- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:68.33-69.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯阐述了亚里士多德针对希俄斯的希波克拉底(主张银河因星辰向太阳折射而形成)提出的两个反驳论证(天体的相对运动与双重屈折的荒谬性),并介绍了亚历山大与阿摩尼奥斯关于双重屈折的解释。
φέρεται οὖν, φησίν, ἡ ὄψις πρὸς τοὺς ἀστέρας, καὶ ἐκεῖθεν ἀνακλᾶται πρὸς τὸν ἥλιον καὶ οὕτω φέρεται πρὸς ἡμᾶς. οὕτως ὁ Ἱπποκράτης. ἐλέγχει δὲ αὐτὸν δυσὶν ἐπιχειρήμασιν. ἔστι δὲ τὸ πρῶτον τοιοῦτον· τί δήποτε ἀεὶ ὁ γαλαξίας ὡσαύτως φαίνεται ἔχων; ἐπὶ γὰρ τῆς ἀνακλάσεως εἰ μὲν καὶ τὸ ὁρῶν καὶ τὸ ὁρώμενον καὶ τὸ ἔνοπτρον ἠρεμοίη, ἀεὶ καὶ ὡσαύτως φαίνεται ἔχον τὸ ὁρώμενον· εἰ δέ τι τούτων κινηθείη, οὐχ ὡσαύτως. ἀλλὰ μὴν ἐνταῦθα τὸ μὲν ὁρῶν μόνως ἠρεμοῦν, οἱ ἀστέρες δὲ καὶ ὁ ἥλιος κινοῦνται, οἱ μὲν μίαν κίνησιν τῆς ἀπλανοῦς, οἱ δὲ δύο, τήν τε τῆς ἀπλανοῦς καὶ τὴν ἰδίαν, οὐκ ἔδει ἀεὶ τὴν αὐτὴν εἶναι ἔμφασιν.1 εἰ γὰρ καὶ τοῦ ὁρῶντος ἀεὶ τὸ αὐτὸ διάστημα ἀπέχει τό τε ἔνοπτρον καὶ τὸ ὁρώμενον, διότι ἐν τῷ κέντρῳ τὸ ὁρῶν, ἀλλ’ οὖν ὅμως ἀλλήλων οὐχ ὁμοίως ἀπέχουσιν. ὅτι δὲ τοῦτο ἀληθὲς καὶ οὐκ ἀεὶ τὰ ἄστρα τοῦ ἡλίου τὸ αὐτὸ διάστημα ἀπέχουσι, δηλοῦσι δελφῖνες ποτὲ μὲν περὶ τὴν ἕω ἀνατέλλοντες, ποτὲ δὲ περὶ τὸ μέσον τῆς νυκτός, ποτὲ δὲ μετὰ τὴν ἑσπέραν εὐθέως. δεύτερον ἐπιχείρημα· ἐὰν ὕδωρ ἐν ἀγγείῳ βάλωμεν καὶ διὰ τούτου τὸν γαλαξίαν θεασώμεθα, συμβαίνει περὶ τὴν ὄψιν δύο ἀνακλάσεις ὑπομένειν, ὅπερ ἄτοπον· καὶ γὰρ φέρεται περὶ τὸν ἀστέρα, εἶτα ἀνακλᾶται πρὸς τὸν ἥλιον, καὶ γίνεται μία ἀνάκλασις. ἀλλ’ ἵνα διὰ τοῦ ὕδατος ὁραθῇ, ἀνάγκη καὶ ἑτέραν κλάσιν ὑπομεῖναι οὐχ οἵαν πρότερον· οὐ γὰρ κατὰ ἀνάκλασιν, ἀλλὰ κατὰ διάκλασιν·2 ἄτοπος οὖν ὁ λόγος. ὁ μὲν οὖν Ἀλέξανδρος ὁ Ἀφροδισιεὺς τοῦτο αὐτὸ παραδέχεται τὸ ἄτοπον εἶναι δύο κλάσεις τὴν ὄψιν ὑπομεῖναι, ὁ δὲ φιλόσοφος Ἀμμώνιός φησι μὴ εἶναι ἄτοπον τὸ δύο γίνεσθαι ἀνακλάσεις· οἱ γὰρ ἐνοπτρικοὶ καὶ δύο καὶ τρεῖς καὶ πλείονάς φασι γίνεσθαι. ἐὰν γάρ, φησί, τίς θείη δύο ἔνοπτρα, ἓν ἔμπροσθεν καὶ ἓν ὀπίσω, τὰ ὀπίσθια αὐτοῦ ὁρᾷ. οὐκ ἂν δὲ τοῦτο ἐγίνετο, εἰ μὴ ἐν ἑκατέροις τῶν ἐσόπτρων ἡ ὄψις κλάσιν ὑπέμενεν. εἰ οὖν μὴ ἄτοπον, τί δήποτε αὐτὸ Ἀριστοτέλης ὡς ἄτοπον προφέρει; καὶ ἐπιλύεται λέγων, ὅτι δύο κλάσεις γίνεσθαι ἐκ τούτου διαστήματος ἄτοπον, ὡς φέρεσθαι πρὸς τὸν ἀστέρα καὶ ἀπὸ τοῦ ἀστέρος πρὸς τὸν ἥλιον ὑπὸ γῆν ὄντα. ἐν νυκτὶ γὰρ ὁ γαλαξίας ὁρᾶται. αὗται αἱ τῶν παλαιῶν δόξαι, καὶ μεμάθηκας τοὺς τούτων ἐλέγχους. ἐν τούτοις ἡ θεωρία.
“因此,”他[希波克拉底]说,“视线朝向星辰运行,从那里朝向太阳反射,并这样朝向我们返回。”希波克拉底如是说。〔亚里士多德〕用两个论证驳斥了他。第一个论证是这样的:究竟为何银河始终显现为处于相同的状态?因为在反射现象中,如果看者、被看之物和镜子都静止,被看之物便始终以同样的状态显现;但若其中任何一个运动,便不会以同样的方式显现。然而在此处,仅仅是看者静止,而星辰与太阳都在运动,前者做恒星天球的一种运动,后者做两种运动,即恒星天球的运动及其固有的运动,现象本不应当始终是相同的。因为即使镜子与被看之物距离看者始终保持相同的距离(因为看者位于中心),但它们相互之间毕竟不是同样地相距。而这是真实的,即星辰并非始终与太阳保持相同的距离,这一点由海豚座的星辰有时在拂晓前后升起,有时在午夜前后,有时在傍晚之后立即升起所表明。第二个论证:如果我们把水倒入容器中,并通过它观看银河,视线便会遭受两次反射,这是荒谬的;因为视线朝向星辰运行,然后朝向太阳反射,便产生了一次反射。但为了通过水被看见,它必须遭受另一次不同于前者的屈折;因为这不是依据反射,而是依据折射;因此,该说法是荒谬的。阿佛洛狄西亚的亚历山大接受这一点本身,即视线遭受两次屈折是荒谬的;但哲学家阿摩尼奥斯说,产生两次反射并非荒谬;因为镜面光学家们说会产生两次、三次乃至更多次。他说,因为如果某人放置两面镜子,一面在前,一面在后,他便能看到自己的后背。而若非视线在每面镜子中都遭受屈折,这便不会发生。那么,如果这并非荒谬,究竟为何亚里士多德将其作为荒谬之事提出?他解释说:从如此遥远的距离产生两次屈折是荒谬的,即运行至星辰,再从星辰运行至地下的太阳。因为银河是在夜间被看到的。这些便是古人的学说,而你亦已明了对它们的驳斥。理论便在于这些之中。
- 1.10.1ἀλλὰ μὴν ἐνταῦθα τὸ μὲν ὁρῶν μόνως ἠρεμοῦν, οἱ ἀστέρες δὲ καὶ ὁ ἥλιος κινοῦνται, οἱ μὲν μίαν κίνησιν τῆς ἀπλανοῦς, οἱ δὲ δύο, τήν τε τῆς ἀπλανοῦς καὶ τὴν ἰδίαν, οὐκ ἔδει ἀεὶ τὴν αὐτὴν εἶναι ἔμφασιν.
句首的“ἀλλὰ μὴν ἐνταῦθα τὸ μὲν ὁρῶν μόνως ἠρεμοῦν”与随后的“οἱ ἀστέρες δὲ καὶ ὁ ἥλιος κινοῦνται”形成对比,构成破格句(anacoluthon)中的独立主格/分词结构,整体作为主句“οὐκ ἔδει ἀεὶ τὴν αὐτὴν εἶναι ἔμφασιν”(“现象本不应当始终是相同的”)的前提原因。
- 1.10.1οὐ γὰρ κατὰ ἀνάκλασιν, ἀλλὰ κατὰ διάκλασιν
此处指出了古代光学概念中“反射”(ἀνάκλασις)与光线穿透水等透明介质时发生的“折射”(διάκλασις)的区分,二者均被归入前面统称光线弯折的“κλάσις”之下。
