← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§52.13-53.28

基于黄道带宽度与彗星出现位置的共通驳斥

奥林匹奥多鲁斯阐释亚里士多德针对以往彗星学说的四种共通驳斥中第一种基于“位置”的反驳。他列举戴克里先纪元281年的彗星记录以及金星、水星在纬度上的视运动现象,指出彗星被观测到大幅超出黄道带的十度宽度,从而驳难了将彗星视作行星或行星会合的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8.1#1

" Πᾶσι δὲ τούτοις τὰ μὲν κοινῇ συμπίπτει λέγειν, δυνατὸν δὲ καὶ χωρίς." Ἐπειδὴ οὐ δεῖ μόνον τὰς ψευδεῖς δόξας ἱστορεῖν, ἀλλὰ καὶ τοὺς ἐλεγκτικοὺς τούτων λόγους, φέρε καὶ τούτους παραδώσομεν. πάσαις τε νῦν ταῖς εἰρημέναις περὶ κομήτου δόξαις τὰ μὲν κοινῇ ἕπεται ἄτοπα, τὰ δὲ ἰδιάζοντα. ἀλλ’ ἐπειδὴ δεῖ τοὺς φιλοσόφους τοῦ καθόλου φροντίζειν καὶ πρῶτον αὐτοῦ ποιεῖσθαι φροντίδα, εἶθ’ οὕτω τῶν μερικῶν εἴ που δέοι, τούτου χάριν ὁ Ἀριστοτέλης πρῶτον τοὺς κοινοὺς ἡμῖν ἐλέγχους παραδίδωσιν. εἰσὶ δὲ οὗτοι τέσσαρες· ἐκ τοῦ τόπου, ἐκ τοῦ πλήθους, ἐκ τῶν ἀπλανῶν, ἐκ τῆς φθορᾶς. ἐκ μὲν τοῦ τόπου οὕτως· ἰστέον, ὅτι ὁ ζῳδιακὸς πλάτος ἔχει, πλάτος δὲ οὐχ ᾗ κύκλος, ἀλλ’ ᾗ ζώνη· τοῦτο δὲ τὸ πλάτος οὔτε πλέον δέκα μοιρῶν λαμβάνει, οὔτε ἔλαττον. περὶ τοῦτο τὸ πλάτος οἱ πλανώμενοι κινοῦνται πλέον τῶν δέκα μορίων μὴ κινούμενοι μηδ’ ἐπὶ τὰ βόρεια μηδ’ ἐπὶ τὰ νότια, ἀλλ’ ἢ καὶ ἔλαττον ἴσως. ἔδει οὖν τὸν κομήτην, εἰ τῶν πλανωμένων εἷς ἐστιν, ὡς Πυθαγόρας καὶ Ἱπποκράτης εἰρήκασιν, ἢ σύνοδος πάντων, ὡς Ἀναξαγόρας καὶ Δημόκριτος, μηδέποτε περαιτέρω τῶν δέκα μορίων φαίνεσθαι τοῦ ζῳδιακοῦ. ὤφθησαν δὲ πολλοὶ πολλὰς μοίρας ἀποστάντες τοῦ ζῳδιακοῦ. καὶ ἵνα τὰ λοιπὰ παρεὶς μνημονεύσω1 τοῦ καθ’ ἡμᾶς γενομένου κομήτου, ὅστις συνέστη τῷ σπᾱ ἔτει Διοκλητιανοῦ κατὰ Αἰγυπτίους Μεσώρη μηνὶ ἀπὸ τοῦ περὶ τὴν ἄρκτον Δράκοντος καὶ τοῦ ἀπὸ τῆς κεφαλῆς· καὶ ἐκινήθη ἕως τοῦ Αἰγοκέρωτος διαμείνας ἄχρι Θὼθ μηνὸς πληρουμένου διελθὼν καὶ τὸν γαλαξίαν. εἰ οὖν ἐναντιοῦται ἡ ἱστορία, κακῶς ποιοῦσιν οἱ σύνοδον πλανήτων ἢ πλάνητα ὑποτιθέμενοι τὸν κομήτην. ἀλλ’ ἴσως ἔχει τις εἰπεῖν· ‘ἀλλ’ ἕκτον πλάνητα οἱ περὶ Πυθαγόραν καὶ Πλάτωνα αὐτὸν ἔλεγον, καὶ οὐκ ἄτοπον λέγειν αὐτοὺς μὴ ὁμοίαν κινεῖσθαι τοῖς ἄλλοις πέντε πλάνησι κίνησιν’. ἢ καὶ κατ’ αὐτοὺς ἄτοπον2 ὑποθέσθαι πλέον τῶν δέκα μοιρῶν τοῦ ζῳδιακοῦ φέρεσθαι τοῦτον, εἴ γε σύνδρομον αὐτὸν τῷ ἡλίῳ εἰρήκασιν. ἄλλως τε εἰ ἔξω πλέον ἐφέρετο τῶν δέκα τοῦ ζῳδιακοῦ μοιρῶν, οὐκ ἂν διὰ χρόνου ἐφαίνετο, ἀλλὰ καὶ συνεχῶς· τὰ γὰρ κατὰ πλάτος ἀφιστάμενα συνεχῶς φαίνονται. καὶ ὅτι ἀληθὲς τὸ ἀποστάντας πολὺ κατὰ πλάτος φαίνεσθαι,3 μάθοις ἂν ἐκ τῶν λοξῶν φάσεων Ἑρμοῦ καὶ Ἀφροδίτης, καὶ μάλιστα τῆς Ἀφροδίτης. αὕτη γὰρ διὰ τὸ οἰκεῖον μέγεθος ἔσθ’ ὅτε πλεῖον ἀπέχουσα τοῦ ἡλίου κατὰ πλάτος ἐν μιᾷ ἡμέρᾳ καὶ ἑῴα καὶ ἑσπερία γίνεται. ὅθεν φησὶν ὁ ἐξηγητὴς καὶ μόνον κατ’ ἐξαίρετον ἑῷον καὶ ἑσπέριον λέγεσθαι τὸν τῆς Ἀφροδίτης ἀστέρα διὰ τὸ δύνασθαι ἐν μιᾷ ἡμέρᾳ καὶ ἑῷον καὶ ἑσπέριον φαίνεσθαι. ὅτι γὰρ αὐτός ἐστι καὶ ἑῷος καὶ ἑσπέριος, δηλοῖ καὶ Καλλίμαχος λέγων ἐν Ἑκάλῃ· ‘ἡνίκα μὲν γὰρ φαίνεται τοῖς ἀνθρώποις ταῦτα, αὐτοὶ μὲν φιλέουσιν, αὐτοὶ δέ τε πεφρίκασιν· ἑσπέριον φιλέουσιν, ἀτὰρ στυγέουσιν ἑῷον’. ὁ οὖν τῆς Ἀφροδίτης ἀστὴρ καὶ ἑσπέριός ἐστι καὶ ἑῷος· ἑῷος μέν, ἐπειδὴ προανατέλλει τοῦ ἡλίου· ἑσπέριος δέ, ἐπειδὴ καὶ μετὰ δύσιν αὐτοῦ φαίνεται. καὶ τὸ θαυμαστόν, ὅτι ταῦτα γίνονται εἰς τὰ ἑπόμενα τοῦ ἡλίου αὐτῆς τυγχανούσης, οἷον ἵνα νοήσητε τὸν μὲν ἥλιον Κριῷ μοίρας κ̄, τὴν δὲ σελήνην ἐπὶ τοῦ ᾱ τοῦ ζῳδιακοῦ μοίρας ιε, πλὴν † ὅταν τοῦτο γίνηται, ὅταν τὰ ἑπόμενα σημεῖα καὶ προηγούμενα ἐπὶ ἑνὸς ᾖ κύκλου καὶ τοῦ βορείου· ἐπὶ γὰρ διαφόρων κύκλων τοῦτο οὐ γίνεται. ἐπὶ δὲ Ἑρμοῦ συμβαίνει καὶ τὴν τελείαν αὐτῶν ἀπόστασιν ἀπέχοντα τοῦ ἡλίου μὴ φαίνεσθαι διὰ τὸ μὴ ἀπέχειν κατὰ πλάτος τοῦ ἡλίου ἐπὶ τὰ βόρεια, ἀλλ’ ἐπὶ τὰ νότια.

“对于所有这些[观点],有些是共同述说的,有些亦可以分别述说。” 既然不仅应当记述虚妄的意见,而且亦应当记述驳斥它们的论证,那么来吧,我们也把这些论证传述下来。对于现在所谈及的关于彗星的一切意见,有些荒谬之处是共同伴随的,有些则是各自特有的。但是,既然哲学家应当关照普遍者并首先对其予以关照,其后若有必要再照料个别者,由于这个缘故,亚里士多德首先向我们传述了共通的驳斥。这些驳斥有四个:来自位置的、来自数量的、来自恒星的、来自毁灭的。来自位置的反驳如下:应当知道,黄道带具有宽度,但不是作为圆环的宽度,而是作为带的宽度;这一宽度既不多于亦不少于十度。行星就在这一宽度周围运动,既不向北亦不向南移动超过十度,或许甚至更少。因此,如果彗星是诸行星之一(正如毕达哥拉斯和希波克拉底所言),或者是所有[行星]的会合(正如阿那克萨戈拉和德谟克利特所言),它就绝不应当显现在黄道带十度之外。然而许多彗星被目击到远离黄道带许多度。并且,为了省略其余的而提及在我们这个时代产生的彗星:它在戴克里先纪元281年、按埃及历是在麦索雷月,自北极附近的天龙座及其头部产生;它移动直到摩羯座,一直持续到托特月结束,并且穿过了银河。因此,如果经验观察相冲突,那些假定彗星为行星会合或行星的人就是错误的。但或许有人能够说:“然而毕达哥拉斯和柏拉图派众人称它是第六颗行星,他们说它不具有与其他五颗行星类似的运动并非荒谬。”或者说,即便按照他们自己的主张,假定它运行超出黄道带的十度亦是荒谬的,如果他们确实说过它与太阳同速运行的话。此外,如果它运行在黄道带十度之外更远处,它就不会隔了很久才显现,而是亦会连续显现;因为在纬度方向拉开距离的事物是连续显现的。并且,在纬度方向大大拉开距离的事物会显现,这一点是真实的,你可以从赫尔墨斯和阿佛洛狄忒的斜视位相中得知,尤其是阿佛洛狄忒。因为这颗星由于自身的硕大,有时在纬度上距太阳更远,在同一天之内既成为晨星又成为昏星。因此注释家说,阿佛洛狄忒之星唯独破例被称为晨星和昏星,正是因为它能够在一日之内既作为晨星又作为昏星显现。实际上,它自身既是晨星又是昏星,卡利马科斯在《赫卡勒》中亦说明了这一点,他说:“因为当这些向人们显现时,人们既喜爱它们,又恐惧战栗;人们喜爱昏星,然而厌弃晨星。”因此阿佛洛狄忒之星既是昏星又是晨星:说是晨星,是因为它先于太阳升起;说是昏星,是因为它在太阳落下后亦显现。令人惊奇的是,这些情况发生在她处于太阳的后随部分时;例如,为了让你们理解,设太阳在白羊座二十度,月亮[阿佛洛狄忒]在黄道带第一[星座]的十五度,不过当这种情况发生时,是当后随点与前行点处于同一个圆环、且是北天圆环之上的时候;因为在不同的圆环上这是不会发生的。但就赫尔墨斯而言,甚至当它距太阳达到完全的距角时亦不显现,这是由于它在纬度上距太阳并非向北偏离,而是向南偏离。

语法注3 条
  1. 1.8.1ἵνα τὰ λοιπὰ παρεὶς μνημονεύσω

    带有第一人称单数虚拟式(μνημονεύσω)的 ἵνα 从句在此缺少主句支配动词,独立充当表达说话者提及意图的习惯性副词性目的从句(“为了略去其余的而提及……”)。

  2. 1.8.1ἢ καὶ κατ’ αὐτοὺς ἄτοπον

    连词 ἤ 紧接在前面的假想异议(ἀλλ’ ἴσως ἔχει τις εἰπεῖν...)之后,用以引入注释者自身的反驳(“或者说,即便按照他们自己的学说也是荒谬的……”)。

  3. 1.8.1τὸ ἀποστάντας πολὺ κατὰ πλάτος φαίνεσθαι

    这是带定冠词的名词化不定词结构(τὸ ... φαίνεσθαι),其中阳性复数宾格分词 ἀποστάντας 充当不定词在语义上的主语(指星辰或天体)。整句在结构上充当由 μάθοις ἄν 统辖的 ὅτι 从句中的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:52.13-53.28