- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:51.1-52.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁将希奥斯的希波克拉底视彗星为第六颗行星的学说与毕达哥拉斯派进行对比考察,针对亚历山大将彗星的“落后”解释为相对于全天的观点,站在阿摩尼奥斯的立场上辩护其为相对于太阳的落后。随后,他依据视线的折射与太阳的位置探讨了彗星在天球上出现的位置。
" Παραπλησίως δὲ τούτοις καὶ οἱ περὶ τὸν Ἱπποκράτην τὸν Χῖον." Τουτέστι τοῖς περὶ Πυθαγόραν. καὶ οὗτοι γὰρ ἕκτον ἔλεγον πλάνητα τὸν κομήτην εἶναι. πλὴν ἐν τούτῳ ἡ διαφορά, ὅτι Πυθαγόρας μὲν καὶ τὴν κόμην ἔλεγεν ἐκ τοῦ πέμπτου σώματος εἶναι, ὁ δὲ Ἱπποκράτης ἐκ τοῦ ὑπὸ σελήνην ἔλεγεν αὐτὴν γίνεσθαι, ὡς εἴρηται καὶ ἐν τῇ θεωρίᾳ.
“与这些人类似,希奥斯的希波克拉底派众人亦如此。” 也就是说,与毕达哥拉斯派众人类似;因为他们亦称彗星为第六颗行星。然而差别在于这一点:毕达哥拉斯称彗尾亦是由第五种实体构成的,而希波克拉底则称彗尾产生于月下界,正如在通论中亦已说过的。
"Διὰ γὰρ τὸ ὑπολείπεσθαι βραδυτάτῳ χρόνῳ διὰ πλείστου χρόνου φαίνεσθαι τῶν ἄλλων ἄστρων." Ὁ μὲν Ἀλέξανδρος τὸ ὑπολείπεσθαι ὡς πρὸς τὸ πᾶν ἔλαβεν, ἐπειδή φησιν· ‘ὀλίγον ὑπολείπεται τοῦ παντός, βραδυτάτη γάρ ἐστιν ἡ κίνησις’. ἀλλ’ εἰ τοῦτο, ἔδει καὶ συνεχῶς αὐτὸν φαίνεσθαι· ὁ γὰρ ἥλιος οὐκ ἔχει βραδεῖαν τὴν ἰδίαν κίνησιν. ὅθεν μᾶλλον, ὡς ἐξηγήσατο ὁ μέγας φιλόσοφός φησι, δεῖ τὸ ὑπολείπεσθαι ὡς πρὸς τὸν ἥλιον λαβεῖν·1 ἐπειδὴ γὰρ σύνδρομος ὢν τῷ ἡλίῳ βραδυτάτῳ αὐτοῦ ἀπολείπεται· διὰ τοῦτο καὶ σπανίως φαίνεται.
“因为由于在最迟缓的时间里落后,它在其他星辰中隔了最久的时间才显现。” 亚历山大将“落后”理解为相对于全天的落后,因为他说:“它相对于全天只稍微落后,因为其运动是最迟缓的。”但如果是这样的话,它本应当连续显现;因为太阳自身的固有运动并不迟缓。因此,他说,更应当如那位大哲学家所解释的那样,把这种落后理解为相对于太阳的落后;因为既然它与太阳同速运行而在最迟缓的时间里从太阳处落后[拉开距离],正是由于这个原因,它才罕见显现。
"Ὡς ὅταν ἐκ ταὐτοῦ φανῇ ὑπολελειμμένος ὅλον τὸν ἑαυτοῦ κύκλον." Εἴρηται ἡμῖν, τίς καλεῖται ὑπόλειψις, ὅτι ὑστερισμὸς τῶν πλανήτων ὁ διὰ τὴν κίνησιν αὐτοῖς προσγενόμενος, οἷον (χάριν γὰρ σαφηνείας κέχρημαι παραδείγματι) ἔστω ἡ σελήνη μία μοῖρα τοῦ Κριοῦ. εἶτα μετὰ μίαν ἡμέραν γίνεται ιδ μοιρῶν τοῦ Κριοῦ· καὶ γὰρ ιγ ἑκάστης ἡμέρας κινεῖται. δῆλον οὖν, ὅτι τῆς ἀπλανοῦς δεκατέσσαρας μοίρας ὑστέρησεν. εἶτα ἐφεξῆς κινουμένη ὑπολείπεται οὐ ζῴδιον μόνον, ἀλλὰ καὶ ὅλον κύκλον, ὅτε γένηται ἐν Κριῷ. καὶ ἔχομεν, ὅτι οἱ ταχυκίνητοι τῶν πλανήτων βραδυκίνητοι ὡς πρὸς τὸ πᾶν. ἐπεὶ οὖν τοῦτο ἐσαφηνίσθη, καὶ τί βούλεται εἰπεῖν ἐν τῇ λέξει, σαφηνίσομεν. φησὶν οὖν, ὅτι ὥσπερ ὑπολείπεται ὅλον τὸν ἑαυτοῦ κύκλον. καὶ ὁ μὲν ἐξηγητὴς ἔφη πρὸς ταύτην τὴν λέξιν ἀφεωρακότα Ἀλέξανδρον καλῶς ἐξηγήσασθαι· τὸ γὰρ δὴ ‘ὑπολείπεσθαι κύκλον’ ὡς πρὸς τὸ πᾶν λέγεται. πλὴν ἔστιν ἀπολογήσασθαι ἡμᾶς ὑπὲρ Ἀμμωνίου τοῦ μεγάλου φιλοσόφου, ὅτι κἂν πρὸς τὸν ἥλιον λάβωμεν τοὺς πλανήτας ἔχειν τὴν ὑπόλειψιν. ἀλλ’ οὖν ὅμως συμπαρομαρτῶν τῷ ἡλίῳ λέγεται ὑπολείπεσθαι,2 ὅταν ταχύτερον αὐτοῦ μικρὸν κινηθῇ ἢ ὅταν βραδύτερον, ἥτις καὶ αἰτία γίνεται τοῦ διὰ χρόνου γίνεσθαι· ἡ γὰρ πρὸς τὸν ἥλιον ὑπόλειψις, οὐχὶ πρὸς τὸ πᾶν ἐστιν αἰτία τοῦ βραδέως αὐτὸν φαίνεσθαι.
“正如当它从同一[位置]显现,已经落后了自身的整个圆环。” 我们已经说明了何谓“落后”,即由于自身运动而在行星身上产生的迟滞。例如(为了清楚起见我使用一个例子),设月亮在白羊座一度。随后在一天之后它到了白羊座十四度;因为它每天移动十三度。因此显而易见,它相对于恒星天落后了十四度。接着连续运动,它不仅落后了一个星座,而且当到达白羊座时落后了整个圆环。于是我们得知,诸行星中自身运动快速的,相对于全天而言反倒是运动迟缓的[落后较多的]。既然这一点已经阐明,我们就来阐明他在文句中想要表达什么。他说,正如同它落后了自身的整个圆环一样。而那位注释家说,亚历山大注意到了这句文句,因而作出了很好的解释;因为“落后一个圆环”确实是相对于全天而言的。不过,我们仍可为大哲学家阿摩尼奥斯辩护说:即使我们设想诸行星是相对于太阳产生落后,但无论如何,伴随着太阳,当它比太阳稍微运动得快一些或稍微运动得慢一些时,它就被称为落后,这亦正是它隔了很久才显现的原因;因为正是相对于太阳的落后,而不是相对于全天的落后,才是它迟迟显现的原因。
"Οὐ δύνασθαι τὴν ὄψιν τῶν ἀνθρώπων φέρεσθαι κλωμένην ὑπὸ τοῦ ἡλίου." Ἐπειδή, φησί, τὸ μεῖζον τμῆμα τοῦ χειμερινοῦ κύκλου ἤτοι τοῦ νοτίου ὑπὸ γῆν ἐστι, κἄν τε ἐν τῷ βορείῳ ὑποθῇ εἶναι τὸν κομήτην, οὐ φαίνεται διὰ τὸ εἶναι πολὺ τὸ διάστημα καὶ κλᾶσθαι τὴν ἡμετέραν ὄψιν· κἄν τε ἐν τῷ νοτίῳ ὑποθῇ αὐτόν,3 οὐ δύναται δι’ ὅλης τῆς νυκτὸς φωτίζεσθαι διὰ τὸ μεῖζον εἶναι τὸ ὑπὸ γῆν τμῆμα τοῦ νοτίου κύκλου. εἰ οὖν μηδ’ ἐν τῷ νοτίῳ συνίσταται μηδ’ ἐν τῇ διακεκαυμένῃ ζώνῃ, ὑπόλοιπόν ἐστιν ἐν τῷ βορείῳ καὶ τοῦ ἡλίου ἐν τῷ βορείῳ ὄντος.
“人的视线无法在被太阳折射的情况下传播到达。” 他说,因为冬至圈即南天圈的较大部分处于地平线之下,所以无论设想彗星在北天圈,它因距离遥远且我们的视线发生折射而不显现;还是设想它在南天圈,它由于南天圈在地下部分更大而无法整夜受到照耀。因此,如果它既不在南天圈形成,亦不在灼热带形成,剩下的可能就是它在北天圈形成,且是在太阳亦处于北天圈之时。
- 1.7.18ὅθεν μᾶλλον, ὡς ἐξηγήσατο ὁ μέγας φιλόσοφός φησι, δεῖ τὸ ὑπολείπεσθαι ὡς πρὸς τὸν ἥλιον λαβεῖν
φησι 呈插入语用法,与从句的主动词 δεῖ(非人称动词)结合。其句子结构为:“正如大哲学家[阿摩尼奥斯]所解释的那样,[亚里斯多德]说应当将落后理解为相对于太阳”。无主语的 φησι 指代文本作者亚里斯多德。
- 1.7.19ὅτι κἂν πρὸς τὸν ἥλιον λάβωμεν τοὺς πλανήτας ἔχειν τὴν ὑπόλειψιν. ἀλλ’ οὖν ὅμως συμπαρομαρτῶν τῷ ἡλίῳ λέγεται ὑπολείπεσθαι
这是一个破格语法(anacoluthon)结构:在 ὅτι 引出的宾语从句内部先置入让步条件从句 κἂν ... λάβωμεν,句点之后由 ἀλλ’ οὖν ὅμως ... λέγεται 作为主句呼应承接。需保持其逻辑对比关系阅读:“即使我们设想诸行星是相对于太阳产生落后,但无论如何,伴随着太阳……它就被称为落后”。
- 1.7.20κἄν τε ἐν τῷ βορείῳ ὑποθῇ εἶναι τὸν κομήτην ... κἄν τε ἐν τῷ νοτίῳ ὑποθῇ αὐτόν
κἄν τε ... κἄν τε ... 构成并列的让步条件句:“无论设想……还是设想……”。第三人称单数虚拟语气 ὑποθῇ 的主语并非指特定人物,而是泛指的第三人称(“人们”、“论者”)。
