← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§3.8-5.2

气象现象的近因、功用与第一卷真伪考辨

在确定了邻近原因(两种蒸发物与固有热)之后,注疏者探讨了本书的功用、《气象学》标题的由来及其在自然学著作中的研读次序,并驳斥了基于文风明晰性与视觉放射说而判定第一卷为伪作的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1.1#2

εἰκότως ἄρα τὸ οὐράνιον σῶμα αἴτιόν ἐστι τῆς κινήσεως τῶν τεσσάρων στοιχείων καὶ ποιητικὸν ἁπλῶς αἴτιον· ταῦτα δέ εἰσι τὰ πόρρω στοιχεῖα. ποῖα δὲ ἄρα εἰσὶ τὰ στοιχεῖα τὰ προσεχῆ τῶν ἐνταῦθα διδασκομένων; ὑλικαὶ μὲν αἱ δύο ἀναθυμιάσεις· ἐκ τούτων γὰρ ἢ κατὰ φύσιν ἄνω φερομένων ἢ βίᾳ κάτω στεγομένων δειχθήσονται πάντα γινόμενα τὰ ἐνταῦθα διδασκόμενα. ποιητικὸν δὲ αἴτιόν ἐστιν ἡ ἔμφυτος θερμασία· ἔστι γὰρ καὶ ἐν αὐτῇ τῇ γῇ, καὶ τοῦτο δηλοῦσι φυτὰ τρεφόμενα ἐν αὐτῇ. ἀλλὰ μὴν καὶ ἔστιν ἐν ὕδατι, ὡς δηλοῦσιν ἰχθύες ἐν ὕδατι ζῳογονοῦντες. Εἰδέναι δὲ χρὴ τὸ παρὸν βιβλίον χρήσιμον * * * πρῶτον καλεῖ λέγων “οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν”· ἀποκαλεῖ δὲ αὐτὸν καὶ ‘νεφεληγερέτην’. τοῦτο δεύτερον. τρίτον χρὴ εἰδέναι τὸ παρὸν βιβλίον〈χρήσιμον〉, διότι αἱ μεταβολαὶ τῶν ἀναθυμιάσεων τούτων χαλεπῶν συμπτωμάτων γίνονται πρόξενοι. καὶ δηλοῦσιν οἱ ἐκ τῶν διοσημειῶν τὰ πολλὰ προλέγοντες, οἷον ὑετόν, ἀνομβρίαν, λοιμόν. τέταρτον· ἐπειδὴ καὶ πάνυ ἀναγκαίως ἐφρόντιζον οἱ παλαιοὶ τῶν διιπετῶν ἀγαλμάτων, ὡς δηλοῖ τὸ Παλλάδιον μέχρι νῦν ἐν τῷ Βυζαντίῳ ὄν. πέμπτον· ἀναγκαῖον τὸ πρῶτον βιβλίον, διότι καὶ ἐν τοῖς φυσικοῖς λόγοις οὐ παύεται τῆς ἀστρονομίας (ἀστρονομικοῖς γὰρ ὀνόμασι τὰ πολλὰ ὀνομάζει λέγων παρήλιον νέφος καὶ διάττοντα ἀστέρα καὶ ἀστραπὴν διὰ τὸ ἔχειν εἶδος ἄστρων), καὶ ὅτι δεῖ τὸν φυσικὸν φιλόσοφον μὴ μόνον τὴν οὐσίαν τῶν στοιχείων γινώσκειν, ἀλλὰ καὶ τὰ πάθη τὰ συμβαίνοντα. ἐν τούτοις τὸ χρήσιμον. Ἡ αἰτία τῆς ἐπιγραφῆς. ἐπιγέγραπται Μετέωρα οὐ μάτην, ἀλλ’ ἐκ τῆς ὑλικῆς αἰτίας, φημὶ δὲ διὰ τὰς ἀναθυμιάσεις. αὗται γὰρ ὅσον ἐφ’ ἑαυτὰς ἐν τῷ μετεώρῳ φέρονται, πλὴν εἴ ποτε διὰ βίαν ἐν τῇ γῇ ἐπισχεθῶσιν. Ἡ τάξις τῆς ἀναγνώσεως ἀπ’ αὐτοῦ τοῦ Ἀριστοτέλους ἐνταῦθα διδάξεται· ἓξ γὰρ οὐσῶν πραγματειῶν συνιστασῶν τὴν πᾶσαν φυσιολογίαν τρισὶ μὲν ἕπεται ἡ παροῦσα πραγματεία, τριῶν δὲ προηγεῖται. τῇ μὲν γὰρ Φυσικῇ ἀκροάσει καὶ τῇ Περὶ οὐρανοῦ καὶ τῇ Περὶ γενέσεως καὶ φθορᾶς ἕπεται· προηγεῖται δὲ τῶν περὶ ψυχῆς, τουτέστι τῆς Περὶ φυτῶν καὶ τῆς Περὶ ζῴων. καὶ οὕτω τετάξεται ἡ Περὶ ψυχῆς. αὕτη γὰρ ἀμφιβίῳ ζῴῳ ἔοικε καὶ δύναται προηγεῖσθαι καὶ ἕπεσθαι· προηγεῖσθαι μέν, ἐπειδὴ καὶ περὶ φυσικῶν διαλέγεται ἐν τῇ Περὶ ψυχῆς, ἕπεσθαι δέ, ἐπειδὴ καὶ θεολογίαι εἰσίν. τὰ δὲ φυσικὰ δεῖ πρῶτον μανθάνειν καὶ οὕτως θεολογεῖν. ὅθεν καὶ τὸ σχεδὸν δι’ αὐτὴν λέγει ὁ Ἀριστοτέλης. φησὶ γάρ· ‘ἐν τούτοις τοῖς εἰρημένοις σχεδὸν πληροῦται ἡ φυσιολογία’. τὸ δὲ σχεδὸν διὰ τὴν Περὶ ψυχῆς· κἀκεῖ γὰρ φυσιολογίας μέμνηται ὁ Ἀριστοτέλης. καὶ μὴ ἀπορήσῃς, πῶς ἐν τῇ Περὶ ψυχῆς φυσιολογεῖ, οὐ γὰρ ἄπορον· ὁ γὰρ ἐν τῷ ὀγδόῳ λόγῳ Περὶ φυσικῆς ἀκροάσεως περὶ νοῦ διαλεχθεὶς καὶ εἰρηκὼς πᾶσαν κατὰ φύσιν κίνησιν ἠρτῆσθαι τῆς κινήσεως τῆς ἀπλανοῦς, οὗτος καὶ ἐν θεολογικοῖς περὶ φύσεως διαλέγεται ὥσπερ ἐν φυσικοῖς περὶ νοῦ. αὕτη καὶ ἡ τάξις. Τὸ γνήσιον. τινὲς νοθείαν τοῦ πρώτου βιβλίου κατεψηφίσαντο, πρῶτον μὲν ἐκ τοῦ παραβῆναι αὐτὸν τὸν Ἀριστοτέλην καὶ σαφήνειαν ἐπιτηδεῦσαι.1 ἀλλ’ ἐροῦμεν πρὸς αὐτούς, ὅτι καὶ πολλῇ πάνυ ἀσαφείᾳ κέχρηται ἐν τῷ λέγειν αὐτόν· ‘ὧν τὰ μὲν ἀποροῦμεν, τῶν δὲ τρόπον τινὰ ἐφαπτόμεθα. καὶ ἔστιν εἰπεῖν μᾶλλον ἐνταῦθα, ὅτι ἀσαφῶς φέρεται, μᾶλλον ἤπερ ἐν τῇ Περὶ ψυχῆς· ‘καὶ γὰρ διὰ τὸ ὅμοιον εἶναι τὸ γινῶσκον τῷ γινωσκομένῳ σαφῆ εἰσι τὰ διδασκόμενα’. ἐνταῦθα δὲ κατὰ μὲν τὴν λέξιν σαφῶς φέρεται, κατὰ δὲ τὰ ἐνθυμήματα πάνυ ἀσαφῶς, ὥς φησιν αὐτός· ‘ὧν τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθα τρόπον τινά. ἐν ἄλλῃ δὲ πραγματείᾳ οὐκ εἴρηται αὐτῷ τοιοῦτόν τι. ἄλλως τε τὸ κατὰ συμβεβηκὸς ἐνταῦθα σαφῶς διδάσκει, διότι περὶ μερικῶν διαλαμβάνει, χρειώδης δὲ τοῖς μερικοῖς ἡ σαφήνεια. πάλιν φασὶ νόθον τὸ παρὸν πρῶτον βιβλίον,2 ἐπειδὴ ψευδῆ λέγει καὶ ἐναντία ἑαυτῷ κατὰ ἐκπομπὴν λέγων γίνεσθαι τὴν ὅρασιν. φαμὲν οὖν, ὅτι ὅσον ἐπὶ τούτῳ ἀθετήσομεν καὶ τὴν Φυσικὴν ἀκρόασιν· κἀκεῖ γὰρ φαίνεται τοῦτο λέγων. φησὶ γάρ· ‘ἐναντίως ἔχει ἡ μαθηματικὴ τῇ ὀπτικῇ· ἡ μὲν γὰρ μαθηματικὴ τὴν φυσικὴν εὐθεῖαν μαθηματικὴν ποιεῖ, ἡ δέ γε ὀπτικὴ τὴν μαθηματικὴν εὐθεῖαν φυσικὴν ποιεῖ’. καὶ ὅρα, ὅτι ‘εὐθεῖαν’ εἶπεν, ᾧ δῆλον, ὅτι κατ’ ἐκπομπὴν εἶπε κἀκεῖσε γίνεσθαι τὴν ὅρασιν. ἡμεῖς δέ φαμεν, ὅτι οὐκ, ἐπειδὴ ἐνταῦθα πρεσβεύει τὴν ὄψιν, ἤδη καὶ νόθον ἐστὶ τὸ βιβλίον.

因此,天体理所当然是四种元素运动的原因,且纯然是动力因;这些是远隔元素。那么,在此处所传授之事的邻近元素又是什么呢?质料性的元素是这两种蒸发物;因为无论它们是顺乎自然向上运行,还是受强力被封闭在下方,在此处所传授的一切现象都将被证明是由它们产生的。动力因则是生来固有的热;因为这种热甚至存在于大地自身之中,而在其中受滋养的植物表明了这一点。而且它也确实存在于水中,正如在水中胎生幼体的鱼类所表明的那样。此外必须了解本书有用的理由:[……]首先他称呼道“以太与云层中的辽阔天空”;他也将他唤作“聚云者”。这是第二点。第三,必须了解本书是有用的,是因为这些蒸发物的变化会引发险恶的事故。那些根据天象预告许多事情(如暴雨、干旱、瘟疫)的人表明了这一点。第四,是因为古人极其必然地照料那些从天而降的神像,正如至今仍在拜占庭的帕拉狄昂像所表明的那样。第五,第一卷是必要的,是因为即使在自然学的论述中,他也没有脱离天文学(因为他用天文学名称来命名大多数事物,如称之为幻日云、流星以及因具有星辰形态而得名的闪电),并且因为自然哲学家不仅应当认识元素的实体,还应当认识其所发生的受动状态。有用性就在于这些。标题的原因。被题名为《气象学》并非徒然,而是源于质料因,我的意思是由于蒸发物。因为就它们自身而言,它们是在高空中运行的,除非有时因强力而被阻留在土地中。研读的顺序将在此处由亚里士多德本人来传授;因为在构成整个自然哲学的六部著作中,本著作承接着三部,又先于三部。因为它承接着《物理学》、《论天》和《论生成与毁灭》;但它先于关于灵魂的诸著作,即《论植物》和《论动物》。而《论灵魂》将如此被编排:因为它类似于两栖动物,既能够居先,也能够居后;居先是因为他在《论灵魂》中也探讨了自然学的事物,居后则是因为它也关涉神学的内容。人必须首先学习自然学的事物,然后才进行神学探讨。亚里士多德因此由于它而使用了“几乎”一词;因为他说:“在这些已陈述的事情中,自然哲学几乎得以完成”。而“几乎”是因《论灵魂》而说的;因为亚里士多德在那里也提及了自然哲学。不要疑惑他在《论灵魂》中如何探讨自然学,因为这毫无疑难:因为那位在《物理学》第八卷中探讨了理智并说一切顺乎自然的运动都系于恒星天的运动的人,正是此人也在神学论述中探讨自然,正如在自然学论述中探讨理智一样。这也是其顺序。真实性。有些人判定第一卷为伪作,首先是因为亚里士多德本人越出了[自己的文风]并追求明晰。但我们将对他们说,当他自己说“对于其中一些事物我们感到困惑,而对于另一些事物我们以某种方式触及”时,他也运用了极大的晦涩。甚至可以说在此处的表达比在《论灵魂》中还要晦涩;“因为由于认识者与被认识者相似,所传授的内容是明晰的”。但在此处,就用词而言他的表达是明晰的,而就论证思想而言则极其晦涩,正如他自己所说:“对于其中一些事物我们感到困惑,而对于另一些事物我们以某种方式触及”。在其他论著中他从未说过类似的话。此外,他在此处明晰地传授偶性事物,是因为他探讨的是个别事物,而个别事物需要明晰性。他们又说眼下的第一卷是伪作,是因为他说了假话,并在主张视觉是通过放射产生时与自身相矛盾。那么我们说,就此而言我们也将废黜《物理学》;因为在那里他也显然是这样说的。因为他说:“数学与光学处于相反的关系;因为数学将一条自然的直线变为数学的,而光学将一条数学的直线变为自然的”。请注意他说了“直线”,由此显而易见,他在那里也说过视觉是通过放射产生的。但我们主张,并不是因为他在此处推崇了视觉[放射说],该书就已经成了伪作。

语法注2 条
  1. 1.1.1ἐκ τοῦ παραβῆναι αὐτὸν τὸν Ἀριστοτέλην καὶ σαφήνειαν ἐπιτηδεῦσαι

    ἐκ τοῦ παραβῆναι 由介词 ἐκ 支配带冠词的不定式,引出判定伪作的根据。αὐτὸν τὸν Ἀριστοτέλην 在句法上既可作 παραβῆναι 的逻辑主语(宾格主语,“亚里士多德本人越出了[通常风格]”),也可作其宾语(“[伪作者]偏离了亚里士多德本人”);根据后文反驳中直接对应亚里士多德自身用词的做法(ἐν τῷ λέγειν αὐτόν),此处解为逻辑主语更为妥当。

  2. 1.1.1οὐκ, ἐπειδὴ ἐνταῦθα πρεσβεύει τὴν ὄψιν, ἤδη καὶ νόθον ἐστὶ τὸ βιβλίον

    οὐκ... ἤδη καὶ... 构成关联结构,表示对因果推论的否定:“并不因为……,该书就已经是……”。动词 πρεσβεύει 本义为“尊崇”,在此处哲学语境中表示“推崇”或“采纳”某种学说(即视觉放射说)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:3.8-5.2