← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§49.20-50.33

毕达哥拉斯学派的彗星说与行星相合的错觉

奥林匹奥多鲁注解亚里士多德所引述的毕达哥拉斯学派彗星说(将彗星视作与水星一样罕见显现的第六颗行星),通过天球距离与掩星现象论证行星相触纯属视觉假象,并澄清了天文学中行星“落后”(角距离/距角)与“显现期”的概念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7.13

" Σύμφασιν τῶν πλανητῶν." Ἀντὶ τοῦ ‘σύνοδον’.

“行星的同现。” 代替“合相”。

§1.7.14

"Ὅταν διὰ τὸ πλησίον ἐλθεῖν δόξωσιν ἀλλήλων θιγγάνειν." Καλῶς τὸ δόξωσιν· οὐδὲ γὰρ κατὰ ἀλήθειαν ἅπτονται ἀλλήλων. πῶς γὰρ δύνανται, εἴ γε μηδὲ ἐν τῷ αὐτῷ εἰσιν ἐπιπέδῳ, ἀλλ’ ἀφεστήκασιν ἀλλήλων αἱ σφαῖραι; καὶ τοῦτο δῆλον ἐκ τῶν ἐκλείψεων. οὐ γὰρ ἄν ποτε ἐπιπροσθούσης τῆς σελήνης κατὰ τὸ ἅπτεσθαι ἔκλειψις ἐγίνετο τοῦ ἡλίου· ἐλάττων γὰρ τῆς σελήνης σφαῖρα.1 οὐδὲ μὴν τῆς σελήνης ἐγένετο ἔκλειψις, εἰ ἦν ἐν τῷ αὐτῷ ἐπιπέδῳ ὁ κῶνος τῆς γῆς ὁ ταύτην ἐπισκιάζων. ἰστέον δέ, ὅτι οἱ ἀστρονομικοὶ ἐκ τῶν ἐκλείψεων καὶ τὴν θέσιν τῶν σφαιρῶν μεμαθήκασι. καὶ γὰρ ἀστέρες ἀστράσιν ἐπιπροσθοῦντες ὤφθησαν πολλάκις, καὶ ἡ σελήνη δὲ πολλάκις ἐπίπροσθεν γενομένη ἢ Κριοῦ ἢ ἄλλου ζῳδίου ἐποίησε γενέσθαι ἔκλειψιν, οὐχ ὅτι ἐν τῇ ἀπλανεῖ γέγονεν, ἀλλ’ ὅτι κατὰ κάθετον εὑρέθη τυχὸν τῆσδε τῆς μοίρας τοῦ Κριοῦ. καὶ ἐπεσκίασεν ἡμῖν, καὶ οὐκέτι ἑωράκαμεν τοὺς ἀστέρας, οἷς ἐπιπροσθεῖ κατὰ κάθετον γενομένη. ὥστε οὖν δόκησις αὐτοῖς ἐστι τὸ θιγγάνειν· οὐ γὰρ κατὰ ἀλήθειαν θιγγάνουσι.

“当由于靠近而看似互相接触时。” 他说“看似”极为妥当;因为在实际上它们并不互相接触。因为如果它们甚至不在同一平面上,而是各自的天球彼此隔开,又怎能接触呢?这一点从日食和月食中亦显而易见。因为如果月亮是通过接触来遮蔽的,就绝不会发生日食;因为月亮的天球较小。而且如果遮蔽月亮的地球圆锥[影]处于同一平面上,月食亦绝不会发生。应当知道,天文学家亦正是从日食和月食中得知了诸天球的位置。因为常常看见星辰遮蔽星辰,月亮亦常常来到白羊座或其他星座的前方而造成掩食,这并不是因为月亮进入了恒星天球,而是因为月亮碰巧与白羊座的这一个度数处于同一垂线上。它向我们投下阴影,我们便不再看到那些被处于同一垂线上的月亮所遮蔽的星辰。因此,接触对它们而言只是一种假象;因为在实际上它们并不接触。

§1.7.15

"Τῶν δὲ Ἰταλικῶν τινες καὶ τῶν καλουμένων Πυθαγορείων." Ὁ μὲν Πυθαγόρας Σάμιος ἦν, πλὴν πρόσεστι τοῦ Ἰταλικοῦ διδασκαλία· διὸ εἶπε τῶν Ἰταλικῶν τινες. οὗτος οὖν τὸν κομήτην ἕκτον ᾤετο πλάνητα ἔχοντα ἐκ τοῦ πέμπτου σώματος καὶ τὴν κόμην. τὴν δ’ αἰτίαν τοῦ σπανίως φαίνεσθαι ταύτην ἔλεγεν· ὥσπερ, φησίν, ὁ τοῦ Ἑρμοῦ ἀστὴρ διὰ τὸ ἰσόδρομος εἶναι τῷ ἡλίῳ σπανίως φαίνεται (δυσχερῶς γὰρ ὑπολείπει), οὕτω καὶ οὗτος ὁ ἕκτος πλανήτης τοιαύτην ἔχει κίνησιν καὶ σπανίως ὑπολείπει. ὑπόλειψιν δ’ ἀκουστέον ἀστρονομικῶς τὴν κίνησιν τοῦ ἀστέρος αὐτοῦ·2 αὗται γὰρ αἰτίαι γίνονται ὑπολείψεως αὐτοῦ. καὶ εἰκότως· ἐὰν γὰρ νοήσωμεν τὸν ἥλιον ὄντα ἐν Κριῷ μοῖραν μίαν, καὶ ἀποκαθιστάμενον τὸ πᾶν ἐν μιᾷ ἡμέρᾳ, κινούμενον δὲ καὶ τὸν ἥλιον κατὰ τὴν ἰδίαν κίνησιν μοῖραν, ὡς εἶναι δύο μοίρας τῇ δευτέρᾳ ἡμέρᾳ Κριοῦ, εὑρεθήσεται ὁ ἥλιος τῆς κινήσεως τῆς τελείας τοῦ παντὸς ἐλλείψας μοῖραν μίαν, ἥνπερ καὶ ἐκινήθη. ἡ οὖν κίνησις ἡ ἰδία αἰτία γέγονεν αὐτῷ τῆς ὑπολείψεως· ὁ γὰρ ἥλιος μοῖραν μίαν τὴν ἡμέραν κινεῖται τὴν ἰδίαν κίνησιν, ἡ δὲ σελήνη ιγ μόρια.

“意大利学派中的某些人以及所谓的毕达哥拉斯学派。” 毕达哥拉斯本人虽是萨摩斯人,但这一教说属于意大利学派;因此他说“意大利学派中的某些人”。因此此人认为彗星是第六颗行星,且其彗尾亦来自第五种实体。他说明其罕见显现的原因如下:他说,正如赫尔墨斯之星因与太阳同速运行而罕见显现(因为难以落后),这第六颗行星亦具有这样的运动而罕见落后。从天文学的角度,应当将“落后”理解为该星辰自身的固有运动;因为这些乃是其落后的原因。这合乎情理:因为如果我们设想太阳处于白羊座的一度,全天在一天之内复归周日运动,而太阳亦依其固有运动移动一度,以致在第二天处于白羊座的两度,那么就会发现太阳比全天的完满运动缺失了它实际运行的一度。因此,它自身的运动成了它落后的原因;因为太阳依自身运动每天移动一度,而月亮移动十三度。

§1.7.16

"Ὅπερ συμβαίνει περὶ τὸν Ἑρμοῦ ἀστέρα· διὰ γὰρ τὸ σμικρὸν ἐπαναβαίνειν πολλὰς ἐκλείπει φάσεις, ὥστε διὰ χρόνου φαίνεσθαι πολλοῦ." Ὁ γὰρ τοῦ Ἑρμοῦ ἀστήρ, ὡς εἴρηται, περὶ τὸν ἥλιον κινούμενος σπανίως φαίνεται.3 ὑπολείψεις οὖν νῦν ἀκουστέον τὰς ἀποστάσεις τῶν ἀστέρων τὰς ἀπὸ τοῦ ἡλίου, ἐν αἷς ἔξαυγος γίνεται φαινόμενος. φάσεις δὲ ἀκουστέον οὐχ ἃς λέγουσι ποιεῖν τὸν τοῦ Ἑρμοῦ ἀστέρα (πολλὰς γὰρ τοιαύτας ποιεῖ, εἰ γὰρ λέγουσιν αἰτίας αὐτὸν ποιεῖν, ἃς ζητοῦσιν οἱ ἡμερογράφοι), ἀλλὰ φάσεις ἀκουστέον τὰς ἀποστάσεις, καθ’ ἃς φαίνεται. αὗται γὰρ σπάνιοί εἰσιν ἐπὶ αὐτοῦ ὁμωνύμου οὔσης τῆς φάσεως. μηδεμία οὖν ἡμῖν γένηται ἀπάτη· προδιεστειλάμεθα γάρ.

“这在赫尔墨斯之星的情形中亦有发生;因为由于仅仅略微上升,它遗漏了许多显现期,以致隔了很久才显现。” 因为正如已经说过的,赫尔墨斯之星因绕太阳运行而罕见显现。因此现在应当将“落后”理解为星辰离开太阳的角距离,在这些距离中它脱离太阳光芒而显现出来。而“显现期”应当理解的并不是人们所说赫尔墨斯之星所造成的那种显现(因为如果人们说该星产生日历编制者所探求的原因,那么它造成许多此类显现),而是应当将“显现期”理解为它借以显现的角距离;因为对它而言这种角距离是罕见的,此时“显现”一词乃是同名异义的。因此,愿我们不致产生任何误解;因为我们已经预先作出了区分。

语法注3 条
  1. 1.7.14οὐ γὰρ ἄν ποτε ἐπιπροσθούσης τῆς σελήνης κατὰ τὸ ἅπτεσθαι ἔκλειψις ἐγίνετο τοῦ ἡλίου· ἐλάττων γὰρ τῆς σελήνης σφαῖρα

    在此与过去事实相反的虚拟句中(ἄν 搭配未完成过去时 ἐγίνετο),独立属格结构 ἐπιπροσθούσης τῆς σελήνης κατὰ τὸ ἅπτεσθαι(“如果月亮通过接触进行遮蔽”)替代了常规的条件从句。随后的理由“因为月亮的天球较小”解释了若两球体处于同一平面并在物理上接触,日食的几何投影条件便无法成立。

  2. 1.7.15ὑπόλειψιν δ’ ἀκουστέον ἀστρονομικῶς τὴν κίνησιν τοῦ ἀστέρος αὐτοῦ

    动形词/非人称结构 ἀκουστέον(“应当理解为”)支配宾格 ὑπόλειψιν 作为宾语,并带有宾格补足语 τὴν κίνησιν。此处将日常语中的“落后/缺失”重新界定为天文学术语,指行星自西向东的固有运动(由于这一运动,行星落后于恒星天的周日旋转)。

  3. 1.7.16φάσεις δὲ ἀκουστέον οὐχ ἃς λέγουσι ποιεῖν τὸν τοῦ Ἑρμοῦ ἀστέρα ... ἀλλὰ φάσεις ἀκουστέον τὰς ἀποστάσεις, καθ’ ἃς φαίνεται

    由对比结构 οὐχ ἃς... ἀλλὰ...(“不是那些……而是……”)构成。注解者在此指出,亚里士多德所说的 φάσεις 并非历法编制者(ἡμερογράφοι)所研究的常规星相(出没、留等),而是指行星离开太阳光芒而得以被目测到的特定角距离(距角),提醒读者注意该词的同名异义性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:49.20-50.33