← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§69.27-71.12

关于银河的毕达哥拉斯派学说再考与反驳

奥林匹奥多鲁斯注释了亚里士多德对银河的成因与本质的探讨,梳理了将银河视作道路的毕达哥拉斯派之两种学说、基于黄道带可见性对该说的反驳,以及阿那克萨戈拉派学说的引出。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10.2

" Πῶς δὲ καὶ διὰ τίνα αἰτίαν γίνεται καὶ τί ἐστι τὸ γάλα, λέγωμεν ἤδη." Δύο προβλήματα προτίθεται ζητῆσαι· ἓν μὲν τὸ πῶς καὶ διὰ ποίαν αἰτίαν γίνεται ὁ γαλαξίας, ἕτερον δέ, τί ὅλως ὁ γαλαξίας ἐστίν. εἴρηται δὲ ἐν τῇ θεωρίᾳ ἡ αἰτία τῆς τάξεως, δι’ ἣν ὁ γαλαξίου λόγος τὸν τοῦ κομήτου διεδέξατο.

“银河是如何且因何原因生成的,以及它是什么,我们现在就来说明。” 他提出了两个问题来进行探讨:其一是银河是如何且因何种原因生成的,其二是银河整体上究竟是什么。关于探讨银河的论述接续彗星论述的次序之原因,在总论中已经说明过了。

§1.10.3

"Τῶν μὲν οὖν καλουμένων Πυθαγορείων φασί τινες ὁδὸν εἶναι ταύτην." Ἐντεῦθεν τὰς δύο ἱστορεῖ δόξας τὰς Πυθαγορείους, τὴν μίαν τὴν μυθώδη τὴν αἰτιωμένην τὴν ὁδὸν τοῦ Φαέθοντος, καὶ τὴν ἄλλην τὴν αἰτιωμένην τὴν τοῦ ἡλίου ὁδόν. ὅθεν ἐπειδὴ ἑκατέρα τὴν ὁδὸν αἰτιᾶται, εἰ καὶ διάφορον, διὰ τοῦτο τὰς δύο εἰς μίαν ἐλάβομεν. ἢ ὡς εἴρηται, τὴν πρώτην παραλέλοιπε διὰ τὸ μυθῶδες· διὸ ἐν τῷ ἀριθμῆσαι τὴν τετάρτην δόξαν οὔ φησι τέσσαρας, ἀλλὰ τρεῖς,1 διότι τὴν μίαν παρεσιώπησε διὰ τὰς εἰρημένας δύο αἰτίας.

“在所谓毕达哥拉斯派的人当中,有些人说这是一条道路。” 从这里起,他记述了毕达哥拉斯派的两种见解:其一是将原因归于法厄同道路的神话性见解,另一种则是将原因归于太阳道路的见解。因此,既然两种见解都将原因归于道路——尽管是不同的道路——基于这个原因,我们把这两者当作一种见解来接受。或者如前所说,由于其神话性质,他略去了第一种见解;因此在列举第四种见解时,他没有说四种,而是说三种,因为出于上述两个原因,他默不作声地略去了其中的一种。

§1.10.4

"Τῶν ἐκπεσόντων τινὸς ἀστέρων.2" Τινὸς ἀστέρων φησὶν ἢ αὐτὸν τὸν Φαέθοντα ἢ ὅτι ἀστέρες τινὲς τότε καταπεπτώκασι καταφλεχθέντες καί τις αὐτῶν πίπτων τὸν γαλαξίαν εἰργάσατο.

“堕落的群星中的某一颗的。” 他说“群星中的某一颗的”,意思要么是指法厄同本人,要么是指当时有些星辰被焚毁而坠落,其中某一颗在坠落时造成了银河。

§1.10.5

"Ἤ τι τοιοῦτον ἄλλο πεπονθέναι πάθος." Ποῖον τοῦτο; οἷον ἁμαξιτόν τινα ὡς ὑπὸ ἁμάξης λεωφόρον γενομένην διὰ τὴν τοῦ ἡλίου πρόοδον.

“或者遭受了某种其他此类状态。” 这是指什么样的状态呢?好比车辙一样,因太阳的行进而如同被车碾过形成的大道。

§1.10.6

"Ἄτοπον δὲ τὸ μὴ συννοεῖν, ὅτι εἴπερ τοῦτο ἦν." Ἐντεῦθεν ὁ ἔλεγχος τῆς δευτέρας δόξης· τὸν γὰρ τῆς πρώτης ὡς μυθώδους οὔσης παρεσιώπησεν.

“但不去思考若情况确是如此,则是荒谬的。” 从这里开始是对第二种见解的反驳;因为对第一种见解的反驳,由于其属神话,他默不作声地略过了。

§1.10.7

"Ἅπαντα γὰρ ἐν αὐτῷ φέρεται τὰ πλανώμενα." Οὐ μόνον, φησίν, ἔδει τὸν ζῳδιακὸν εἶναι μᾶλλον γαλαξίαν διὰ τὴν τοῦ ἡλίου κίνησιν, ἀλλὰ πολλῷ μᾶλλον καὶ διὰ τοὺς πλανήτας ἐν τῷ ζῳδιακῷ αὐτοὺς κινουμένους καὶ σὺν τῷ ἡλίῳ τοῦτον καταφλέγοντας.

“因为所有的游星都在其中运行。” 他说,不仅黄道带更应当由于太阳的运动而成为银河,而且更应当由于在黄道带中运行并与太阳一同将其焚毁的行星们而成为银河。

§1.10.8

"Δῆλος δὲ ἡμῖν πᾶς ὁ κύκλος, εἰ γὰρ αὐτοῦ φανερὸν ἡμικύκλιον τῆς νυκτός." Οὐ καλῶς φησιν, ὅτι ἅπας ὁ κύκλος τοῦ ζῳδιακοῦ δῆλός ἐστι διὰ τὸ φαίνεσθαι νυκτὶ ἡμικύκλιον τούτου· οὐ γὰρ μόνον τὸ ἡμικύκλιον ὁρᾶται, ἀλλ’ ὅλος ὁ κύκλος διὰ τῆς νυκτός. καὶ γὰρ μετὰ τὴν δύσιν τοῦ ἡλίου ἓξ ὁρῶνται ζῴδια καὶ λοιπὸν ἐν τῇ νυκτὶ τὰ ὑπόλοιπα ἓξ κατὰ μέρος ἀνατέλλοντα φαίνονται. τί οὖν ῥητέον; ὅτι κατὰ τὸ αὐτὸ ἐν τῇ νυκτὶ οὐ δυνατόν ἐστι πλείω θεωρῆσαι τῶν ἓξ ζῴδια· διχοτομεῖται γὰρ ὁ κύκλος ἀεί. ἰστέον δέ, ὅτι οὐχ ὁρῶνται τὰ δώδεκα ζῴδια, ἀλλὰ μόνα τὰ ἕνδεκα. ὁ γὰρ ἥλιος πρὸ δεκαπέντε μοιρῶν ἐπισκοτίζει τὸ πρὸ αὐτοῦ ζῴδιον καὶ τὸ μετ’ αὐτὸν δεκαπέντε. ἀλλ’ εἰ τοῦτο, οὐ δι’ ὅλης τῆς νυκτὸς ἓξ ὁρῶνται ζῴδια· εὐθέως γὰρ μετὰ δυσμὰς ἡλίου ἓξ μόνον ὁρῶνται διὰ τὸ διὰ δεκαπέντε μοιρῶν τὸ πλησίον αὐτοῦ ἐπισκοτίζεσθαι.3

“但整个圆环对我们而言是清楚的,如果其半圆确实在夜间可见。” 他说黄道带的整个圆环是清楚的乃是由于其半圆在夜间显现,这种说法并不妥当;因为在整夜之中所见到的不仅是半圆,而是整个圆环。确实,在日落之后能见到六个星座,而在接下来的夜间,其余六个星座也逐次升起并显现出来。那么究竟应当怎样说呢?应当说:在夜间的同一时刻不可能观测到多于六个的星座;因为这个圆环总是被等分的。但必须知道的是,所见到的并非十二个星座,而仅仅是十一个。因为太阳在其前方十五度处使位于其前的星座变暗,亦使位于其后的〔星座〕变暗十五度。但如果这样,并非在整夜之中都能见到六个星座;因为紧接日落之后,由于邻近太阳之处被遮暗了十五度,仅仅能见到六个。

§1.10.9

"Πλὴν εἴ τι συνάπτει μόριον αὐτοῦ πρὸς τὸν τοῦ γάλακτος κύκλον." Τὸ γὰρ πλησίον τοῦ γαλαξίου μέρος τοῦ ζῳδιακοῦ ἐκεῖνο λευκὸν φαίνεται.

“除非它的某个部分与银河的圆环相连。” 因为黄道带邻近银河的那一部分显现为白色。

§1.10.10

"Οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον." Ἐντεῦθεν ἡ τρίτη δόξα ἡ λέγουσα ἴδιον φῶς τινων εἶναι ἀστέρων τὸν γαλαξίαν τῶν μὴ ὑπὸ ἡλίου φωτιζομένων. ἐλέγχει δὲ τὴν τοιαύτην δόξαν διὰ τριῶν ἐπιχειρημάτων.

“阿那克萨戈拉与德谟克利特一派的人。” 从这里开始是第三种见解,该见解主张银河是未被太阳照亮之某些星辰自身的固有光亮。他通过三个论证反驳了这种见解。

语法注3 条
  1. 1.10.3ἐν τῷ ἀριθμῆσαι τὴν τετάρτην δόξαν οὔ φησι τέσσαρας, ἀλλὰ τρεῖς

    带冠词的不定式短语“ἐν τῷ ἀριθμῆσαι τὴν τετάρτην δόξαν”(在列举第四种见解时)作状语修饰整个主句。主句“οὔ φησι τέσσαρας, ἀλλὰ τρεῖς”中,动词“φησι”的逻辑宾语省略了名词“δόξας”(见解)。

  2. 1.10.4Τῶν ἐκπεσόντων τινὸς ἀστέρων

    引自亚里士多德原文(345a14)的句段。单数属格不定代名词“τινὸς”嵌入在部分属格“τῶν ἐκπεσόντων... ἀστέρων”之中,作为前一引文(345a13)中“ὁδὸν”的属格修饰语(“堕落的群星中某一颗的道路”)。奥林匹奥多鲁斯直接承接“τινὸς ἀστέρων”进行训诂。

  3. 1.10.8διὰ τὸ διὰ δεκαπέντε μοιρῶν τὸ πλησίον αὐτοῦ ἐπισκοτίζεσθαι

    “διὰ τὸ ... ἐπισκοτίζεσθαι”为表示原因的带冠词不定式结构。其内部插入了介词短语“διὰ δεκαπέντε μοιρῶν”(跨越十五度),修饰被动态不定式“ἐπισκοτίζεσθαι”,而该不定式的逻辑主语是宾格短语“τὸ πλησίον αὐτοῦ”(邻近太阳之处)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:69.27-71.12