτῳ διαστήματι διπλῆν γενέσθαι ἀνάκλασιν. τοῦτο δὲ καὶ Ἀριστοτέλης ᾐνίξατο εἰρηκὼς πρὸς τὸν ἥλιον.

“此外,在夜间,对于观察者而言,银河显现在水以及此类镜子中,但视线怎么可能朝向太阳发生反射呢?” 第二个论证是:我们屡屡通过水或通过镜子看到银河,视线必然要经受双重折射,而这是不可能的。只是,正如所说的那样,并不是经受双重折射是不可能的,而是在如此遥远的距离中发生双重反射是不可能的。亚里士多德通过说“朝向太阳”也暗示了这一点。

§1.10.22

"Ὅτι μὲν οὔτε ὁδὸς τῶν πλανήτων." Σύναψις τῶν φθασάντων· σχεδὸν γὰρ ταῦτά ἐστι μόνον τὰ μέχρι τοῦ νῦν παραδεδομένα παρὰ τῶν ἄλλων.

“它既不是行星的轨道这一点。” 对先前各点的总结;因为直至目前为止由其他人传流下来的,几乎仅有这些观点。

语法注3 条
  1. 1.10.14Δέον εἰπεῖν ‘τρίτη’

    Δέον 是无人称动词 δεῖ 的中性宾格分词,用作宾格绝对结构(accusative absolute),表达“本应当说……”之意。

  2. 1.10.20Οὐκ ἔδει, φησίν, εἰ ἦν ἀνάκλασις καὶ μὴ τὸ τοῦ χρώματος πάθος ἐν αὐτοῖς τοῖς τόποις ὑπῆρχε, κινεῖσθαι τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον.

    主句的核心框架是 Οὐκ ἔδει ... κινεῖσθαι τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον(“镜子和被观看之物本不应当运动”),在支配动词 ἔδει 与不定式 κινεῖσθαι 之间插入了非真实条件从句 εἰ ἦν ... ὑπῆρχε。

  3. 1.10.21τὸ μὲν γάλα ἐμφαίνεται θεωροῦσι, τὸ δὲ τὴν ὄψιν ἀνακλᾶσθαι πρὸς τὸν ἥλιον πῶς δυνατόν;

    θεωροῦσι 是现在分词与格复数,依附于 ἐμφαίνεται,作表关涉的与格(“对观察者而言”/“在观察时”)。后半句中,带冠词的宾格不定式短语 τὸ ... τὴν ὄψιν ἀνακλᾶσθαι 作为主语,与省略动词的谓语 πῶς δυνατόν [ἐστι] 搭配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:72.25-74.13