- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:66.6-67.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁阐述了亚里士多德从彗星转入银河讨论的三点原因,为亚里士多德关于银河所在场所的立场进行辩护,随后考察并评述了前人错误学说中的前三种:毕达哥拉斯派的两种学说(法厄同神话的寓意解说与太阳偏轨说)以及阿那克萨戈拉与德谟克利特的星辰固有光说。
" Πῶς δὲ καὶ διὰ τίνα αἰτίαν καὶ τί ἐστι τὸ γάλα." Μετὰ τὸν τοῦ κομήτου λόγον μέτεισιν ὁ Ἀριστοτέλης καὶ ἐπὶ τὸν γαλαξίαν διὰ τρεῖς αἰτίας· ἢ ὅτι τῷ μᾶλλον καὶ ἧττον ταύτῃ ἀλλήλων διαφέρουσιν (ὃ γὰρ κομήτης περὶ κύκλον ἑνὸς ἀστέρος, τοῦτο γαλαξίας περὶ κύκλους πλειόνων ἀστέρων), ἢ ὅτι κατήντησεν ὁ περὶ κομήτου λόγος εἰς τὸν γαλαξίαν (πρὸς γὰρ τῷ πέρατι ἔφη σπανίως φαίνεσθαι τὸν κομήτην διὰ τὸ πᾶσαν τὴν καπνώδη ἀναθυμίασιν εἰς τὸν γαλαξίαν ἐκδαπανᾶσθαι), τρίτον, ὅτι ὥσπερ ἀπὸ τῶν ὀλιγοχρονίων Ἀριστοτέλης (φλογῶν φημι καὶ αἰγῶν καὶ δαλῶν καὶ διαττόντων) μετῆλθεν ἐπὶ τὰ πολυχρόνια, οἷον ἐπὶ κομήτην, οὕτω καὶ ἀπὸ τῶν πολυχρονίων μέτεισιν ἐπὶ τὰ πολυχρονιώτατα. περὶ δὲ γαλαξίου διαλεγόμενος πρότερον τὰς ψευδεῖς δόξας διελέγχει καὶ οὕτως ὕστερον τὴν ἑαυτοῦ παραδίδωσι. καὶ ἀμείνους ἐνταῦθα οἱ διωκόμενοι τοῦ κατηγόρου·1 πάντες γὰρ βούλονται ἐν τῷ οὐρανῷ εἶναι γαλαξίαν, μόνος δὲ Ἀριστοτέλης κακῶς διαπραττόμενος ἐν τῷ ἀέρι αὐτόν φησιν εἶναι. ἔστι δὲ ἀπολογήσασθαι ὑπὲρ Ἀριστοτέλους, ὅτι οὐδὲ αὐτὸς περὶ τούτου ἀποφαίνεται· λέγει γὰρ ‘εὔλογον δέ ἐστιν ἴσως ὑπολαβεῖν’, τοῦτο δ’ ἐνδοιαστικόν ἐστιν ὡς τὸ πιθανόν, ἀλλ’ οὐ τὸ ἀληθὲς ἔχον. λοιπὸν δὲ καὶ ἐκ τοῦ ἐν ἀρχῇ εἰρημένου “ὧν τὰ μὲν ἀποροῦμεν [περὶ γαλαξίου], τῶν δὲ ἐφαπτόμεθά τινα τρόπον”· τὸ γὰρ ‘ἀποροῦμεν’ ἐπὶ τοῦ γαλαξίου εἴρηται. εἰ δὲ καὶ ὡς ἀπὸ τοῦ οἰκείου προσώπου τὸν λόγον προφέρεται, οὐχ ὅτι ταύτης ἐστὶ τῆς δόξης, ἀλλὰ διὰ τοῦ οἰκείου προσώπου ἐμβριθεστέραν καὶ γενναιοτέραν τὴν τῶν ἑτεροδόξων ὑπόληψιν καταστῆσαι βουλόμενος. τῶν δὲ περὶ γαλαξίου ψευδῶν δοξῶν τεσσάρων οὐσῶν δύο Πυθαγόρειοί εἰσι, τῶν δὲ ἄλλων ἡ μὲν Ἀναξαγόρειός ἐστιν, ἡ δὲ λοιπὴ Ἱπποκράτειος. ἔστι δὲ ἡ πρώτη τοιαύτη· Φαέθων, φησίν, ὁ ἀπὸ Ἡλίου καὶ Κλυμένης ᾔτησε τὸν ἴδιον πατέρα παραδοῦναι αὐτῷ τὸ ἅρμα, ἐφ’ ᾧ ἡνιοχεῖται. ἐπείσθη, ἔδωκεν, ἔλαβεν, ἀτεχνῶς ἤλασεν, ἐλάσας κατέφλεξε, καὶ ὁ τόπος ἐκεῖνος ὁ καταφλεχθείς ἐστιν ὁ γαλαξίας. ἀλλ’ ἐπειδὴ μυθῶδες τὸ λεγόμενον, ἄτοπον δὲ μυθώδη ταῦτα νομίζειν Πυθαγορείου τῆς δόξης καθεστηκυίας, φέρε ταύτην ἀλληγορήσωμεν οὕτως· ὁ Φαέθων κομήτης ἦν. παῖς δὲ Ἡλίου ἐπωνομάσθη ἀπὸ ἡλίου, ὥσπερ καὶ πᾶν ἀγαθὸν ἀπὸ τοῦ θείου. οὗτος ᾔτησε τὸν Ἥλιον ἡνιοχῆσαι’ ἀντὶ τοῦ ‘ἐφίετο τῆς κινήσεως τοῦ ἡλίου κύκλῳ γινομένης’· διὸ καὶ αὐτὸς κύκλῳ ἐκινήθη τοῦ ὑπεκκαύματος ὑπὲρ φύσιν τῷ παντὶ συγκινηθέντος. ‘κινηθεὶς δὲ κατέφλεξεν’ ἀντὶ τοῦ ‘αὐχμῶν αἴτιος ἐγένετο’· τοιοῦτος γὰρ καὶ ὁ κομήτης. ‘τοῦτον’, φησίν, ‘ὁ Ζεὺς ὀργισθεὶς ἐκεραύνωσεν’. δι’ ἣν αἰτίαν; ὡς τοῦ αἰθέρος ἄρχων κατὰ τὸ εἰρημένον· Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν. ‘ἐκεραύνωσε δὲ αὐτόν’ ἀντὶ τοῦ ‘ὑπὸ τῆς ἀτμίδος κατέσβεσεν’. διὸ καὶ ἐν τῷ Ἠριδανῷ λέγουσι τοῦτον πεπτωκέναι, τουτέστιν ὑπὸ τῆς ὑγρότητος καταβαπτισθῆναι. ὀδύρεσθαι δὲ αὐτόν φασι τὰς Ἡλιάδας ἀντὶ τοῦ τὴν ἀτμίδα ἐξ αὐτοῦ καταρρεῖν ὑδατώδη οὖσαν οἷα καὶ τὰ δάκρυα. εἰς αἰγείρους δὲ λέγουσι ταύτας μεταβεβλῆσθαι, διότι ἀπὸ τῶν αἰγείρων ὀπὸς καταρρεῖ ὅμοιος τῷ ἠλέκτρῳ. τὸ δὲ ἤλεκτρον χρυσοφανές ἐστιν, ὁ δὲ χρυσὸς τῷ ἡλίῳ ἀνάκειται· τὴν οὖν ἀτμίδα ὡς τῷ ἡλίῳ συμπράξασαν αὐτῷ ἀνατιθέασιν. αὕτη πρώτη Πυθαγόρειος δόξα. ταύτης ὡς μυθώδους παρασιωπᾷ ὁ Ἀριστοτέλης τὸν ἔλεγχον· τὸ γὰρ καταδήλως ἐλεγχόμενον περιττὸν εἰς ἐξέτασιν προφέρεσθαι, διὸ καὶ μόνας τρεῖς ἐν τῷ πέρατι λέγει δόξας ὡς ἂν μηδὲ λογισάμενος ταύτην. δευτέρα δόξα καὶ αὕτη Πυθαγόρειος οὖσα, ἔχει δὲ οὕτως· ὁ ἥλιός ποτε μὴ τὴν τοῦ ζῳδιακοῦ καὶ κατὰ φύσιν ὁδὸν βαδίσας, ἀλλ’ ἑτέραν ἀτραπὸν διανύσας ἐξεπύρωσεν αὐτὴν καὶ ὥσπερ λεωφόρον ὁδὸν ὑπὸ ἁμάξης κατατριβεῖσαν εἰργάσατο, καὶ ἐκεῖνος ὁ τόπος ἐστὶν ὁ γαλαξίας ὀνομαζόμενος. ἀλλά, φησίν, ἄτοπος ὑπόθεσις· ἔδει γὰρ τὸν ζῳδιακὸν μᾶλλον γαλαξίαν εἶναι, ἐπειδὴ δι’ αὐτοῦ τὴν πορείαν ἀεὶ ὁ ἥλιος ποιεῖται. ἔστι δὲ προσευπορῆσαι τῇ λέξει καὶ ἡμᾶς τοιοῦτον ἐπιχείρημα· ἄτοπόν ἐστι τὸ εἰπεῖν τὸν ἥλιον ἀμεῖψαι τὸν τόπον· τὰ γὰρ ἔχοντα συνεχῆ τὴν κίνησιν συνέχει κατὰ ῥυθμὸν τὸ ὑποκείμενον2 καὶ οὐδέποτε τοῦτο ἀμείβει· εἰ γὰρ ἀμείψει, οὐκέτι τὸ συνεχὲς τῆς κινήσεως διασώζεται. τρίτη δόξα Ἀναξαγόρου καὶ Δημοκρίτου. οὗτοί φασι τὸν γαλαξίαν εἶναι τὸ ἴδιον φῶς τῶν ἀστέρων τῶν μὴ φωτιζομένων ὑπὸ τοῦ ἡλίου. ἔχουσι γάρ, φησί, τὰ ἄστρα τὸ ἴδιον φῶς καὶ ἐπίκτητον τὸ ἀπὸ τοῦ ἡλίου. καὶ δηλοῖ ἡ σελήνη. ταύτης γὰρ ἕτερον μὲν τὸ ἴδιον φῶς, ἕτερον δὲ τὸ ἀπὸ ἡλίου· τὸ γὰρ ἴδιον αὐτῆς φῶς ἀνθρακῶδές ἐστιν, ὡς δηλοῖ ἡμῖν ἡ ἔλλειψις αὐτῆς.
“以及乳[道]如何、通过何种原因生成,且是什么。” 在关于彗星的讨论之后,亚里士多德出于三个原因亦转入关于银河的讨论:要么是因为它们在此点上通过程度的多少而彼此不同(因为在一颗星的圆周周围作为彗星的东西,在多颗星的圆周周围则是银河);要么是因为关于彗星的讨论归结到了银河(因为在末尾他曾说,由于全部烟状蒸发都被银河消耗殆尽,彗星才罕见地显现);第三,因为正如亚里士多德从短暂之物(我是指火焰、山羊、火把和流星)转入长久之物(例如彗星)一样,他也同样从长久之物转入最长久之物。在讨论银河时,他首先驳斥错误的意见,然后才提出自己的主张。在这里,被告们优于原告;因为他们所有人都主张银河在天界,唯有亚里士多德行事欠妥,主张它在空气中。然而,亦可以为亚里士多德辩护说,连他自己在此事上亦未作断言;因为他说“假定……或许是合乎情理的”,而这是带有疑虑的,表现为具有合理性却非具有真实性。此外,从起初所说的“对于其中的一些我们感到困惑,对于另一些我们则以某种方式触及”亦可看出[这一点];因为“感到困惑”正是针对银河而言的。即使他仿佛是以自身的立场提出论述,亦不是因为他持有这种意见,而是希望通过自己的立场使持有不同意见者的设想显得更为厚重和高尚。关于银河的错误意见有四种,其中两种是毕达哥拉斯派的,在其余的意见中,一种是阿那克萨戈拉派的,剩下的一种则是希波克拉底派的。第一种意见是这样的:他说,赫利俄斯与克吕墨涅的[儿子]法厄同,请求自己的父亲将他所驾驭的战车交给自己。父亲被说服并交出,他接过战车,却拙劣地驱驰,在驱驰中烧毁了一切,而那处被烧毁的地方便是银河。但是,既然所言乃是神话性的,而既然此意见确立为毕达哥拉斯派的,将其视为神话便是荒谬的,那么让我们如下这般寓意解说它吧:法厄同曾是一颗彗星。他被称为赫利俄斯之子,乃是源自太阳,正如一切善物源自神圣之物一样。“他请求赫利俄斯允许驾车”,代替的是“他渴望太阳作圆周的运动”;因此,由于易燃物违反本性地随整体一起运动,他自己亦作圆周运动。“在运动中烧毁一切”,代替的是“他成了旱灾的原因”;因为彗星亦是如此。“宙斯发怒并用雷霆击中了他”,他说。出于何种原因?正如所言,作为以太的统治者:“宙斯在以太与云层中抽签获得了辽阔的青天。”“用雷霆击中了他”,代替的是“借水汽将其熄灭了”。因此他们说他坠入了厄里达诺斯河,也就是被湿气所浸没。他们说赫利阿得斯姊妹为他哀悼,代替的是如眼泪一般的水性水汽从他那里流淌下来。他们说她们变成了白杨树,是因为从白杨树上流下类似琥珀的汁液。琥珀外观如金,而金奉献于太阳;于是他们把水汽归于太阳,视其协助了太阳。这是毕达哥拉斯派的第一种意见。亚里士多德对这一意见作为神话性意见而默不作驳;因为将显而易见被驳倒之物拿来检验乃是多余的,因此在末尾他仅列出三种意见,仿佛根本未将此意见计入在内。第二种意见同样是毕达哥拉斯派的,内容如下:太阳曾经未走黄道的自然道路,而是穿越了另一条小径并将其烧焦,使其如同被马车磨损的大道一般,那处地方便是被称为银河的地方。但是,他说,这是个荒谬的假定;因为黄道带反倒更应当是银河,既然太阳始终经由黄道带运行。而我们亦可为这段行文补充这样的论证:说太阳改变了场所是荒谬的;因为拥有连续运动之物按照节律维系其底层基体,绝不改变之;因为若其改变,运动的连续性便不再得以保全。第三种意见是阿那克萨戈拉和德谟克利特的。他们说银河是未被太阳照亮的星辰的固有之光。他说,因为星辰拥有固有的光,以及从太阳获得的附加之光。月亮亦表明了这一点;因为对月亮而言,固有的光是一回事,来自太阳的光是另一回事;月亮固有的光如同炭火,正如月食向我们所表明的那样。
- 1.10.1ἀμείνους ἐνταῦθα οἱ διωκόμενοι τοῦ κατηγόρου
基于法庭隐喻的表达。被动分词 οἱ διωκόμενοι 在诉讼术语中意为“被追诉者(被告)”,指代亚里士多德之前的哲学家;而比较属格 τοῦ κατηγόρου(“原告”)则指代亚里士多德。
- 1.10.1τὰ γὰρ ἔχοντα συνεχῆ τὴν κίνησιν συνέχει κατὰ ῥυθμὸν τὸ ὑποκείμενον
主语为带定冠词的分词短语 τὰ ἔχοντα συνεχῆ τὴν κίνησιν(“拥有连续运动之物”)。限定动词 συνέχει 意为“统摄/维系”,支配直接宾语 τὸ ὑποκείμενον(“基体”)。介词短语 κατὰ ῥυθμόν(“依照节律/有序地”)作状语修饰动词。
