← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§71.13-72.24

关于地球阴影与银河的阿那克萨戈拉说之反驳

奥林匹奥多鲁斯分析了亚里士多德反驳阿那克萨戈拉派银河说的论证结构,解释了其中的插叙及连词的句法功能,并依据天文学知识及本篇著作的原理解释了地球阴影无法触及恒星的反驳依据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10.11

" Τὸ μὲν γὰρ γάλα ἀεὶ ἐν τοῖς αὐτοῖς ἄστροις· φαίνεται γὰρ μέσον ὢν ὁ κύκλος." Τὸ πρῶτον ἐπιχείρημά φησιν, ὅτι ὁ γαλαξίας ἀεὶ ὡσαύτως φαίνεται ἔχων. οὐκ ἔδει δὲ διὰ τὸ τὸν ἥλιον μὴ ἀεὶ τὸ αὐτὸ διάστημα ἀπὸ τῶν ἀστέρων ἀπέχειν, ἀλλὰ ἐναλλάττεσθαι. πρὶν δὲ τελείως τὸ πρῶτον ἐπιχείρημα ἀποδῷ, μεσολαβεῖ τὸ δεύτερον λέγων φαίνεται γὰρ μέγιστος ὢν ὁ κύκλος. τοῦτο γὰρ τὸ ῥησείδιον αἰνίττεται τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον, ὅτι ὑπὲρ τὴν ἀναλογίαν τοῦ κώνου τῆς σκιᾶς τῆς γῆς ἐστιν ὁ γαλαξίας καὶ οὐκ ἔδει λέγειν ἐπισκοτεῖσθαι αὐτὸν ἐκ τῆς γῆς. εἶτα μετὰ τὸ μεσολαβῆσαι τὸ δεύτερον εἶθ’ οὕτω τὸ ὑπόλοιπον ἀποδίδωσι τοῦ πρώτου λέγων ὑπὸ δὲ τοῦ ἡλίου ἕτερα ἀεὶ τὰ οὐχ ὁρώμενα. διὸ τὸ φαίνεται γάρ οὐ δεῖ ὡς αἰτιολογικὸν λαβεῖν·1 οὐ γὰρ αἰτιολογικὸν τὸ δεύτερον ἐπιχείρημα τοῦ πρώτου. δεῖ οὖν τὸν ‘δέ’ εἰπεῖν σύνδεσμον. εἰ δὲ καὶ ὡς αἰτιολογικὸν λαμβάνεις τὸν ‘γάρ’ σύνδεσμον, οὐ χρὴ τοῦ ἐπιχειρήματος, ἀλλὰ τοῦ σύμπαντος ζητήματος, ἵνα εἴη τὸ λεγόμενον τοιοῦτον· ὅτι οὐκ ἔστιν ἴδιον φῶς τινων ἀστέρων ὁ γαλαξίας· † ὁ ἥλιος φαίνεται γὰρ μέγιστος ὢν αὐτοῦ ὁ κύκλος καὶ ὑπὲρ τὴν ἀναλογίαν τοῦ κώνου τῆς σκιᾶς τῆς γῆς.

“因为银河总是在同样的星辰之中;因为该圆环显现为处于中间。” 他陈述了第一个论证:银河总是显现为处于相同的状态。但这本不应当如此,因为太阳与星辰并不总是保持相同的距离,而是在不断变化的。然而,在完整给出第一个论证之前,他插入了第二个论证,说“因为该圆环显现为最大”。因为这一简短的文句暗示了第二个论证,即银河超出了地球阴影圆锥的比例范围,并且不应当说它被地球遮蔽。随后,在插入了第二个论证之后,他才这样给出了第一个论证的其余部分,说“但是未被太阳见到的事物总是不同的”。因此不应将“因为显现”理解为表示原因的;因为第二个论证并不是第一个论证的原因。因此应当说连词“但是”。然而,即使你将连词“因为”理解为表示原因的,那也不应当是针对这一论证的,而应当是针对整个问题的,以便所说的话成为如下之意:银河并不是某些星辰自身的固有光亮;因为其圆环显现为最大,并且超出了地球阴影圆锥的比例范围。

§1.10.12

"Πρὸς δὲ τούτοις καθάπερ δείκνυται νῦν ἐν τοῖς περὶ ἀστρολογίαν θεωρήμασι καὶ τὰ ἑξῆς." Τὸ ἐπιχείρημα παραδιδοὺς λέγει· ταῦτα δέδεικται, ὅτι τὸ μέγεθος τοῦ ἡλίου μεῖζόν ἐστι τῆς γῆς καὶ τὸ διάστημα ἄφατον. τὸ δὲ τῶν ἀστέρων μέγεθός τε καὶ διάστημα πολλῷ πλέον ἐστὶ τῆς γῆς ἤτοι τοῦ ἡλίου, ὥσπερ πάλιν αὐτὸ τὸ τοῦ ἡλίου τοῦ τῆς σελήνης· ἔστι γὰρ ἡ μὲν σελήνη περιγειοτέρα, ὁ δὲ ἥλιος ἐπάνω πολύ, ἔτι δὲ ἐπάνω πάντα τὰ ἄστρα. εἰ οὖν τοῦτο οὕτως ἔχει καί, ὡς δέδεικται ἐν τῇ θεωρίᾳ, οὐδὲ τὸν ἥλιον φθάνει ὁ κῶνος τῆς σκιᾶς τῆς γῆς, πολλῷ πλέον οὐδὲ τὰ ἄστρα. οὐκοῦν οὐ τισὶ μὲν ἐπισκοτεῖ, τισὶ δὲ οὔ· ἀεὶ γὰρ ὁ ἥλιος πάντα φωτίζει. ἔδει γὰρ τοῦτο διὰ τὸ περίγειον εἶναι ταύτην. εἰ γὰρ εἴκοσιν ὑποθώμεθα, ὡς εἴρηται, ἀπέχειν τὸν ἥλιον ἀπὸ τῆς γῆς, μίαν μόνην ἀπέχει ἡ σελήνη, ὡς εἶναι τὸν ἥλιον ὑπεράνω αὐτῆς ιθ. ἀλλὰ φέρε, εἰ δοκεῖ, ἵνα μὴ ἐξαγώνιόν τι διαπραξώμεθα ἀστρονομικῷ λόγῳ ἐλέγχοντες τούτους, ἐκ τῶν εἰρημένων συμφώνων τῇ παρούσῃ πραγματείᾳ καὶ τὸν ἔλεγχον ἐπαγάγωμεν.2 ὁ ἥλιος καὶ μείζων ἐστὶ τοῦ κώνου πολὺ καὶ πολὺ ἐξ αὐτοῦ διάστημα ἀπέχει· εἰκότως οὖν ὀλίγη φαίνεται ἡ σκιὰ πρὸς αὐτόν. τὸ γὰρ μέγιστον φῶς ὀλίγην σκιὰν ἀπεργάζεται, καὶ δηλοῖ κάμινος μὲν ὀλίγην σκιὰν ποιοῦσα, λύχνος δὲ πλείονα διὰ τὸ διάφορον μέγεθος τοῦ πυρός. ὁμοίως τὸ αὐτὸ πῦρ πλησίον μὲν ὂν πλείονα ποιεῖ σκιάν, πόρρω δὲ ὀλίγην. διὰ τοῦτο οὖν ὁ ἥλιος ὑπὸ τῆς σκιᾶς τοῦ κώνου τῆς γῆς οὐ σκοτίζεται.

“除这些之外,正如现在在关于天文学的诸定理中所证明的那样,等等。” 他在提出该论证时说:已经证明了这些事情,即太阳的体积大于地球,其距离是无法估量的。另一方面,星辰的体积和距离远远大于地球或太阳,正如太阳的〔体积和距离〕本身又大于月球一样;因为月球更靠近地球,太阳远在其上方,而所有的星辰更在其上方。那么,如果情况是这样,并且正如在总论中所证明的那样,地球阴影的圆锥甚至达不到太阳,就更谈不上达到星辰了。因此,它并不是遮蔽某些星辰而不遮蔽另一些;因为太阳始终照亮一切。因为这原本应当由于月球靠近地球而发生。实际上,如果如前所说,我们假定太阳距地球二十个单位,那么月球仅距一个单位,从而太阳在月球上方十九个单位。但是且慢,如果合适的话,为了不至于因用天文学论据反驳他们而偏离本题,让我们也从符合本篇论述的既有说法中引出这一反驳。太阳既远远大于圆锥,又与圆锥相隔极远的距离;因此,相对于它而言,阴影显现得较小是合情合理的。因为最大的光产生极小的阴影,而火炉产生微弱的阴影,灯由于火的体积不同而产生较大的阴影,这就说明了这一点。同样地,同一团火靠近时产生较大的阴影,远离时则产生较小的阴影。因此,太阳绝不会被地球圆锥的阴影所遮蔽。

语法注2 条
  1. 1.10.11διὸ τὸ φαίνεται γάρ οὐ δεῖ ὡς αἰτιολογικὸν λαβεῖν

    关于连词γάρ之理解的讨论。奥林匹奥多鲁斯指出,若将引文中“φαίνεται γάρ”的γάρ视为对第一个论证给出原因的“因果性”(αἰτιολογικόν)连词,则在逻辑上不合(因为第二个论证并非第一个论证的原因);因此应当将其视同转折连词δέ,或者将其理解为针对整个探讨主题而非仅针对前一论证的原因说明。

  2. 1.10.12ἀλλὰ φέρε, εἰ δοκεῖ, ἵνα μὴ ἐξαγώνιόν τι διαπραξώμεθα ἀστρονομικῷ λόγῳ ἐλέγχοντες τούτους, ἐκ τῶν εἰρημένων συμφώνων τῇ παρούσῃ πραγματείᾳ καὶ τὸν ἔλεγχον ἐπαγάγωμεν

    此句由劝诱性表达 ἀλλὰ φέρε 开头,随后插入了条件短语 εἰ δοκεῖ 与否定目的从句 ἵνα μὴ... διαπραξώμεθα(为了不使我们……),最终落实到主句的劝诱性虚拟语气动词 ἐπαγάγωμεν(让我们引出……)。这构成了开头的劝诱标记与主要动词之间的大跨度离隔结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:71.13-72.24