← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§61.9-63.16

彗星的生成假说形态及由流星转化

依照亚里士多德《气象论》344a5–344a33的文本,注解者考察了彗星生成的各项假说(可燃物质的协同运动、适度混合、稠密质料、适度点火以及下方蒸发),并阐明了彗星的各种形态以及从流星生成彗星的第二种生成方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9.2

" Ἐπειδὴ περὶ τῶν ἀφανῶν τῇ αἰσθήσει νομίζομεν ἱκανῶς ἀποδεδεῖχθαι καὶ τὰ ἑξῆς." Ἐπειδὴ περὶ κομήτου μέλλομεν, φησίν, εἰπεῖν, ἀφανὴς δὲ αὐτοῦ ἐστιν ἡ γένεσις, καθόλου δὲ εἰπεῖν ἐπὶ πάντων, ἐφ’ ὧν ἐστιν ἡ γένεσις ἀφανής, ἡ δίδαξις αὐτῶν γίνεται, ὁπηνίκα ὑποθέσεις τινὰς λάβωμεν, αἷς οὐδὲν ἀδύνατον ἕπεται, φέρε καὶ ἐπὶ τοῦ κομήτου τῆς γενέσεως ὑποθέσεις τινὰς παραλάβωμεν, αἷς οὐδὲν ἀδύνατον ἕπεται· ἀφανὴς γὰρ αὐτῶν ἡ γένεσις. πλὴν πρόσθες ἐπὶ τῶν ἀφανῶν τῇ αἰσθήσει ‘κατὰ τὴν γένεσιν’, ἐπεὶ ὁ κομήτης οὐκ ἔστιν ἀφανὴς τῇ αἰσθήσει γενόμενος, ἀλλ’ ἀφανὴς γινόμενος.1

“既然关于对感觉不可见之物,我们认为已作了充分的证明,等等。” 他说,既然我们即将讨论彗星,而它的生成是不可见的——并且泛泛而言,对于一切生成不可见之物,关于它们的传授都是在我们设定了某些不导致任何不可能结果的假说时进行的——那么来吧,我们也为彗星的生成采纳某些不导致任何不可能结果的假说;因为它们的生成是不可见的。不过,请在“对感觉不可见之物”上补充“在生成方面”,因为彗星并不是在生成之后对感觉不可见,而是在生成的过程中不可见。

§1.9.3

"Ἔκ τε τῶν νῦν φαινομένων τις ὑπολάβοι ἂν ὧδε περὶ τοῦδε μάλιστα συμβαίνειν." Ἡ ἀπόδειξις. ἂν γάρ, φησί, καὶ ἐπὶ τῶν νῦν φαινομένων, τουτέστι τοῦ κομήτου, ὁμοίως τις ὑπολάβοι, συμβαίνει καὶ περὶ τούτου ὁμοίως ἡμᾶς ὑπολαμβάνειν, ὅτι οὕτως ἐστὶν ἡ γένεσις κομήτου καὶ οὐκ ἄλλως· οὐδὲν γὰρ ἀδύνατον ταῖς ὑποθέσεσιν αὐτοῦ ἕπεται.

“从当前显现的现象来看,人们也可以做出这样的假定:关于此事最主要乃是这样发生。” 论证。他说,因为如果人们对当前显现的现象、即对彗星同样做出假定,那么就会发生这样的情况,即我们关于它也同样假定彗星的生成是如此这般而非其他样式的;因为它的假说并不伴随任何不可能的结果。

§1.9.4

"Αὕτη δὲ αὐτή τε καὶ τοῦ συνεχοῦς ὑπ’ αὐτὴν ἀέρος ἐπὶ πολὺ συμπεριάγεται περὶ τὴν γῆν." Ἰδοὺ ἡ πρώτη ὑπόθεσις, ὅτι τὸ ὑπέκκαυμα συγκινεῖται τῷ παντὶ κύκλῳ καὶ αὐτὸ φερόμενον.

“而这本身以及其下相连续的大部分空气,都围绕大地一起旋转。” 看,第一个假说:可燃物质随着整个圆周一起运动,自身亦被运载着。

§1.9.5

"Φερομένη δὲ καὶ κινουμένη τοῦτον τὸν τρόπον, ἐὰν τύχῃ εὔκρατος οὖσα, ἐκπυροῦται πολλάκις." Ἡ δευτέρα ὑπόθεσις. εὔκρατον δὲ λέγει τὸ ἐπιτήδειον πρὸς τὸ ἐκπυρωθῆναι· οὐ γὰρ ὅλον ἐστὶν ἐπιτήδειον. ὥσπερ γὰρ γίνονται ψῶραι οὐκ ἐν παντὶ μέρει τοῦ σώματος, ἀλλ’ ἐν τῷ ἐπιτηδείῳ, οὕτω καὶ ἐνταῦθα ἐστιν. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰρήκαμεν γίνεσθαι καὶ τὸν διάττοντα ἀστέρα· ἀλλ’ ἐκεῖ μέν, ὡς εἴρηται, οὐκ ἐν τῷ αὐτῷ τόπῳ μένει ἡ ἐκπύρωσις, ἀλλὰ διαδίδοται σποράδην ἐκ τοῦ μέσου διὰ τὴν ἄγαν λεπτομέρειαν λανθάνοντος.

“以这种方式被运载和运动,倘若恰好处于适度状态,便常常着火。” 第二个假说。他所说的“适度状态”,是指适宜于着火的状态;因为并非所有部分都是适宜的。正如疥疮并非在身体的每一个部位产生,而是在适宜的部位产生一样,这里亦是如此。我们曾说过流星也是以相同方式产生的;但正如所言,在那里着火并不停留在同一场所,而是从因极度细微而未被察觉的中介处零散地扩展开来。

§1.9.6

"Ὅταν οὖν εἰς τὴν τοιαύτην πύκνωσιν πέσῃ." Πρὶν εἴπῃ τὴν τρίτην ὑπόθεσιν, τὴν τετάρτην λέγει, ὅτι χρὴ παχεῖαν εἶναι τὴν ὕλην, ἵνα ἐπὶ πλεῖον μείνῃ καιομένη. δέον δ’ εἰπεῖν ‘παχεῖαν’ ‘πυκνὴν’ εἶπεν, ὡς ἂν τῆς πυκνῆς ὕλης παχυτέρας ὑπαρχούσης.

“因此,当它落入这样的稠密处时。” 在讲第三个假说之前,他先讲了第四个假说:质料必须是浓厚的,以便燃烧能持续更长时间。本应说“浓厚”,他却说了“稠密”,仿佛稠密的质料就是更浓厚的一样。

§1.9.7

"Ἀρχὴ δὲ οὕτως πυρώδης μήτε οὕτω λίαν καὶ τὰ ἑξῆς." Ἡ τρίτη ὑπόθεσις, ὅτι χρὴ τὴν ἔξαψιν μήτε σφοδροτάτην πάνυ εἶναι μήτε ἀμυδράν· ἑκατέρα γὰρ ἐπ’ ὀλίγον ἀνταρκεῖ, ἡ μὲν σφοδρὰ διὰ τὸ δαπανᾶν ῥᾳδίως τὴν ὕλην καὶ μὴ εὐπορεῖν ἑτέρας, ἡ δ’ ἀμυδρὰ διὰ τὸ ἀπομαραίνεσθαι.

“但开端如此如火,既非如此过分,等等。” 第三个假说:点火必须既非极其猛烈,亦非微弱;因为二者都只能维持片刻,猛烈的点火因轻易消耗质料且无其他质料补充,微弱的点火则因自行萎谢。

§1.9.8

"Ἅμα δὲ κάτωθεν συμπίπτει ἀναβαίνειν." Ἡ πέμπτη ὑπόθεσις, ὅτι χρὴ ἐπιτηδείαν ἀναθυμίασιν ἀναδίδοσθαι.

“同时碰巧从下方上升。” 第五个假说:必须有适宜的蒸发升起。

§1.9.9

"Ἀστὴρ τοῦτο γίνεται κομήτης." Τὸ συμπέρασμα. ἐὰν γάρ, φησίν, αὗται πᾶσαι αἱ ὑποθέσεις συνδράμωσι, κομήτης γίνεται, ἀλλὰ πρὸς τὸ διάφορον σχῆμα τοῦ ἐκκαιομένου καὶ τὸ σχῆμα τοῦ κομήτου γίνεται. ἢ γὰρ καὶ κατὰ μῆκος καὶ κατὰ πλάτος γίνεται ἔξαψις καὶ καλεῖται κυρίως κομήτης, ὃν φαίης φλόγα πολυχρόνιον· ἢ κατὰ μῆκος μόνον καὶ καλεῖται δοκίας (τοιοῦτοι γὰρ καὶ οἱ δοκοί), καὶ εἴποις ἐνταῦθα δαλὸν πολυχρόνιον· ἢ καὶ κατὰ βάθος ἔχει τὴν ἔξαψιν καὶ οἱονεὶ ἀποσπινθηρίζει καὶ καλεῖται πωγωνίας, ὡς οὐδὲν ἄλλο ἐστὶν ἢ ἐξ ἐπιμονῆς.

“这便成为彗星。” 结论。他说,因为如果所有这些假说汇合在一起,彗星就会生成;但彗星的形状也是根据燃烧物的不同形状而形成的。因为点火要么在长度和宽度两个维度上产生,被称为严格意义上的彗星(人们可以说这是长久的火焰);要么仅在长度上产生,被称为梁状星(因为梁也是这种样式的),此时人们可以说这是长久的火把;要么在深度上亦有着火并犹如迸发火星,被称为髯状星(仿佛它无非是由于持久性所致)。

§1.9.10

"Ὥσπερ δὲ ἡ τοιαύτη φορὰ ἀστέρος φορὰ δοκεῖ εἶναι, οὕτω καὶ ἡ μονὴ ἡ ὁμοία ἀστέρος μονὴ δοκεῖ εἶναι." Τοῦτό φησιν, ὅτι καθάπερ ἡ τῆς ἐξάψεως κίνησις ἐνομίζετο ἀστὴρ εἶναι (ὁ γὰρ διάττων ἀστὴρ ἐνομίζετο), οὕτω καὶ ἡ μένουσα ἔξαψις ὡς ἐπὶ τοῦ κομήτου ἀστὴρ εἶναι νομίζεται. ἔστιν οὖν κομήτης διάττων μένων καὶ πολυχρόνιος.

“正如这样的运行似乎是星的运行一样,同样,类似的停留亦似乎是星的停留。” 他是这样说的:正如点火的运动被认为是星(因为流星被认为是星),同样,停留着的点火在彗星的情况下亦被认为是星。因此,彗星就是停留且长久的流星。

§1.9.11

"Εἰ δὲ τοῦτο μείνειε καὶ μὴ καταμαρανθείη διελθόν, ᾗ μάλιστα ἐπύκνωσε τὸ ὑπέκκαυμα, γένοιτ’ ἂν ἀρχὴ τῆς φθορᾶς τελευτὴ τῆς διαδρομῆς.2" Τὴν δευτέραν γένεσιν λέγει τοῦ κομήτου. ἐὰν γάρ, φησί, διάττοντος γινομένου εὑρεθῇ πυκνοτέρα ἡ ὕλη, ἵσταται ἐκεῖσε ἡ ἔξαψις καὶ ποιεῖ κομήτην, ὅστις καὶ ἀρχή ἐστιν ἀστέρος καὶ πέρας τῆς διαδρομῆς τοῦ προλαβόντος ἀστέρος, φημὶ δὴ τοῦ διάττοντος.

“如果这穿行过后停留下来而不曾萎谢熄灭,在可燃物质最稠密之处,穿行的终点便会成为毁灭的起点。” 他指出了彗星的第二种生成。他说,因为如果在流星形成时发现了更稠密的质料,点火就会在那里停住并产生彗星,而这颗彗星既是一颗星的起点,也是先前那颗星(我指的是流星)穿行的终点。

§1.9.12

"Ὅταν οὖν ἐν αὐτῷ τῷ κάτω τόπῳ καὶ τὰ ἑξῆς." Ἐντεῦθεν τὸ διεσφαλμένον θεώρημα παραδίδωσιν, ὅτι οἱ μὲν περὶ τὸν κάτω τόπον κομῆται οὐ γίνονται περὶ ἀστέρας, οἱ δὲ περὶ τὸν ἄνω γινόμενοι περὶ ἀστέρας γίνονται. ὅπερ ἄτοπον· πλὴν διῄτησεν ἐν τῇ θεωρίᾳ. εἰ δὲ Ἀριστοτέλης κάτω τόπον λέγει τὸν περίγειον πανταχοῦ, πρόδηλόν ἐστιν, ὅτι καὶ κατὰ ἐκπυρηνισμὸν γίνεται κομήτης πρότερον διάττοντος γενομένου.

“因此,当在下方场所本身之中,等等。” 自此他传达了那个错误的定理:下方场所周围的彗星不在星周围生成,而上方场所周围生成的彗星则在星周围生成。这是荒谬的;不过他在全般考察中已做出了裁决。但如果亚里士多德在所有地方都把下方场所称为邻地场所,那么显而易见,在先前形成流星之后,通过压挤亦会产生彗星。

语法注2 条
  1. 1.9.2ἐπεὶ ὁ κομήτης οὐκ ἔστιν ἀφανὴς τῇ αἰσθήσει γενόμενος, ἀλλ’ ἀφανὴς γίνόμενος

    不定过去时分词 γενόμενος 与现在时分词 γινόμενος 之间的体/时态对比。不定过去时分词表示生成已完成的状态(“生成之后”),而现在时分词则表示正在进行的过程(“在生成过程中”)。因为彗星形成之后本身是肉眼可见的,唯有其生成过程中的机制对感觉不可见,故注解者指出亚里士多德的“对感觉不可见之物”应当限定为“在生成方面(κατὰ τὴν γένεσιν)”。

  2. 1.9.11γένοιτ’ ἂν ἀρχὴ τῆς φθορᾶς τελευτὴ τῆς διαδρομῆς

    引文中主语与谓语的句法关系:流星的“穿行的终点(τελευτὴ τῆς διαδρομῆς)”成为质料消耗过程中“毁灭[或燃尽]的起点(ἀρχὴ τῆς φθορᾶς)”。注解者在转述中将其表述为 ὅστις καὶ ἀρχή ἐστιν ἀστέρος καὶ πέρας τῆς διαδρομῆς,表明流星轨迹的终点转变为了彗星形成的起点。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:61.9-63.16