- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:5.2-6.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
文中驳斥并解答了针对第一卷真实性的进一步质疑(光线摩擦说、银河的性质),随后论述了全书四卷的结构划分与主题分配,以及亚历山大与阿摩尼奥斯关于第三卷末尾及第四卷编排位置的争论。
ἡνίκα μὲν γὰρ σκοπὸν ἔχει ὁ φιλόσοφος περὶ ὄψεως διαλεχθῆναι, τότε τὴν οἰκείαν ἐκφαίνει δόξαν, ὡς ἐποίησεν ἐν τῇ Περὶ ψυχῆς καὶ αἰσθητῶν πραγματείᾳ τὸ ἀληθὲς παραδιδούς. ὡσαύτως δὲ καὶ ἐν τῇ Περὶ ψυχῆς τὴν ἑαυτοῦ ἐκφαίνει δόξαν, εἰ καὶ ὅτι † σαφῶς· ἐκεῖ γὰρ τὴν ὄψιν κατὰ εἰσδοχὴν ἐπρέσβευσεν εὐκαίρως τὴν οἰκείαν δόξαν δημοσιεύων. ἡνίκα δὲ ὡς ἐν παρεκβάσει γίνεται αὐτῷ ὁ λόγος, τότε τῇ τῶν πολλῶν δόξῃ κατακολουθεῖ. ὥσπερ οὖν ἐν τῇ Φυσικῇ ἀκροάσει πεποίηκεν, οὕτω καὶ ἐνταῦθα, κατ’ ἐκπομπὴν πρεσβεύων εἶναι τὴν ὄψιν. πάλιν φασὶ νόθον τὸ παρὸν βιβλίον, ἐπειδὴ τῆς θερμότητος τοῦ ἀέρος αἰτιᾶται τὴν παράτριψιν τῶν ἀκτίνων μὴ οὐσῶν κατ’ αὐτόν· ἀσώματον γὰρ τὸ φῶς βούλεται. ὅπου γὰρ εἰ καὶ εἴησαν, οὐδὲ οὕτως ἠδύναντο παρατρίβεσθαι, διότι οὐκ ἔχουσι φύσιν μάχεσθαι· τὰ γὰρ ὁμογενῆ τοῖς ὁμογενέσι μάχεται, ἀνόμοιος δὲ ὁ ἀὴρ πρὸς τὰ οὐράνια κατ’ αὐτόν· πέμπτης γὰρ ταῦτα λέγει οὐσίας. τί οὖν φαμεν; ὅτι τῇ τῶν πολλῶν καὶ ἐν τούτῳ δόξῃ κατηκολούθησεν. πάλιν φασὶ νόθον τὸ παρὸν βιβλίον, διότι τὸν γαλαξίαν πάθος φησὶ εἶναι τοῦ ἀέρος, ὅπερ ψεῦδος. ἀεὶ γὰρ ὡσαύτως φαίνεται ἔχων, ὁπότε καὶ περὶ αὐτοῦ ἀνεγράψαντο οἱ Χαλδαῖοι. τί οὖν φαμεν; οὐδὲ αὐτὸ περὶ τούτου ἀπεφήνατο. ἔχομεν γὰρ τροφεῖα αὐτῷ ἀπονέμοντες δεῖξαι,1 ὅτι μετὰ τὴν ἀπαρίθμησιν γαλαξίου ἐπήγαγεν· ὧν τὰ μὲν ἀποροῦμεν, τῶν δ’ ἐφαπτόμεθα τρόπον τινά. καὶ οὐ περὶ ἄλλου οἶμαι ὅτι εἴρηται ἀποροῦμεν, εἰ μὴ περὶ τοῦ γαλαξίου. Ἡ εἰς τὰ μόρια διαίρεσις. διαιρεῖται τὸ παρὸν βιβλίον εἰς τέσσαρας λόγους. καὶ ἐν μὲν τῷ πρώτῳ παραδίδωσι τὰ πάθη πάντα τὰ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως [καὶ τῆς ἀτμιδώδους]· ἐν δὲ τῷ πέρατι καί τινα σαφῆ παραδίδωσι τῆς ἀτμιδώδους. ὁμοίως καὶ ἐν τῷ δευτέρῳ περὶ τῶν ἀσαφῶν τῆς καπνώδους ἀναθυμιάσεως διαλέγεται, ἐν δὲ τῷ τρίτῳ τὰ ὑπόλοιπα ἀσαφῆ τῆς ἀτμιδώδους. ἁπανταχοῦ γὰρ καὶ ἐν τοῖς σαφέσι καὶ ἐν τοῖς ἀσαφέσι προτάττει τὰ τῆς καπνώδους τῇ τάξει τοῦ παντὸς κατακολουθήσας. πρότερον γὰρ τὸ πύρινον στοιχεῖον, εἶτα τὸ ἀέρινον· ἀναλογεῖ δὲ τῷ μὲν πυρὶ ἡ καπνώδης ἀναθυμίασις, τῷ δὲ ἀέρι ἡ ἀτμιδώδης. ἐν δὲ τῷ πέρατι τοῦ τρίτου περί τινων ἀψύχων διαλέγεται, οἷον περὶ τῶν μετάλλων, ἐν δὲ τῷ τετάρτῳ περὶ τῶν ἁπλῶς συνθέτων ὁμοιομερῶν, ἀψύχων φημὶ καὶ ἐμψύχων. ἐπεὶ δὲ τῶν ὁμοιομερῶν συνθέτων ἐμνήσθημεν, χρὴ μὲν εἰδέναι, ὅτι τῶν συνθέτων τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ. καὶ ἑκάτερον τούτων τριττόν ἐστι· σύνθετα ὁμοιομερῆ ἄψυχα, ἅπερ διδάσκει ἐν τῷ πέρατι τοῦ τρίτου λόγου τῆς παρούσης πραγματείας καὶ ἐν τῇ μονοβίβλῳ Περὶ μετάλλων ἐπιγεγραμμένῃ. εἰσὶ δὲ ἄλλα σύνθετα ὁμοιομερῆ ἔμψυχα, ἃ διδάσκει ἐν τῇ Περὶ ζῴων ἱστορίᾳ. εἰσὶ δὲ ἄλλα σύνθετα ὁμοιομερῆ ἁπλῶς· ταῦτα διδάσκει ἐν τῷ τετάρτῳ λόγῳ τῶν Μετεώρων· ἐκεῖ γὰρ καὶ περὶ ἐμψύχων καὶ ἀψύχων ἐρεῖ καὶ διὰ τοῦτο ἁπλῶς περὶ ὁμοιομερῶν. λοιπὸν τὸ ἄλλο σκέλος. εἰσὶ σύνθετα ἀνομοιομερῆ ἔμψυχα. ταῦτα διδάσκει ἐν τῷ Περὶ ζῴων μορίων· ἐκεῖ γὰρ οὐ μόνον περὶ τῶν ὁμοιομερῶν μορίων, ἀλλὰ καὶ περὶ τῶν ἀνομοιομερῶν διαλέγεται. εἰσὶ πάλιν σύνθετα ἀνομοιομερῆ ἄψυχα. περὶ τούτων οὐδαμοῦ διαλέγεται, διότι οὐκ εἰσὶ πρὸς αὐτὰ ἀνομοιομερῆ ἄψυχα· ἀνομοιομερὲς γάρ φησι τὸ ὀργανικόν· πᾶν δὲ ὀργανικὸν ἔμψυχον, εἴ γε ἡ ψυχὴ ἐντελέχειά ἐστι κατ’ αὐτὸν σώματος φυσικοῦ ὀργανικοῦ. εἰσὶ πάλιν σύνθετα ἀνομοιομερῆ ἁπλῶς, περὶ ὧν πάλιν οὐδαμοῦ διαλέγεται. εἰ γὰρ τὸ μερικὸν ἐκλέλοιπε, δῆλον ὅτι καὶ τὸ ἁπλῶς. ταῦτα μὲν περὶ τούτων. Ἰστέον δέ, ὅτι Ἀλέξανδρος ὁ Ἀφροδισιεὺς τὸ πέρας τοῦ τρίτου λόγου τῆς παρούσης πραγματείας καὶ τὸν τέταρτον λόγον χωρίζει ἀπὸ τῶν Μετεώρων καὶ συνάπτει τῷ Περὶ γενέσεως καὶ φθορᾶς. ἔδει γάρ, φησι, μετὰ τὴν εἴδησιν τῶν στοιχείων εἰδέναι καὶ τὰ ἐξ αὐτῆς γινόμενα· φησὶ δὲ τὰ σύνθετα. ὁ δέ γε φιλόσοφος Ἀμμώνιος συνηγορεῖ λέγων, ὅτι οὐ δεῖ διακρίνεσθαι ἀπὸ τῶν Μετεώρων αὐτὰ καὶ συνάπτεσθαι τῇ Περὶ γενέσεως καὶ φθορᾶς· οὕτω γὰρ εὑρεθήσεται διασπωμένη ἡ περὶ τῶν στοιχείων διδασκαλία μεσολαβουμένη ὑπὸ τῆς τῶν συνθέτων πραγμάτων ὑφηγήσεως. δέον γάρ ἐστι μετὰ τὰ Περὶ γενέσεως καὶ φθορᾶς τοὺς πρώτους μαθεῖν τῶν Μετεώρων λόγους2 (περὶ γὰρ τῶν στοιχείων οὗτοι διδάσκουσι) καὶ οὕτω τοὺς τελευταίους λόγους τῶν Μετεώρων, ἐν ᾧ ἡ περὶ συνθέτων πραγμάτων διδασκαλία.
因为每当这位哲学家意图探讨视觉时,在那时他就会表明自己的固有见解,正如他在《论灵魂与可感物》的著作中所做的那样,传授着真理。同样在《论灵魂》中他也表明了自己的见解,即使[……]明晰地;因为他在那里因势将自己的见解公之于众,推崇视觉是由于接纳。但每当他的论述作为附带插话而出现时,在那时他就顺从大众的见解。因此正如他在《物理学》中所做的那样,在此处也是如此,推崇视觉是通过放射而存在的。他们又说眼下的这一卷是伪作,是因为他将空气的受热归因于光线的摩擦,而按照他自己的说法光线并不存在;因为他主张光是非物体的。因为即使光线存在,它们也绝不能这样相互摩擦,因为它们不具有相互抗争的本性;因为同属的事物与同属的事物抗争,而按照他的观点,空气与天上的事物是不同类的;因为他称这些天体为第五实体。那么我们说什么呢?在这件事上他也顺从了大众的见解。他们又说眼下的这一卷是伪作,是因为他说银河是空气的一种受动状态,而这是虚假的。因为它始终显现为同样的形态,而迦勒底人甚至也对它作了记录。那么我们说什么呢?连他自己对这事也并未作出断言。因为我们能够报答他的养育之恩,证明他在列举了银河之后补充道:“对于其中一些事物我们感到困惑,而对于另一些事物我们以某种方式触及”。我想,除了关于银河之外,“我们感到困惑”并不是就任何其他事物而言的。各部分的划分。本书划分为四篇论述[四卷]。在第一卷中,他传授了由烟状蒸发物[以及水汽蒸发物]产生的一切受动状态;在末尾他也传授了水汽蒸发物的一些明晰的受动状态。同样在第二卷中他探讨了烟状蒸发物的晦涩事物,在第三卷中探讨了水汽蒸发物的其余晦涩事物。因为在所有地方,无论在明晰的事物中还是在晦涩的事物中,他都顺从宇宙的秩序而将烟状蒸发物的事物置于首位。因为火元素在先,随后是气元素;而烟状蒸发物对应于火,水汽蒸发物对应于气。在第三卷的末尾他探讨了某些无生物,例如矿物;而在第四卷中他探讨了单纯的同质部分组成的复合物,我的意思是指无生物和生物。既然我们提到了同质部分组成的复合物,就应当知道,复合物中有些是同质部分的,有些则是异质部分的。而这两者中的每一类都是三重的:有些是同质部分组成的无生物复合物,这些是他在本论著第三篇论述的末尾以及题为《论矿物》的单卷著作中所传授的。另有一些是同质部分组成的生物复合物,这些是他在《动物志》中所传授的。还有一些是单纯的同质部分组成的复合物;这些是他在《气象学》第四篇论述中所传授的;因为在那里他将既探讨生物也探讨无生物,因此是单纯探讨同质部分。剩下的是另一个分支。有异质部分组成的生物复合物。这些是他在《论动物的部分》中所传授的;因为在那里他不仅探讨同质部分,而且也探讨异质部分。又有异质部分组成的无生物复合物。关于这些他在任何地方都没有探讨,因为就其自身而言并不存在异质部分的无生物;因为他将器官性的东西称为异质部分;而一切器官性的东西都是有生命的,如果按照他的见解灵魂确实是器官性自然物体的完全实现的话。又有单纯的异质部分组成的复合物,关于这些他同样在任何地方都没有探讨。因为如果个别的事物缺席了,显然单纯的事物也就缺席了。关于这些事情就讲这么多。应当知道,阿弗洛狄西亚的亚历山大将本论著第三篇论述的末尾和第四篇论述从《气象学》中分离出来,并将它们并入《论生成与毁灭》。因为他说,在认识了元素之后,本应当也认识由元素生成的事物;他所指的是复合物。然而哲学家阿摩尼奥斯则支持原书并主张,它们不应当从《气象学》中被分离出来并被并入《论生成与毁灭》;因为若如此,关于元素的传授就会被发现遭到割裂,被关于复合事物的引导所居中阻断。因为必然的要求是,在《论生成与毁灭》之后首先学习《气象学》的前几篇论述(因为这些传授关于元素的内容),然后才学习《气象学》的最后几篇论述(关于复合事物的传授就在其中)。
- 1.1.1ἔχομεν γὰρ τροφεῖα αὐτῷ ἀπονέμοντες δεῖξαι
动词 ἔχομεν 接不定词 δεῖξαι 构成表示能力的惯用结构(“我们能够指出/证明”)。现在分词 ἀπονέμοντες 与主句主语(“我们”)一致,表示伴随状况或方式,带有向亚里士多德报答养育之恩(τροφεῖα)的比喻意味。
- 1.1.1δέον γάρ ἐστι μετὰ τὰ Περὶ γενέσεως καὶ φθορᾶς τοὺς πρώτους μαθεῖν τῶν Μετεώρων λόγους
δέον ἐστί 起无人称结构的作用(“应当/有必要……”),以带宾格的不定词短语(τοὺς πρώτους μαθεῖν ... λόγους)作为实质主语。连词 καὶ οὕτω 相呼应,指示了学习上的循序渐进顺序。
