- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:57.9-59.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗注解亚里士多德《气象学》343b8–343b32,通过恒星亦生彗尾的事实、彗星消灭时未遗留核心星体、对德谟克利特观点的批评,以及行星相会或与恒星交会未见彗星的实际观测,论述了对行星会合说与第六行星说的驳斥。
" Κοινὸν δὲ τούτοις καὶ τοῖς σύναψιν λέγουσι πρῶτον μὲν ὅτι καὶ τῶν ἀπλανῶν λαμβάνουσι κόμην." Πάλιν κοινὸν ἔλεγχον ποιεῖται τὸν ἀπὸ τῶν ἀπλανῶν. οὐκ ἔδει γάρ ποτε ἀπλανῆ φανῆναι κόμην ἔχοντα καθ’ ὑμᾶς ἢ σύνοδον τῶν πλανωμένων ἢ ἕκτον πλάνητα ὑποθεμένους τὸν πλανήτην.1 εἰσὶ δὲ πολλοὶ καὶ ἀπλανεῖς κόμην εἰληφότες· καὶ παρατίθεται ἱστορίαν· καὶ ὁ ἐπὶ ἡμῶν δὲ γενόμενος, ὡς εἴρηται, τοιοῦτος ἐφάνη, καὶ οἱ Αἰγύπτιοι δὲ πολλὴν ἔχουσι τὴν τούτων μαρτυρίαν. ὁ δέ γε Ἀριστοτέλης τοιοῦτόν φησιν ἑωρακέναι, ὅτι κόμην ἔσχεν ἀμυδράν, ἥτις τοῖς μὲν ἀτενίζουσι πρὸς αὐτὴν ἀμυδρὰ ἐφαίνετο διὰ τὸ κρατεῖσθαι ὑπὸ τῆς ὄψεως (πᾶν γὰρ τὸ κρατούμενον ὑπ’ αὐτῆς μικρὸν φαίνεται), ἐν δὲ τῷ παραβλέπειν μεγίστη ἐφαίνετο διὰ τὸ κατακρατεῖν τὴν ὄψιν τοῦ λαμπροῦ αὐτῆς.2
“对这些人和主张会合的人而言,首先共同的一点是,恒星中亦有某些星体获得彗尾。” 他又提出了来自恒星的共同驳斥。因为根据你们的见解,无论将之设定为诸行星的会合,还是将那颗星设定为第六颗行星,恒星都不应当一度显现为带有彗尾。然而许多恒星亦曾获得彗尾;他亦引证了历史记载;正如所言,在我们时代产生的彗星亦显现为如此,并且埃及人关于这些亦有丰富的见证。亚里士多德本人则说他曾见过这样的一颗彗星:它带有微弱的尾部,这尾部对于凝视它的人显得微弱,是因为它被视线所压倒(凡被视线所压倒者皆显得微小),但在侧目而视时,却因视线制伏了它的光芒而显得极大。
"Πρὸς δὲ τούτοις πάντες οἱ καθ’ ἡμᾶς ὠμμένοι ἄνευ δύσεως." Τὸν ἐκ τῆς φθορᾶς ἐνταῦθα κοινὸν ποιεῖται ἔλεγχον. οὐδεὶς γὰρ τῶν καθ’ ἡμᾶς ὀφθέντων οὐδ’ εἰς ἕνα ἐφάνη διαλυθείς. εἰ δὲ πέντε, ἔδει μένειν τοὺς ἀστέρας ὡς ἐκ τῆς πέμπτης ὄντας οὐσίας, κατὰ δὲ Πυθαγόραν καὶ τὴν κόμην. ἐντεῦθεν δέ, ὡς καὶ ἐν τῇ θεωρίᾳ εἴρηται, ἠδυνήθημεν κερδᾶναι καὶ περὶ τοῦ γαλαξίου, ὅτι οὗτος οὐ πάθος ἐστὶν ἀέρος· ἦ γὰρ ἄν ποτε καὶ ἐφθείρετο.
“除这些之外,我们时代所目击到的所有彗星,都未曾下落而[消灭了]。” 他在此处提出了来自消灭的共同驳斥。因为在我们时代所目击到的彗星中,没有一颗被看到解体为哪怕单个星体。如果是五[颗行星或第五元素],那些星体本应当作为源自第五实体的存在而留存下来,而根据毕达哥拉斯,彗尾亦当留存。由此,正如在概述中所述,我们亦能够关于银河获得知见:银河绝非空气的一种受动;否则它在某个时刻亦会消灭。
"Περὶ οὗ πρότερον ἐμνήσθην καὶ τὰ ἑξῆς." Περὶ τοῦ γενομένου ἐν ταῖς ἰσημεριναῖς δυσμαῖς λέγει, ὅτι ἐφάνη χειμῶνος ὄντος καὶ παγετοῦ καὶ αἰθρίας· αἰθρίας δὲ οὐ τῆς ἀπὸ τῶν ἀνέμων νῦν λέγει, ἀλλὰ τῆς ἀπ’ ὄμβρων. οὗτος δὲ οὐκ ὤφθη τῇ πρώτῃ ἡμέρᾳ διὰ τὸ καταδεδυκέναι τὸν ἥλιον. † ὁ μὲν τοῖς προηγουμένοις συστάς. ἐτεκμήρατο δὲ συστάντα αὐτὸν ἐκ τοῦ μέγιστον αὐτὸν φανῆναι3 ἐν τῇ δευτέρᾳ ἡμέρᾳ. οὐδὲ γὰρ ἀθρόως τοσοῦτον ἐξέτεινεν, ὡς τὸ τρίτον μέρος τοῦ οὐρανοῦ φωτίσαι. ἐφάνη δὲ τῇ δευτέρᾳ πρὸς ὀλίγον πάνυ, ἐπειδὴ μηδὲ πολὺ ὑστέρησε τὸ ὑπέκκαυμα, ὡς ἐν τοῖς ἑπομένοις τοῦ ἡλίου γενέσθαι· διὸ ἐπειδὴ ὀλίγον ἐφάνη, καὶ εὐθέως κατέδυ. † ἅμα δὲ καὶ ἐκλήθη ὡς οἷόν τι πήδημα ποιήσας, ἐκλήθη δὲ καὶ ‘ὁδὸς’ διὰ τὸ εἰς μῆκος αὐτὸν ἅλλεσθαι καὶ δύσας δέ τι ἐφώτιζε τὸ τρίτον μέρος τὸ ὑπὲρ γῆν, ὡς ἅτε μέγας ὢν οὐκ ἄπορον· καὶ γὰρ ‘ὁ ἥλιος’ διὰ τὸ πλούσιον τοῦ φωτὸς ἐκλήθη καὶ πρὸ τοῦ ἀνατεῖλαι καὶ μετὰ τὸ δῦσαι φωτίζει μέρος τὸ ὑπὲρ γῆν.
“关于此我此前曾提及,等等。” 关于在分点日落时产生的那颗彗星,他说它显现于严冬、结霜与晴朗之时;但他此时所说的晴朗不是源于风的晴朗,而是源于雨止的晴朗。然而这颗彗星在第一天并未被目击到,是因为太阳已经下落;它是在先行区域中形成的。他根据它在第二天显现得极大,推测出它早已形成;因为它不可能突然延展得如此之大,以至于照亮了天空的三分之一。它在第二天只显现了极短暂的时间,因为可燃物质并未大幅滞后以至于出现在太阳的后随区域;因此它在短暂显现后,便立即下落了。同时它亦因作了某种跳跃而得名,并且由于纵向跳跃亦被称为‘道路’;它下落之后,亦照亮了地上的三分之一部分,作为巨大的彗星,这并不足为奇;因为太阳亦由于光芒充沛而得名,在升起之前和下落之后都照亮地上的部分。
"Καίτοι Δημόκριτός γε προσπεφιλονείκηκεν." Ἐπειδὴ εἶπεν, ὅτι ἔδει ἢ εἰς ἀστέρας διαλύεσθαι τοὺς κομήτας, εἰ σύνοδος αὐτῶν ἐστιν, ἢ εἰς ἀστέρα, εἰ ἕκτος πλάνης ἐστίν, φησίν, ὅτι πρὸς τοῦτο φιλονείκως φερόμενος Δημόκριτος ἔφη διαλύεσθαι τοὺς κομήτας εἰς ἀστέρας, ὅπερ οὐκ ἔχει τὸ φαινόμενον· οὐ γὰρ ἐφάνη τοῦτο. ἔπειτα δὲ διὰ τί ποτὲ μὲν τοῦτο γίνεται, ποτὲ δὲ οὔ; πλὴν δυνατὸν εἰπεῖν ὑπὲρ Δημοκρίτου, ὅτι ἴσως κατ’ αὐτὸν γενόμενοι διελύθησαν ἀστέρες· ἐν τούτῳ δὲ μόνον διήμαρτεν, ὅτι κοινῶς περὶ πάντων ἀπεφήνατο καὶ οὐ περὶ τῶν κατ’ αὐτὸν ὀφθέντων καὶ μόνον.
“然而德谟克利特却固执己见。” 既然他说,如果彗星是星体的会合,就应当解体为多颗星体;如果是第六颗行星,就应当解体为单颗星体,因此他说,德谟克利特针对这一点固执己见,声称彗星会解体为星体,但这并不符合现象;因为这从未显现出来。再者,为何有时发生这种情况,有时却不发生?不过为德谟克利特辩护亦可以说是:也许在他那个时代产生的彗星确实解体成了星体;他仅在这一点上犯了错,即他就所有彗星作出了普遍的断言,而非仅仅局限于在他那个时代所目击到的彗星。
"Πρὸς δὲ τούτοις καὶ οἱ Αἰγύπτιοι φασὶ καὶ τῶν πλανήτων καὶ πρὸς αὐτούς." Ἴδιος ἔλεγχος τῶν λεγόντων τὴν σύνοδον. διὰ τί γὰρ μὴ καὶ ἐκ τῆς συνόδου τῶν πλανωμένων πρὸς ἀπλανῆ γίνεται κομήτης; καίτοι πολλή γε τούτου ἐστὶν ἡ πεῖρα παρὰ Αἰγυπτίοις, ὅτι σύνοδος γίνεται καὶ οὐ φαίνεται κομήτης· καὶ ἡμεῖς δέ, φησίν, ἑωράκαμεν τὸν Διὸς ἀστέρα ὑποδραμόντα ἕνα τῶν ἐν τοῖς Διδύμοις, καὶ ὅμως οὐκ ἐφάνη κομήτης.
“除这些之外,埃及人亦声称,在行星之间以及行星相互之间[皆有交会]。” 这是针对主张会合者的个别驳斥。因为为何行星与恒星的会合中亦不会产生彗星呢?然而埃及人对此有丰富的经验,即会合发生了而彗星并未显现;并且他说,我们亦曾见过宙斯之星[木星]潜入双子座中某颗恒星的下方,但彗星依然没有显现。
"Ἔστι δὲ καὶ ἐκ τοῦ λόγου." Ἐπειδὴ τὸν ἐκ τῆς μαρτυρίας ἔλεγχον ἐποιήσατο, διὰ τοῦτό φησιν, ὅτι καὶ τὸν ἐκ τοῦ λόγου δυνατὸν αὐτοὺς ἐλέγξαι, τὸν τρίτον εἰρημένον ἐν τῇ θεωρίᾳ πρὸς τούτους ἔλεγχον. δῆλον δὲ γέγονε τὸ συγκεχυμένον τῇ λέξει, οἶμαι.
“而且亦能够从论理中[进行驳斥]。” 既然他已经作出了来自见证的驳斥,因此他说,亦能够从论理中驳斥他们,这是在概述中针对他们所说的第三个驳斥。我想,文辞中的含混之处已经阐明了。
- 1.8.12καθ’ ὑμᾶς ἢ σύνοδον τῶν πλανωμένων ἢ ἕκτον πλάνητα ὑποθεμένους τὸν πλανήτην
阳性宾格复数分词 ὑποθεμένους 与介词 κατά 所支配的代词宾格 ὑμᾶς 一致。其后的 τὸν πλανήτην 在上下文中指代构成彗星的那颗星体。
- 1.8.12διὰ τὸ κατακρατεῖν τὴν ὄψιν τοῦ λαμπροῦ αὐτῆς
在带冠词的不定式结构 διὰ τὸ κατακρατεῖν 中,宾格 τὴν ὄψιν 作主语,属格 τοῦ λαμπροῦ αὐτῆς 作动词 κατακρατέω 的宾语。这与前句中的被动从句 διὰ τὸ κρατεῖσθαι ὑπὸ τῆς ὄψεως 形成结构上的对照。
- 1.8.14ἐτεκμήρατο δὲ συστάντα αὐτὸν ἐκ τοῦ μέγιστον αὐτὸν φανῆναι
动词 ἐτεκμήρατο 支配分词短语 συστάντα αὐτόν(它[已经]形成)作为补足成分,后接介词短语 ἐκ τοῦ ... φανῆναι 表明推断的依据。这展现了亚里士多德推断该彗星第一天虽未见却已形成的论证结构。
