← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§59.5-60.7

彗星的真实生成理论与五项假定及形态分类

为了阐明源于亚里士多德的彗星真实生成理论,奥林匹奥多鲁斯提出了五项不会导致不可能结论的假定并阐明其论据,随后解释了彗星的两种生成方式(直接点火与流星停驻)以及基于形状的三种分类(梁星、标准彗星与髯星)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9.1#1

" Ἐπειδὴ περὶ τῶν ἀφανῶν τῇ αἰσθήσει καὶ τὰ ἑξῆς." Ἐπειδὴ τὰς ψευδεῖς δόξας περὶ τοῦ κομήτου ἱστορήσαμεν, φέρε καὶ τὴν ἀληθῆ δόξαν περὶ αὐτοῦ εἴπωμεν, τουτέστι τὴν Ἀριστοτέλους. ἀλλ’ ἐπειδὴ γενόμενον τὸν κομήτην γνωρίζομεν, οὐκ ἴσμεν δὲ πῶς γίνεται, φέρε καὶ τὸν νόμον τῶν ἐχόντων ἀφανῆ τὴν γένεσιν κατὰ ταῦτα διδάξωμεν. νόμος τοίνυν ἐπὶ τῶν ἀγνοουμένην τὴν γένεσιν ἐχόντων ὑποθέσεις τινὰς παραλαμβάνειν,1 αἷς οὐδὲν ἕπεται ἀδύνατον. οὕτω γὰρ καὶ τὸ συμβεβηκὸς ὡρίσατο Ἀριστοτέλης λέγων· “συμβεβηκός ἐστιν ὃ μὴ ὑπάρχει, τεθέντος δὲ αὐτοῦ οὐδὲν ἀδύνατον ἕπεται”. † οὕτως οὐ δεῖ κεχρῆσθαι καὶ διδάσκειν αὐτό. καὶ ἐροῦμεν κατὰ Πλάτωνα, ὅτι ἢ τοῦτό ἐστι τὸ ζητούμενον ἢ τοιοῦτον. καὶ τῆς τοῦ κομήτου οὖν γενέσεως δεῖ προσλαβεῖν ὑποθέσεις τινάς, αἷς οὐδὲν ἕπεται ἀδύνατον. εἰσὶ δ’ αἱ ὑποθέσεις αὗται· πρώτη, ὅτι τὸ ἄκρον τοῦ ἀπογείου κόσμου συμπεριφέρεται τῷ παντί, τουτέστι τοῦ ἀέρος. δευτέρα, ὅτι ἐκπυροῦται καὶ ἐκκαίεται. τρίτη, ὅτι οὐδὲ σφοδροτάτη ὤφειλεν εἶναι ἡ ἔξαψις οὐδὲ ἀμυδροτάτη, ὡς ἀσθενὴς καὶ κατακρατεῖται καὶ κατασβέννυται, ἡ δὲ σφοδροτάτη ἀποσβέννυται λόγῳ τοῦ ἀπορεῖν ὕλης· ἐκκαίεται γὰρ ταχέως. τέταρτον δεῖ εἶναι καὶ παχυτέραν ὕλην, ἵνα ἐπὶ πλείονα χρόνον ἐπιμείνῃ καιομένη. πέμπτον, ὅτι δεῖ καὶ ἐκ τῆς γῆς ἀναφέρεσθαι λιγνὺν ἐπιτηδείαν αὐτῷ. πέντε ὑποθέσεσι ταύταις ἕπεται ἡ τοῦ κομήτου γένεσις. ὁ γὰρ κομήτης ἐν τῷ ὑπεκκαύματι γίνεται καὶ συμπεριάγεται τῷ παντί, ὡς δηλοῖ ὁ τοῖς αὐτοῖς ἄστροις παρανατέλλων καὶ δύνων. ἀλλὰ μὴν καὶ ἔξαψίς ἐστιν, ὡς δηλοῖ τὸ πυρῶδες αὐτό. καὶ οὐδὲ σφοδροτάτη οὐδὲ ἀμυδροτάτη ἡ ἔξαψις, ὡς δηλοῖ τὸ παρατείνειν αὐτὸ ἐπὶ χρόνον. ἀλλὰ μὴν καὶ παχυτέρα ἡ ὕλη, ὡς δηλοῖ πάλιν τὸ χρόνιον. ἀλλὰ μὴν καὶ ἐκ τῆς γῆς ἐπιτηδεία λιγνὺς ἀνάγεται, ὡς δηλοῖ τὸ μὴ ἀεὶ αὐτὸν γίνεσθαι, ἀλλ’ ὅταν πλεονάσῃ ἡ καπνώδης ἀναθυμίασις. αὕτη πρώτη γένεσις τοῦ κομήτου. δευτέρα γένεσις· τοῦ διάττοντος νεμομένου τὴν ἐπιτηδείαν ὕλην, ἐὰν ἐπιτύχῃ καταντήσασα ἡ ἔξαψις εἰς παχυτέραν ὕλην, ἵσταται2 καὶ ποιεῖ τὸν κομήτην. καὶ ταύτην ἔξαψιν καλεῖ ὁ Ἀριστοτέλης καὶ ἀρχὴν καὶ πέρας εἶναι ἀστέρος· πέρας μὲν γίνεται τοῦ διάττοντος, ἀρχὴ δὲ τοῦ κομήτου. εἰσὶ δὲ τῶν κομητῶν διάφορα σχήματα, ἃ παρέπονται τῇ διαφόρῳ ἐξάψει τῆς ὕλης. ἢ γὰρ κατὰ μῆκος μόνον ἐστὶν ἡ ἔξαψις, οὐ δήπου δὲ καὶ κατὰ πλάτος, καὶ γίνεται ὁ δοκίας καλούμενος· ἢ καὶ κατὰ μῆκος καὶ κατὰ πλάτος καὶ καλεῖται κυρίως κομήτης· ἢ καὶ ἐν βάθει ἔχει οἷον ἀποσπινθηρισμούς τινας καὶ καλεῖται πωγωνίας. τρεῖς οὖν διαφοραὶ τῶν κομητῶν.

“既然关于对感觉而言不可见的事物,等等。” 既然我们已经叙述了关于彗星的虚假意见,来吧,让我们亦阐明关于它的真实意见,即亚里士多德的意见。然而,既然我们知晓彗星已经产生,却不知晓它是如何产生的,来吧,让我们亦依照这些原则,讲明对于生成不可见之事物的法则。因此,对于生成不为人所知的事物而言,法则是采纳某些不会引出不可能结论的假定。因为亚里士多德亦曾如此规定偶性,说:“偶性是并不隶属于主体,但在被设定后却不会引出不可能结论的事物。”不应当如此运用和教授它[?]。并且我们将依照柏拉图说:所探求之物要么是这个,要么是这类事物。因此对于彗星的生成,亦须设定某些不会引出不可能结论的假定。而这些假定如下:第一,离地世界的顶端,即空气的顶端,随同全宇宙一同旋转;第二,它被点燃并发火燃烧;第三,点火既不应当是极其剧烈的,亦不应当是极其微弱的,因为若微弱,它便会被压倒并被扑灭,而极其剧烈者则因缺乏质料而熄灭;因为它燃烧得十分迅速;第四,还必须存在较浓厚的质料,以便其在燃烧中留存更长的时间;第五,必须亦有适宜于它的烟煤从大地升起。彗星的生成便随循这五项假定而来。因为彗星产生于可燃物质中,并随同全宇宙一同旋转,正如与相同星辰一同升起和下落的彗星所表明的那样。此外,确实存在着点火,正如火状本性本身所表明的那样。点火既非极其剧烈亦非极其微弱,正如它持续一段时期所表明的那样。此外,质料亦是较浓厚的,正如长期的持续再次表明的那样。此外,适宜的烟煤亦从大地升起,正如它并非总是产生、而是在烟状蒸发充沛时才产生所表明的那样。这是彗星的第一种生成方式。第二种生成方式是:当流星消耗适宜的质料时,若点火恰好行进至较浓厚的质料,它便停驻并形成彗星。亚里士多德称这种点火既是一颗星的始端亦是其终极;它成为流星的终极,却成为彗星的始端。彗星有着不同的形状,这些形状伴随着质料的不同点火情况。因为点火要么仅在长度上而绝非在宽度上进行,便形成了所谓的‘梁星’;要么在长度和宽度上皆进行,并被严格地称为‘彗星’;要么在深度上亦带有某种火花散射,并被称为‘髯星’。因此彗星有三种差别。

语法注2 条
  1. 1.9.1νόμος τοίνυν ἐπὶ τῶν ἀγνοουμένην τὴν γένεσιν ἐχόντων ὑποθέσεις τινὰς παραλαμβάνειν

    不定词 παραλαμβάνειν 作为主语与谓词名词 νόμος 呼应(省略系动词 ἐστί)。ἐπί 搭配属格表示范畴或领域:“在……的情况下”或“关于……”。

  2. 1.9.1τοῦ διάττοντος νεμομένου τὴν ἐπιτηδείαν ὕλην, ἐὰν ἐπιτύχῃ καταντήσασα ἡ ἔξαψις εἰς παχυτέραν ὕλην, ἵσταται

    前半句 τοῦ διάττοντος νεμομένου ... 为表示时间背景的属格独立结构。随后的条件从句(ἐάν 搭配虚拟式 ἐπιτύχῃ)中,动词 ἐπιτυγχάνω 搭配补充性分词 καταντήσασα,构成复合谓语(“点火若恰好抵达……”)。主句的谓语动词为现在直陈式 ἵσταται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:59.5-60.7