- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:63.17-66.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁注解了亚里士多德关于彗星的论述(否定反射说、论及伴星与独立彗星的运动差异,以及彗星如火的本性与风、地震的关联),并对上下场所的划分及银河耗尽烟状蒸发以致彗星稀少的观点提出了批评。
" Ἀλλ’ ὥσπερ ἡ ἅλως περὶ τὸν ἥλιον φαίνεται καὶ τὴν σελήνην." Ἰδοὺ μία ὑπογραφὴ τοῦ κομήτου τοῦ περὶ ἀστέρα γινομένου. οὐ καλῶς δὲ εἶπεν ἅλως περὶ ἥλιον καὶ σελήνην· ἔδει γὰρ εἰπεῖν ἶριν εἶναι περὶ ἥλιον, ἅλω δὲ εἶναι περὶ σελήνην. εἴρηται γάρ, ὅτι ἅλως μὲν ὡς ἐπὶ τὸ πλεῖστον περὶ σελήνην γίνεται, ἶρις δὲ περὶ ἥλιον.
“但是正如晕显现在太阳和月亮周围一样。” 看,这是关于在星周围生成的彗星的一种描绘。但他讲“太阳和月亮周围的晕”并不恰当;因为本应说虹在太阳周围,而晕在月亮周围。因为正如所言,晕多半在月亮周围生成,而虹在太阳周围生成。
"Καὶ περὶ μεθισταμένων, ὅταν οὕτως ᾖ πεπυκνωμένος ὁ ἀήρ." Τότε γὰρ γίνεται ἶρις καὶ ἅλως, ὅταν ἀὴρ πυκνωθῇ. περὶ μεθισταμένων τουτέστι περὶ αὐτοὺς φερομένων· ἀνάκλασις γὰρ γίνεται τῶν ἀκτίνων ἡλίου καὶ σελήνης. διὸ καὶ τὸ χρῶμα νομίζομεν τοιόνδε γίνεσθαι μὴ ὂν κατὰ ἀλήθειαν. πλὴν ταῦτα μαθησόμεθα ὕστερον ἐν τῷ λόγῳ.
“以及在移动着的[星]周围,当空气如此被浓缩时。” 因为每当空气浓缩时,虹和晕便会生成。“在移动着的[星]周围”,也就是在它们自身被运载的周围;因为太阳和月亮的光线发生了反射。因此我们亦认为其颜色变成如此这般,尽管在实情上并非如此。不过这些事我们稍后将在论述中学习。
"Πλὴν εἰ μὲν γίνεται δι’ ἀνάκλασιν τοιαύτην, ἐκεῖ δὲ ἐπ’ αὐτῶν τὸ χρῶμα φαινόμενόν ἐστιν." Δευτέρα ὑπογραφή, ὅτι τὸ χρῶμα ἐπὶ μὲν ἴριδος καὶ ἅλω ἀπατηλόν ἐστιν, ἐπὶ δὲ τῶν κομητῶν ἀληθῶς. μηδέ, ἐπειδὴ φαινόμενον1 εἶπε, νομίσῃς φαινόμενον αὐτὸν λέγειν τὸ ἀπατηλόν· φαινόμενον γὰρ εἶπε τὸ ὁρώμενον. καὶ τοῦτο δῆλον ἐκ τοῦ εἰπεῖν ἐπ’ αὐτῶν τὸ χρῶμα φαινόμενον.
“只不过,若一者通过这样的反射生成,而在那里颜色显现于它们自身之上。” 第二种描绘:颜色在虹和晕的情况下是虚妄的,而在彗星的情况下则是真实的。不要因为他说了“显现”,就以为他把虚妄之物称为“显现”;因为他所谓的“显现”乃是指可见之物。这一点从他说颜色显现于它们自身之上便可明了。
"Ὅταν μὲν οὖν περὶ ἀστέρας γένηται ἡ τοιαύτη σύγκρισις." Διαφορὰν βούλεται εἰπεῖν τοῦ περὶ ἀστέρα κομήτου καὶ τοῦ καθ’ αὑτόν. εἰ γάρ, φησί, περὶ ἀστέρα εἴη, συμπεριάγεται τῷ παντὶ τὸ ἐν τῷ ἄνω τόπῳ γινόμενον· εἰ δ’ αὐτὸς καθ’ αὑτόν, οὐ συμπεριάγεται ὡς ἐν τῷ περιγείῳ. πλήν, ὡς εἴρηται, 〈οὐ〉 καλῶς τοῦτο λέγει· ἐνδέχεται γὰρ καὶ ἄνευ ἀστέρος εἶναι τὸν κομήτην καὶ συμπεριάγεσθαι (τί γάρ, ὅτι2 ἐν τῷ ἀπογείῳ ἐστί;) καὶ μετὰ ἀστέρος εἶναι καὶ μὴ συμπεριάγεσθαι· τί γάρ, ὅτι ἐν τῷ περιγείῳ;
“因此,当这样的结合在星周围生成时。” 他意在阐述星周围的彗星与独立的彗星之间的差异。他说,因为如果彗星是在星周围,那么生成于上方场所中的彗星便会随整体一起旋转;但若它是自身独立的,作为在邻地场所中的彗星,便不会一起旋转。不过,正如所言,他讲得并不妥当;因为彗星既可能在没有星的情况下存在且一起旋转(这有何妨,既然它在远离大地的场所中?),也可能与星一起存在却不一起旋转(这又有何妨,既然它在邻地场所中?)。
"Τοῦτο γὰρ μάλιστα μηνύει μὴ εἶναι ἀνάκλασιν τὸν κομήτην ὥσπερ τὴν ἅλω." Τὸ μὴ εἶναι, φησίν, ἀνάκλασιν ἐπὶ τοῦ κομήτου δηλοῖ καὶ ὁ περὶ ἀστέρα γινόμενος κομήτης καὶ ἄνευ ἀστέρος· ὁ μὲν περὶ ἀστέρα, ἐπειδὴ δοκεῖ ἡ ἀνάκλασις οὐ πρὸς ἥλιον γίνεσθαι, καθάπερ Ἱπποκράτης ᾤετο, ἀλλὰ πρὸς ἀστέρα· ὅπου γε οὐδὲ περὶ ἀστέρα ἀληθής ἐστιν ἡ ἀνάκλασις, ὡς δηλοῖ ὁ ἄνευ ἀστέρος κομήτης ἔχων χρῶμα.
“因为这最能表明彗星并非如晕一般的反射。” 他说,在彗星的情况下并非反射,这一点无论在星周围生成的彗星还是没有星的彗星都表明了:星周围的彗星表明了这一点,乃是因为反射似乎不是朝向太阳生成(如希波克拉底所认为的那样),而是朝向星生成的;况且即使在星周围,反射亦非真实的,正如拥有颜色的无星彗星所表明的那样。
"Ὕστερον ἐροῦμεν." Ἐν τῷ τρίτῳ δηλονότι λόγῳ.
“我们稍后将讨论。” 显然是在第三卷中。
"Περὶ δὲ τοῦ πυρώδη τὴν σύστασιν αὐτῶν εἶναι." Ἐντεῦθεν κατεσκεύασεν, ὅτι πυρώδης αὐτῶν ἐστιν ἡ οὐσία, ὡς δηλοῖ τὸ σεισμοὺς καὶ αὐχμοὺς καὶ ἀνέμους τῶν κομητῶν προηγεῖσθαι, ἀλλὰ μὴν καὶ τὸ ἐπακολουθεῖν· ταῦτα γὰρ γίνονται διὰ τὴν καπνώδη ἀναθυμίασιν πλεονάζουσαν.
“关于它们的构成是如火一般的。” 自此他论证了它们的本性是如火一般的,这由地震、旱灾和风先于彗星发生、甚至亦随彗星而来所表明;因为这些现象是由于烟状蒸发过剩而产生的。
"Σαφέστερον δὲ ἐροῦμεν καὶ περὶ τούτου τοῦ πάθους, ὅταν καὶ περὶ πνευμάτων καιρός." Τουτέστιν ἐν τῷ περὶ ὑετοῦ· ἐν γὰρ τῷ δευτέρῳ περὶ ὑετοῦ καὶ ἀνέμων ἐρεῖ.
“当时机适于讨论风时,我们亦将更清楚地讨论这一状态。” 也就是在关于雨的章节中;因为在第二卷中他将讨论雨和风。
"Ὅταν μὲν οὖν πυκνὸν καὶ πλείους καὶ τὰ ἑξῆς." Τοῦτό φησιν, ὅτι ἡνίκα καὶ πολλοὶ καὶ συνεχῶς γίνονται κομῆται, ἐναργῶς ὁ ἐνιαυτὸς αὐχμώδης γίνεται· εἰ δὲ σπανίως γίνονται, οὐκ ἐπίδηλοι μὲν γίνονται αὐχμοί, πλὴν καὶ τότε γίνονται ἄνεμοι καὶ αὐχμοί.
“因此,当频繁且数量较多时,等等。” 他是这样说的:当彗星既多且连续生成时,该年显然变得干旱;但若它们罕见地生成,旱灾虽不显著,但即使那时亦会有风和旱灾生成。
"Ἢ κατὰ μέγεθος ἢ κατὰ χρόνον." Ἢ γὰρ ἐπ’ ὀλίγον χρόνον σφοδρότατος πνεῖ ἄνεμος ἢ ἐπὶ πλείονα χρόνον παρατείνει.
“要么在规模上,要么在时间上。” 因为要么是在短时间内刮起极其猛烈的风,要么是持续更长的时间。
"Ἐπεὶ καὶ ὅτε ὁ ἐπὶ Αἰγὸς ποταμοῖς ἐνέπεσε λίθος." Τόπος δέ ἐστι περὶ τὴν Θρᾴκην. τότε δὲ τοσαύτη ἦν ἀναθυμίασις ἡ καπνώδης, ὥστε καὶ ἀπὸ τοῦ ὄρους μετεωρισθῆναι λίθον καὶ ἐν τῇ πεδιάδι καταρρηχθῆναι. καὶ οὐ θαυμαστὸν τοῦτο· οἱ γὰρ ἄνεμοι καὶ πρόρριζα δένδρα ἀποσπῶσιν.
“因为当巨石落在羊河时亦是如此。” 这是色雷斯附近的一处地方。当时烟状蒸发如此巨大,以至于巨石甚至从山上被卷入空中并砸落在平原上。这并不奇怪;因为风甚至能将树木连根拔起。
"Καὶ περὶ τὸν μέγαν ἀστέρα τὸν κομήτην." Περὶ οὗ καὶ πρῶτον εἶπεν, ἐφ’ οὗ κατακλυσμὸς καὶ σεισμὸς ἠκολούθησεν· καὶ ἐπὶ τούτῳ γὰρ πνεύματα πολλὰ ἠκολούθησαν.
“在大星彗星周围亦是如此。” 这就是他起初也讲到的那颗星,在那颗星出现时发生了洪水和地震;因为在这颗星之后亦跟随着许多风暴。
"Τοῦ δὲ μὴ γίνεσθαι πολλοὺς κομήτας μηδὲ πολλάκις." Τὴν αἰτίαν λέγει, δι’ ἣν σπανίως γίνεται κομήτης. λέγει δὲ δύο αἰτίας, ὧν ἡ πρώτη ἐστὶ τοιαύτη· σπανίως καὶ ἐκτὸς τῶν τροπικῶν καὶ ἐντὸς γίνεται κομήτης· ὀλίγη γάρ ἐστιν ἡ ἐμφερομένη ἐν αὐτοῖς καπνώδης ἀναθυμίασις, καὶ ταύτην διακρίνει ὁ ἥλιος καὶ τὰ λοιπὰ ἄστρα καὶ οὐκ ἐᾷ συστῆναι κομήτην. καὶ αὕτη πρώτη. δευτέρα αἰτία· ἐπειδή, φησίν, ἡ καπνώδης ἀναθυμίασις εἰς τὸν γαλαξίαν ἐκδαπανᾶται, τούτου χάριν σπανίως γίνεται κομήτης ἀπορίᾳ τῆς ὑλικῆς αἰτίας. ἄτοπος δὲ ὁ λόγος· ὁ γὰρ γαλαξίας οὐκ ἔστι πάθος τοῦ ἀέρος, ὡς δείξομεν, εἰ καὶ ὅτι3 τοῦτο βούλεται ὁ Ἀριστοτέλης.
“至于不常生成许多彗星的[原因]。” 他指出了彗星罕见生成的原因。他讲了两个原因,其中第一个是这样的:彗星在回归线之外和之内都罕见生成;因为在它们之中所含的烟状蒸发很少,且太阳和其他星辰将其消散,不容许彗星凝结。这是第一个原因。第二个原因:他说,既然烟状蒸发被银河消耗殆尽,因此由于质料因的匮乏而罕见生成彗星。但这种说法是荒谬的;因为银河并不是空气的一种状态,正如我们将要表明的,尽管亚里士多德意在如此主张。
- 1.9.15φαινόμενον
关于引文中 φαινόμενον 的句法与语义判定:究竟应当理解为如光晕般虚妄的“表象/幻象”(ἀπατηλόν),还是彗星自身所具有的“可见之物”(ὁρώμενον)。奥林匹奥多鲁根据紧随其后的“于它们自身之上”(ἐπ’ αὐτῶν)判定其意为客观可见之物,而非光学幻象。
- 1.9.16τί γάρ, ὅτι
τί γάρ, ὅτι… 是一种省略性的反问句式(“既然……,这又何妨/有什么不便?”)。奥林匹奥多鲁通过这一反问表明,即便存在 ὅτι 从句所述的事由,也绝不影响主句所提出的可能性(即使无星彗星亦可随天旋转,有星彗星亦可不旋转)。此处省略了如 κωλύει 之类的谓词。
- 1.9.25εἰ καὶ ὅτι
短语 εἰ καὶ ὅτι τοῦτο βούλεται 充当让步从句,意为“即使亚里士多德意在如此主张”。让步连词 εἰ καί 与引导从句的 ὅτι 叠合,构成了晚期希腊语中常见的冗余/省略式让步表达(相当于省略了主句谓词的“即使事实正如……那样”)。
