← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§53.28-55.6

对早期彗星学说的共通与个别驳斥

奥林匹奥多鲁斯梳理了亚里士多德针对早期彗星理论(行星说、会合说与反射说)的共通驳斥(来自数量、恒星与消灭),随后展开并检视了针对会合说与反射说的个别反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8.1#2

ἐπειδὴ οὖν εἴρηται ὁ κοινὸς ἔλεγχος ἀπὸ τοῦ τόπου, φέρε καὶ τὸν ἀπὸ τοῦ πλήθους σκοπήσωμεν. εἴτε σύνοδον τῶν πλανήτων εἴτε ἕκτον ὑποθώμεθα πλάνητα εἶναι τὸν κομήτην, οὐκ ἔδει συνεχῶς φαίνεσθαι, ὡς εἴρηται, κομήτας οὐδὲ ἐν τῷ αὐτῷ νῦν πλείους ἑνός. ἱστόρηνται δὲ καὶ συνεχῶς φαινόμενοι καὶ ἐν τῷ αὐτῷ νῦν πλείονες ἑνός. τρίτος ἔλεγχος ὁ ἐκ τῶν ἀπλανῶν. εἴτε γὰρ ἕκτος πλάνης εἴτε σύνοδός ἐστι τῶν πλανωμένων, οὐκ ἔδει ἀπλανῆ ποτε κομήτην φανῆναι. ὤφθη δὲ ἀπλανὴς κομήτης· καὶ ἵνα πάλιν μὴ ἄλλων μνημονεύσωμεν, τοῦ ἐπὶ ἡμῶν γενομένου μνησθῶμεν, † ὃς εἴρηται ἐπὶ ἑνὸς ἀστέρος τῶν περὶ τὴν κεφαλὴν τοῦ Δράκοντος τοῦ ἐν τοῖς ἄρκτοις. τέταρτος ἔλεγχος ὁ ἐκ τῆς φθορᾶς· τί δήποτε γὰρ μηδέπω ἐφάνη ἢ διαλυόμενος εἰς τοὺς πέντε πλανήτας ἢ τὸν ἕκτον ἐκεῖνον πλάνητα, ἀλλὰ κατὰ μέρος μαραίνεται καὶ ἀφανίζεται εἰς οὐδένα ἀστέρα διαλυόμενος; ταῦτα μὲν οὖν κοινὰ ταῖς τρισὶ δόξαις ἑπόμενα ἄτοπα. ἴδια δ’ ἕπεται ἄτοπα τοῖς λέγουσιν ἐκ τῆς συνόδου τῶν πέντε ἀστέρων γίνεσθαι τὸν κομήτην ταῦτα· πρῶτον μέν, ὅτι ἔδει τὸν κομήτην τότε γίνεσθαι, ὅτε σύνοδος τῶν πλανήτων γίνεται· νῦν δ’ ὁρῶμεν, ὅτι ὅτε σύνοδος τῶν πλανήτων γέγονε, κομήτης οὐκ ἐφάνη, καὶ κομήτης ἐφάνη συνόδου μὴ γενομένης, ὡς ἐδήλωσάν τινες τῶν πλανήτων γινόμενοι. δεύτερον ἄτοπον· εἰ ἐκ τῆς μίξεως καὶ τῆς συνόδου τῶν πέντε πλανήτων λέγεται γίνεσθαι τὸν κομήτην, τί δήποτε μὴ καὶ ἀπλανῆ πλανωμένοις μιγνύμενον λέγεται ποιεῖν κομήτην;1 τίς γὰρ ἡ ἀποκλήρωσις· εἰ δὲ τοῦτο, ἄτοπον. καὶ γὰρ πολλοὶ πλανῆται ὑπέδραμον ἀπλανῆ, ὡς Ἀριστοτέλης ἱστόρησε τὸν τοῦ Διὸς ὑποδραμόντα ἀπλανῆ τινα ἀστέρα τῶν Διδύμων, καὶ ὅμως οὐ γέγονε κομήτης· πολλὴ δέ ἐστιν ἡ μαρτυρία τούτου παρ’ Αἰγυπτίοις. τρίτον ἄτοπον· εἰ τὰ τῇ φύσει ἀδιαίρετα συντιθέμενα οὐ ποιεῖ διαιρετόν (ὅσα γὰρ δήποτε ἐὰν συνθῇ σημεῖα, οὐδὲν πλέον ποιεῖ ἢ σημεῖον), ἔδει καὶ τὰ τῇ αἰσθήσει ἀδιαίρετα συντιθέμενα μὴ ποιεῖν διαιρετὸν τῇ αἰσθήσει· νῦν δ’ ὁρῶμεν, ὅτι ὁ κομήτης μέγιστος πάνυ φαίνεται ὑπὲρ τὴν ἀναλογίαν τῆς συνθέσεως. πλὴν σεσόφισται ὁ λόγος· δύναται γὰρ πολλὰ τῇ αἰσθήσει ἀδιαίρετα ποιῆσαι διαιρετόν. τί οὖν λέγομεν; ὅτι πολλὰ συντιθέμενα, οὗτοι δὲ οὐ πολλὰ ἔλεγον συνέρχεσθαι, ἀλλ’ ὀλίγα· πέντε γὰρ μόνον. πρὸς δὲ τὰς ἀνακλάσεις φησίν, ὅτι εἰ λέγεις διὰ τὰς ἀνακλάσεις γίνεσθαι τὴν κόμην, ἔδει, ἐν ᾧ τόπῳ μὴ δύναται γενέσθαι ἀνάκλασις, μὴ γενέσθαι κόμην. νῦν δὲ ἱστόρηται ἐν παντὶ τόπῳ γινόμενος κομήτης. ὦπται γὰρ ἐν τῷ μεταξὺ τῶν τροπικῶν τοῦ ἰσημερινοῦ, ἅπερ εἰσὶν ἐγγὺς τῆς διακεκαυμένης, τὴν ἀρχὴν ἔχων κομήτης· ἀλλὰ μὴν καὶ ἐν τῷ νοτίῳ κύκλῳ καὶ ἐν τῷ βορείῳ ὄντος ὦπται συνιστάμενος κομήτης. καὶ τί δήποτε ἔλεγεν ὁ Ἱπποκράτης; μηδ’ ἐν τῷ ζῳδιακῷ διὰ τὴν ἔνδειαν τοῦ ὑλικοῦ μηδ’ ἐν τῷ νοτίῳ ἡλίου μὲν ἐν τῷ βορείῳ ὄντος ἢ ἐν τῷ νοτίῳ γίνεσθαι κομήτην. οὗτοι καὶ οἱ ἰδιάζοντες ἔλεγχοι τῶν δύο ὑποθέσεων. Πυθαγόραν γὰρ οὐδὲν ἠξίωσεν ἰδίᾳ ἐλέγξαι ὡς εὐελέγκτου ὄντος τοῦ εἰπεῖν2 κόμην ἐκ τῆς πέμπτης οὐσίας διαφθειρομένην. εἰ δὲ τοῦτο οὕτως, ἔστι κερδᾶναί τι, ὅτι Ἀριστοτέλης τὸν γαλαξίαν τοῦ ἀέρος πάθος λέγει συνηγορικῶς. * * * οὗτος γὰρ ἂν τὸν ἀεὶ ὡσαύτως ἔχοντα πάθος ἔλεγεν, † ὃ ἐκ τοῦ μὴ ἀεὶ ὡσαύτως ἔχειν χαρακτηρίζον τὰ ὑπὸ σελήνην. ἀλλ’ ἡμεῖς μὲν διὰ τὸ σαφὲς πρῶτον τὰ κοινὰ εἰρήκαμεν ἄτοπα, εἶτα καὶ τὰ ἴδια ἑκάστης δόξης, ἑκάστῳ καὶ τὸ οἰκεῖον ἀποδιδόντες κατὰ τὸν ποιητὴν εἰπόντα· κρῖν’ ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον· ὁ δ’ Ἀριστοτέλης συγκεχυμένως αὐτὰ παραδίδωσιν.

因此,既然来自位置的共同驳斥已经讲过,来吧,让我们亦考察来自数量的驳斥。无论我们假定彗星是行星的会合还是第六颗行星,正如已经说过的,彗星都不应当连续显现,亦不应当在同一个当下显现不止一个。然而,连续显现以及在同一个当下显现不止一个,均有记录。第三重驳斥是来自恒星的。因为无论它是第六颗行星还是诸行星的会合,都不应当曾经显现出不动的彗星。然而不动的彗星曾被目击;并且为了不再提及其他彗星,让我们回忆在我们时代出现的彗星,据说它停留在北极附近天龙座头部周围的一颗星旁。第四重驳斥是来自毁灭的:因为究竟为何它从未显现为分解为五颗行星或者分解为那第六颗行星,而是部分地衰微并消失,未分解为任何一颗星?这些荒谬之处就是伴随着这三种意见的共同荒谬。 而对于那些说彗星来自五颗星之会合的人,则伴随着以下特有的荒谬之处:首先,彗星应当在行星会合发生时产生;但如今我们看到,当行星的会合发生时,彗星并未显现,而在会合并未发生时,彗星却显现了,正如某些行星在汇聚时所表明的那样。第二个荒谬之处:如果说彗星产生于五颗行星的混合与会合,究竟为何不说一颗恒星与行星混合亦会产生彗星?究竟有什么武断区分的根据?若承认这一点,则是荒谬的。因为确实有许多行星曾从恒星下方穿过,正如亚里士多德记录宙斯之星[木星]曾从双子座的一颗恒星下方穿过,然而并未产生彗星;关于这一点在埃及人那里有大量的见证。第三个荒谬之处:如果本性上不可分的事物结合起来并不产生可分的事物(因为无论结合多少个点,除了点之外什么也不会产生),那么在感觉上不可分的事物结合起来亦不应当在感觉上产生可分的事物;但如今我们看到,彗星显得极其庞大,超出了合成的比例。不过,这一论证是诡辩的;因为在感觉上不可分的许多事物确实能够产生可分的事物。那么我们该说什么呢?如果是许多事物结合起来固然如此,但他们说聚集在一起的并不是许多,而是少数;因为仅仅只有五颗。 针对反射说,他则说道:如果你说尾部是由于反射而产生的,那么在无法发生反射的地方就不应当产生尾部。但如今在每个地方产生彗星皆有记录。因为曾目击到彗星起源于分道之回归线之间、即靠近灼热带之处;不仅如此,在[太阳]处于南天圆环或处于北天圆环时,亦曾目击到彗星形成。那么希波克拉底究竟说了什么呢?他说在黄道带内由于质料匮乏并不产生彗星,并且在太阳处于北天圆环时在南天不产生彗星,在太阳处于南天时亦不产生。这些亦是针对这两个假说的个别驳斥。因为他认为根本不值得单独驳斥毕达哥拉斯,因为说由第五元素构成的尾部会被毁灭是很容易驳倒的。如果情况确实如此,那么就可以得出某种收获,即亚里士多德说银河是空气的一种情状乃是出于辩护立场的。……因为他本会把永远处于同样状态的事物称为一种情状,而这种情状正是通过不永远处于同样状态来标示月下事物的特征。但是我们为了清晰起见,首先陈述了共同的荒谬之处,随后陈述了每种意见所特有的荒谬之处,按照那位说道“阿伽门农啊,请按部族、按宗族区分战士”的诗人的说法,将适宜之物归给各方;然而亚里士多德却把它们混杂地传述下来了。

语法注2 条
  1. 1.8.1τί δήποτε μὴ καὶ ἀπλανῆ πλανωμένοις μιγνύμενον λέγεται ποιεῖν κομήτην

    在宾格不定式结构中,带中动/被动分词 μιγνύμενον 修饰的 ἀπλανῆ(单数阳性宾格,“恒星”)作不定式 ποιεῖν 的逻辑主语。与格 πλανωμένοις 充当 μιγνύμενον 的支配补足语。

  2. 1.8.1ὡς εὐελέγκτου ὄντος τοῦ εἰπεῖν

    由表示原因的 ὡς 引导的属格绝对结构。带冠词的不定式短语 τοῦ εἰπεῖν...(“说……”)以中性属格形式充当分词 ὄντος(中性单数属格)的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:53.28-55.6