← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§68.1-68.33

驳阿那克萨戈拉派与希波克拉底的学说

奥林匹奥多罗阐述了阿那克萨戈拉派关于未受照亮之星构成银河的主张,随后解释了亚里士多德通过三个论证(位置的恒常性、太阳光的全天照耀以及对地球阴影锥体的天文学测算)对此进行的驳斥,并引介了希俄斯的希波克拉底基于星辰反射的第四种学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10.1#2

ἀλλ’ οὐ πάντα, φησί, τὸ ἐπίκτητον δέχονται· τὰ οὖν μὴ δεχόμενα ἐκεῖνα τὸν κύκλον τοῦ γαλαξίου ἀπεργάζονται. ἐλέγχει δὲ καὶ ταύτην τὴν δόξαν Ἀριστοτέλης τρισὶν ἐπιχειρήμασιν, ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· ὁ γαλαξίας ἀεὶ ὡσαύτως φαίνεται μήτε τὸν τόπον μήτε ἄλλο τι ἐναλλάττων. ἀλλὰ μὴν ὁ ἥλιος οὐκ ἀεὶ τῶν αὐτῶν ἄστρων τὸ αὐτὸ διάστημα ἀπέχει, † εἰ καὶ δῶμεν, ὅτι τινὰ οὐ φωτίζει. ἀλλ’ οὖν τὰ αὐτὰ οὐ φωτίζει ἀεί, ἀλλὰ διάφορα διὰ τὸ διάφορον αὐτοῦ μέτρον τῆς ἀποστάσεως. εἰ δὲ τοῦτο ἀληθές, ἔδει μὴ ἐν τῷ αὐτῷ τόπῳ ἀεὶ ὁρᾶσθαι τὸν γαλαξίαν. ἀλλὰ μὴν ἐν τῷ αὐτῷ ὁρᾶται· ἄτοπος ἄρα ἡ ὑπόθεσις. δεύτερον ἐπιχείρημα· ὁ ἥλιος πάντα φωτίζει τὰ ἄστρα, οὐκοῦν καὶ τὸν κύκλον τοῦ γαλαξίου· ἄτοπον γάρ τινα τηλικοῦτον κύκλον ὄντα τοῦτον τὸν γαλαξίαν ὑπὸ [τοῦ κύκλου] τοῦ κώνου τῆς σκιᾶς τῆς γῆς ἐπισκοτίζεσθαι,1 ὥστε μὴ συγχωρεῖν τὸ ἀπὸ τοῦ ἡλίου φῶς ἐπὶ τὸν γαλαξίαν κινεῖσθαι. τρίτον ἐπιχείρημα· εἰ ὁ κῶνος τῆς σκιᾶς τῆς γῆς οὐ φθάνει μέχρι τῆς ἡλιακῆς σφαίρας (μόλις γὰρ ἐφάπτεται τῆς Ἑρμαϊκῆς σφαίρας ὁ κῶνος τῆς σκιᾶς καὶ οὐδέποτε αὐτὸν σκοτίζει, ὁρῶμεν δὲ τὸν ἥλιον καὶ τὸν γαλαξίαν μηδέποτε σκοτιζόμενον), δῆλον, ὅτι ἀνωτέρω ἐστὶ τῆς σεληνιακῆς σφαίρας, εἴ γε αὐτὴ σκοτίζεται, οὐδὲ τὸν γαλαξίαν ἐπισκοτίσει2 πολλῷ τοῦ ἡλίου ὑπερέχοντα. ὅτι δὲ μείζων καὶ ἐκ πλείονος διαστήματος † ὁ κῶνος τῆς σκιᾶς τῆς γῆς τοῦ κύκλου τοῦ ἡλίου, δῆλον. δέδεικται γὰρ ἐν ἀστρονομίᾳ, ὅτι εἴκοσι μέρη ἀπέχει ὁ ἥλιος ἀπὸ τοῦ κέντρου, ὅ ἐστι τῆς γῆς. τούτων δὲ τῶν εἴκοσιν ἡ διάμετρος τοῦ κώνου τῆς γῆς 〈πέντε〉 ἔχει,3 ὡς ἀπὸ τῆς γῆς μέχρι τοῦ κώνου αὐτῆς πέντε εἶναι. ἡ δὲ σελήνη ἀπὸ τῆς γῆς ἓν ἀπέχει, ὡς εἶναι ἐπάνω τῆς σελήνης τὸν κῶνον τῆς γῆς τέσσαρσι μέρεσιν· ὅλος γὰρ ὁ κῶνος πέντε ἐστὶ μερῶν (ἤτοι μορίων, ὡς θέλεις, εἰπέ), ὧν ἡ σελήνη ἓν ἀπέχει. ὁ δὲ ἥλιος ἀπὸ τοῦ κέντρου εἴκοσιν ἀπέχει, ἀπὸ δὲ τῆς σκιᾶς τοῦ κώνου δέκα πέντε μέρη ἀπέχει, ἐννεακαίδεκα δὲ ἀπὸ τῆς σελήνης. εἰ δὲ τοῦτο καὶ τόσον ἀπέχει, οὐδέποτε ἡ σκιὰ μέχρι τούτου φθάνει· εἰ δὲ μὴ μέχρι αὐτοῦ, οὐδὲ μέχρι τοῦ γαλαξίου πολλῷ ὑπεράνω ὄντος· ἐν τῇ ἀπλανεῖ γάρ ἐστιν. τοῦτο καὶ τὸ τρίτον ἐπιχείρημα. τετάρτη δόξα Ἱπποκράτους τοῦ Χίου. οὗτός φησι τὸν γαλαξίαν γίνεσθαι ἀνακλάσεως γενομένης πρὸς τὸν ἥλιον, ἀλλ’ ἀνακλάσεως οὐκ ἀπὸ ἀτμίδος, καθάπερ ἔφαμεν ἐπὶ τοῦ κομήτου, ἀλλ’ ἀπὸ ἀστέρων.

“但并非所有的星,”他们说,“都接受获得的光;因此,那些不接受获得之光的星便造成了银河的圆周。”亚里士多德亦用三个论证驳斥了这一学说,其中第一个是这样的:银河始终以同样的方式显现,既不改变场所,亦不改变任何其他东西。然而,即使我们承认太阳不照亮某些星,太阳亦并非始终与相同的星保持相同的距离。无论如何,它并非始终不照亮相同的星,而是由于其距离尺度的不同而不照亮不同的星。若这是真的,银河便本不应始终在同一场所被看见。但它确实在同一场所被看见;因此,该假定是荒谬的。第二个论证:太阳照亮所有的星辰,因此亦照亮银河的圆周;因为若说作为如此巨大圆周的这一银河被地球阴影的锥体所遮蔽,以至于不容许来自太阳的光运行至银河,乃是荒谬的。第三个论证:如果地球阴影的锥体达不到太阳天球(因为阴影的锥体仅仅勉强触及赫耳墨斯的天球而绝不遮蔽它,并且我们看到太阳与银河绝不被遮蔽),显然,即使阴影的锥体高于月球天球(既然月亮本身确实被遮蔽),它亦绝不会遮蔽远在太阳之上的银河。而地球阴影的锥体并非大于太阳圆周且不源自更大的距离,这是显而易见的。因为天文学中已经证明,太阳距离中心即地球有二十个部分。而在这些二十个部分中,地球锥体的长度占五[部分],以至于从地球到其锥体[顶点]为五个部分。而月亮距离地球一个部分,以至于地球的锥体在月球之上四个部分;因为整个锥体是五个部分(或者若你愿意,说是小部分),月亮距其一个部分。太阳距离中心二十个部分,距离锥体的阴影十五个部分,而距离月亮十九个部分。如果事实如此且相距这么远,阴影便绝不可能达到太阳;而如果达不到太阳,亦达不到远在其上的银河;因为银河位于恒星天球之中。这便是第三个论证。第四种学说是希俄斯的希波克拉底的。他说,银河是在朝向太阳发生反射时生成的,但这种反射不是来自水汽(如我们在论及彗星时所言),而是来自星辰。

语法注3 条
  1. 1.10.1ἄτοπον γάρ τινα τηλικοῦτον κύκλον ὄντα τοῦτον τὸν γαλαξίαν ὑπὸ [τοῦ κύκλου] τοῦ κώνου τῆς σκιᾶς τῆς γῆς ἐπισκοτίζεσθαι

    非人称形容词 ἄτοπον 引出的宾格不定式结构。不定式 ἐπισκοτίζεσθαι 的逻辑主语是 τοῦτον τὸν γαλαξίαν,而 τινα τηλικοῦτον κύκλον ὄντα 则是修饰该主语的同位分词短语。

  2. 1.10.1εἰ ὁ κῶνος τῆς σκιᾶς τῆς γῆς οὐ φθάνει μέχρι τῆς ἡλιακῆς σφαίρας ... οὐδὲ τὸν γαλαξίαν ἐπισκοτίσει

    长条件句。在 εἰ 引导的从句内部插入了括号式的理由说明(μόλις γὰρ ...)以及先取的断言(δῆλον, ὅτι ἀνωτέρω ἐστὶ τῆς σεληνιακῆς σφαίρας, εἴ γε αὐτὴ σκοτίζεται),但整个句子的核心句法骨架为:“如果阴影锥体达不到太阳天球(εἰ ... οὐ φθάνει),则它亦绝不会遮蔽银河(οὐδὲ τὸν γαλαξίαν ἐπισκοτίσει)”。

  3. 1.10.1τούτων δὲ τῶν εἴκοσιν ἡ διάμετρος τοῦ κώνου τῆς γῆς 〈πέντε〉 ἔχει

    τούτων τῶν εἴκοσιν 是表示整体的部分属格(“在这些二十个部分中”)。διάμετρος 在立体几何语境下表示锥体的“轴长(高)”。校订补充的数词 〈πέντε〉 作为动词 ἔχει 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:68.1-68.33