- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:60.7-61.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯探讨了彗星看似伴随星辰的视觉原因,以及亚里士多德将彗星与光晕、彩虹进行对比的定义;批评了亚里士多德关于上下场所彗星是否伴随星辰的说法之矛盾,并指明彗星带来的气象影响(干旱与强风),由此终结彗星论题。
φαίνονται δὲ τούτων οἱ μὲν ὥσπερ ἀστέρα ἢ ἄστρον τὴν ἀρχὴν ἔχοντες, οἱ δὲ αὐτοὶ καθ’ ἑαυτούς εἰσιν. ἡνίκα γὰρ κατὰ κάθετον τύχῃ ὁ κομήτης τινὸς ἄστρου ἢ ἀστέρος, ἡ ὄψις διὰ τοῦ λαμπροῦ τοῦ κομήτου διαδιδομένη ὡς ἐπὶ τὸν ἀστέρα λαμπρότερον ὄντα νομίζει κορυφὴν αὐτοῦ εἶναι τὸν ἀστέρα· ἡνίκα δὲ μὴ τύχῃ κατὰ κάθετον, τότε αὐτὸς καθ’ ἑαυτὸν φαίνεται. τὸν δὲ κομήτην τὸν περὶ ἀστέρα ἢ ἄστρον γινόμενον κυρίως κομήτην καλούμενον διὰ τὸ νομίζεσθαι κομήτην ἴσχειν ἀστέρα.1 τὴν ἔξαψιν τοῦ ὑπεκκαύματος τριχῶς Ἀριστοτέλης ὁρίζεται λέγων, ὅτι κομήτης ἐστὶν οἷον ἶρις ἅλως περὶ ἀστέρα· ἅλως περὶ σελήνην, ἡ ἶρις περὶ ἥλιον· ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ἡ μὲν ἶρις περὶ ἥλιον γίνεται, ἡ δὲ ἅλως περὶ σελήνην, κατὰ δὲ τὸ σπάνιον καὶ τοὐναντίον. δεύτερος ὅρος· κομήτης ἐστὶν ἅλως καὶ ἶρις ἐν ὑπεκκαύματι, ἀλλ’ οὐκ ἐν τῷ περιγείῳ ἀέρι. ἶρίς τε γὰρ καὶ ἅλως περὶ τὰ ὑγρὰ νέφη συνίστανται· πάλιν ἅλως καὶ ἶρις ἀληθεῖς, οὐκ ἀπατηλαί. ἐπὶ γὰρ ἴριδος καὶ ἅλω τὸ χρῶμα ἀπατηλὸν διὰ τὴν ἀνάκλασιν τὴν περὶ ἥλιον ἢ σελήνην γινομένην οὕτω φαινόμενον ἐπεὶ μὴ ὂν κατὰ ἀλήθειαν· ἐπὶ δὲ τοῦ κομήτου τὸ λαμπρὸν τὸ φαινόμενον ἀληθινόν ἐστι. ταῦτα εἰπὼν ὁ Ἀριστοτέλης ἐπάγει τούτοις ἐφεξῆς ἕτερόν τι οὐκ οἶδα παθών.2 φησὶ γάρ, ὅτι οἱ ἐν τῷ κάτω τόπῳ γινόμενοι κομῆται οὐ γίνονται περὶ ἀστέρα ἢ ἄστρον, οἱ δὲ ἐν τῷ ἄνω γίνονται. καίτοι γε οὐκ ἀδύνατον καὶ τοὺς ἐν τῷ κάτω τόπῳ περὶ ἀστέρα γενέσθαι. τί γὰρ εἰ τύχοι κατὰ κάθετον αὐτοῦ τῆς ἐξάψεως ὢν ὁ ἀστήρ;3 ἀλλὰ μὴν καὶ ἐν τῷ ἄνω τόπῳ γίνεται μὴ περὶ ἀστέρα ὤν· τί γὰρ εἰ τύχοι μὴ ὢν κατὰ κάθετον αὐτοῦ τῆς ἐξάψεως ὁ ἀστήρ; ἀλλὰ μὴν καὶ ἐν τῷ ἄνω τόπῳ γινομένους ἔφη περὶ ἀστέρα γίνεσθαι διὰ τὸ ἐν οὐρανῷ νομίζεσθαι εἶναι διὰ τὸ μῆκος τοῦ διαστήματος, τοὺς δὲ ἐν τῷ κάτω τόπῳ οὐκ εἶπε περὶ ἀστέρα γίνεσθαι διὰ τὸ πλησιάζειν ἡμῖν. ἐφ’ οἷς λοιπὸν κατασκευάζει, ὅτι τὸ πυρῶδες τὸ ἐν τῷ κομήτῃ οὐκ ἔστιν ἀπατηλόν, ἀλλ’ ἀληθινὸν ὑπάρχει. καὶ γὰρ ἐκ πυρώδους γίνεται ἀναθυμιάσεως. ἀμέλει οὖν ὁπηνίκα γένηται κομήτης, αὐχμὸς πολὺς γίνεται καὶ ἄνεμοι σφοδρότατοι διὰ τὸ δηλοῦσθαι πολλὴν τὴν γένεσιν τῆς καπνώδους ἀναθυμιάσεως. τοῦτο δὲ αὐτὸ καὶ Ἄρατος ἐπιστάμενος ἔφη· πολλοὶ γὰρ κομόωσιν ἐν αὐχμηρῷ ἐνιαυτῷ. πλεῖστοι γὰρ ἀστέρες ἴσχουσι κόμην διὰ τὴν πλεονεξίαν τῆς πυρώδους ἀναθυμιάσεως. ταῦτα διὰ τούτων ἡ λέξις παραδίδωσιν· συγκαταπαύεται δὲ αὐτῇ καὶ ὁ περὶ τοῦ κομήτου λόγος.
在这些[彗星]中,有些显现为仿佛以一颗星或星座为开端,另一些则独立存在。因为每当彗星恰好处在某颗星座或星的垂线上时,视线透过彗星的光辉传向那颗更为明亮的星,便认为那颗星是彗星的头部;而当它不处在垂线上时,它便独立显现。另一方面,关于在星或星座周围形成的彗星,[他说]严格称为‘彗星’,是因为星被认为拥有发丝。亚里士多德从三方面规定可燃物质的点火,说彗星犹如在星周围的彩虹与晕——晕在月亮周围,彩虹在太阳周围;因为彩虹大多在太阳周围产生,而晕在月亮周围产生,少数情况下亦有相反者。第二种规定:彗星是在可燃物质中的晕和彩虹,而非在邻地空气中的;因为彩虹与晕是在潮湿的云雾周围构成的;此外,[第三,]它们是真实的晕和彩虹,而非虚假的。因为就彩虹与晕而言,颜色是虚假的,是因在太阳或月亮周围产生的反射而如此显现,因为它在真实中并不存在;而在彗星的情况下,显现的光辉却是真实的。在说了这些之后,亚里士多德不知受了何种影响,紧接着引入了另一件事。因为他说,在下方场所形成的彗星并不在星或星座周围形成,而在上方场所形成的彗星则在周围形成。然而,下方场所的彗星在星周围形成绝非不可能。因为倘若该星恰好处在其点火的垂线上,那又当如何?此外,在上方场所中,彗星亦能在不在星周围的情况下形成;因为倘若该星恰好不处在其点火的垂线上,那又当如何?但他声称,在上方场所形成的彗星因距离遥远而被认为处在天宇之中,故在星周围形成;而下方场所的彗星因临近我们,故不说其在星周围形成。在此之上,他最终证明彗星中的火状本性并非虚假,而是真实存在。因为它确实产生于火状蒸发。因此理所当然,每当彗星出现时,便会出现严重的干旱与极其强烈的风,因为这表明了烟状蒸发的大量产生。阿拉托斯亦深知这一点,说:“在干旱之年,确有许多星披散长发。”因为由于火状蒸发的大量过剩,极多的星拥有了尾毛。文本通过这些词句传达了这些内容;而关于彗星的讨论亦随之落下帷幕。
- 1.9.1τὸν δὲ κομήτην τὸν περὶ ἀστέρα ἢ ἄστρον γινόμενον κυρίως κομήτην καλούμενον διὰ τὸ νομίζεσθαι κομήτην ἴσχειν ἀστέρα.
宾格短语 τὸν δὲ κομήτην ... καλούμενον 缺乏统辖它的限定动词,属于句法破格(anacoluthon)或省略了上下文不言自明的动词(如 φησί 或 καλεῖ)。此处应理解为承接上文的解释:“关于在星周围形成的彗星,[他说]严格称为‘彗星’,是因为星被认为拥有发丝”。
- 1.9.1οὐκ οἶδα παθών
带分词 παθών 的惯用表达(字面义为“我不知他遭受了什么”),用于表达困惑或委婉的异议(“不知受了何种影响”、“不知出于何种考虑”)。此处引出奥林匹奥多鲁斯对亚里士多德紧接着声称的“下方彗星不会在星周围形成”这一命题的质疑。
- 1.9.1κατὰ κάθετον αὐτοῦ τῆς ἐξάψεως ὢν ὁ ἀστήρ
介词短语 κατὰ κάθετον 支配属格 αὐτοῦ τῆς ἐξάψεως(“在其点火的垂线上”)。其中阳性(或中性)属格代词 αὐτοῦ 作所有格(指代彗星),修饰阴性属格 τῆς ἐξάψεως。
