- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:48.7-49.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯举例说明微小水滴的反射如何仅接纳颜色而非形状,解释了由黑色与明亮光线对比所产生的裂隙与深渊的光学错觉,并预告了关于彗星讨论的结构划分。
" Οἷον ἀνίσχοντα τὰ ἄστρα καὶ δυόμενα, ἐὰν ᾖ καῦμα." Καλῶς τὸ ἐὰν ᾖ καῦμα, ἵνα πολλῆς οὔσης θερμασίας πολλὴ καὶ ἀτμὶς ἕλκηται. ὥσπερ δὲ ἀτμὶς ἐπιπροσθοῦσα ποιεῖ φαντασίαν τινὰ μίξεως, οὕτω καὶ καπνός.
“例如在星辰升起和落下时,如果有炎热。” 他说“如果有炎热”极为妥当,以便在热量较多时,亦有较多水汽被抽取上来。而正如水汽在遮蔽时造成某种混合的显象,烟亦是如此。
"Καὶ τῇ ἀνακλάσει δὲ ποιεῖ, ὅταν τὸ ἔνοπτρον ᾖ τοιοῦτον, ὥστε μὴ τὸ σχῆμα, ἀλλὰ τὸ χρῶμα δέχεσθαι." Ἰδοὺ δῆλον ἐντεῦθεν γέγονεν, ὅτι τὰ πρώην λεχθέντα ὡς ἐπὶ διακλάσεως ἐλέγετο. νῦν γὰρ ἐναργῶς φησιν, ὅτι καὶ τῇ ἀνακλάσει ποιεῖ. φησὶ δέ, ὅτι ἐπὶ τῆς ἀνακλάσεως ἐὰν ᾖ τὸ ἔνοπτρον μικρόν, τὸ μὲν χρῶμα δέχεται τοῦ αἰσθητοῦ, τὸ δὲ σχῆμα οὐ δέχεται, διὰ τὸ μὴ ὅλον δύνασθαι χωρῆσαι.1 οἷόν τι λέγω· ἔστω τις ἑστὼς ἐν τῷ ἡλίῳ καὶ ῥαινέτω ὕδωρ· ἄλλος δὲ ἱστάσθω ἐν σκιᾷ. οὗτος ὁ ἐν τῇ σκιᾷ ἑστὼς ὁρᾷ μὲν ἐν ταῖς ῥανίσι τὸ τοῦ ἡλίου φῶς, οὐχ ὁρᾷ δὲ τὸ μέγεθος, ἐπειδὴ μή εἰσιν ἱκαναὶ χωρῆσαι αὐτό. τὸ αὐτὸ δὲ καὶ ἐν νυκτὶ συμβαίνει ἐπὶ τῶν ἐρεττόντων. ἐν γὰρ ταῖς ἀναπεμπομέναις ῥανίσι τοῦ ἄστρου ὁρᾶται τὸ λαμπρόν, οὐχ ὁρᾶται δὲ τὸ μέγεθος.
“它亦通过反射造成[这一现象],当镜子是那种不接纳形状而接纳颜色的镜子时。” 看,由此变得明了,先前所言乃是就折射而言的;因为现在他明白表示,它亦通过反射造成。他说,在反射的情形中,如果镜子微小,它接纳感觉对象的颜色,却不接纳形状,因为无法容纳其整体。我所言乃是如下情形:设想有人站在阳光下洒水,另一个人站在阴凉处。站在阴凉处的人在水滴中看到太阳的光芒,却看不到其大小,因为水滴不足以容纳它。同样的情形在夜间划船者身上亦会发生;因为在扬起的水滴中能看见星辰的明亮,却看不见其大小。
"Τὰ δὲ χάσματα ἀναρρηγνυμένου τοῦ φωτός." Τὴν αἰτίαν λοιπὸν τῶν χασμάτων διὰ τῶν βοθύνων2 βούλεται εἰπεῖν Ἀριστοτέλης, ὅτι ἡνίκα ἐν τῷ αὐτῷ ἐπιπέδῳ ᾖ τὸ κυανοῦν ἢ μέλαν καὶ τὸ λαμπρόν, ὡς εἶναι δῆλον, ὅτι πέριξ τὸ λαμπρόν, τότε, φησί, τὸ μὲν λαμπρὸν ὁρᾶται, τὸ δὲ μέλαν τὸ ἐν τῷ μέσῳ ἀναρρήγνυσι τὸ φῶς καὶ διασκεδάννυσι καὶ ποιεῖ χάσματα, ὅταν ἐπ’ ὀλίγον διασκεδασθῇ, ἢ βοθύνους, ὅταν ἐπὶ πλεῖστον. τὸ οὖν ἀναρρηγνυμένου ἀντὶ τοῦ ‘διασκεδαννυμένου’. οὕτω δὲ καὶ ὁ ποιητής “οὐρανόθεν δ’ ἄρ’ ὑπερράγη ἄσπετος αἰθήρ” ἀντὶ τοῦ ‘διεσχίσθη’.
“而裂隙[则生成于]光被撕裂开时。” 亚里士多德接下来想要连同深渊一并说明裂隙的原因:即当在同一平面上存在深蓝或黑色与明亮物,以致显明的是明亮物环绕在周围时,他说,那时明亮物被看见,但居于中间的黑色将光撕裂并驱散;当散开较少时造成裂隙,当散开至极大时造成深渊。因此“被撕裂开时”代替了“被驱散时”。诗人亦曾如此说:“无尽的以太自天宇之上破裂开来”,以代替“被裂开”。
"Πολλάκις δ’ ἐκ τῶν τοιούτων καὶ δαλοὶ πίπτουσιν." Ἐκ τῶν βοθύνων, φησίν, καὶ ἐκ τῶν χασμάτων πίπτουσι δαλοί, οὐκ ἀεὶ δηλονότι, ἀλλ’ ὅταν ὑπερβολὴ γένηται συγκρίσεως. πάλιν δὲ διὰ τοῦ ‘πίπτειν’ ἐνεδείξατο, ὅτι καὶ ἀπὸ ψύξεως γίνονται δαλοί.
“且往往从诸如此类的事物中亦坠落火把。” 他说,从深渊和裂隙中会坠落火把,显然并非总是如此,而是在凝聚达到过度时。他又通过“坠落”一词表明,火把亦因冷而生成。
"Συνιὸν δὲ χάσμα δοκεῖ ποιεῖν." Καλῶς τὸ δοκεῖ· ὡς γὰρ εἴρηται, οὔκ εἰσι ταῦτα ἀληθῆ, ἀλλ’ ἀπατηλὰ μόνον. συνιὸν δὲ λέγει τὸ μέλαν·3 τοῦτο γὰρ ἐπιπολῆς φερόμενον χάσμα ποιεῖ. ἡμέρας μὲν οὖν ὁ ἥλιος κωλύει τὰ αἱματώδη χρώματα, καὶ τὰ λαμπρὰ ἁπλῶς ἐν ἡμέρᾳ οὐ φαίνονται, διότι ἡ ἔκλαμψις τοῦ ἡλίου κωλύει· ἐν δὲ τῇ νυκτὶ φαίνονται διὰ τὸ μηδὲ εἶναί τι τὸ κωλῦον. τὸ ἀνάπαλιν δὲ τὸ μέλαν πάλιν ἐν νυκτὶ οὐχ ὁρᾶται διὰ τὴν ὁμοιότητα. ὅθεν ὅσα μὲν πλησιάζει τῷ μέλανι, οὐδὲ αὐτὰ ἐν νυκτὶ ὁρᾶται, ἐν ἡμέρᾳ δὲ ὁρᾶται, οἷον τὸ πράσινον, τὸ βένετον χρῶμα καὶ ὅσα τοιαῦτα. ὅσα δὲ πάλιν τῷ λαμπρῷ πλησιάζει, οἷον αἱματῶδες καὶ φοινικοῦν, ταῦτα ἐν νυκτὶ μὲν ὁρῶνται, ἐν ἡμέρᾳ δὲ οὐκέτι.
“当聚合时,它看似造成裂隙。” 他说“看似”极为妥当;因为正如已经说过的,这些并非真实的事物,而仅仅是欺瞒性的。他所谓“聚合”指的是黑色;因为这浮升到表面上时造成了裂隙。在白昼,太阳阻碍了血色,明亮之物在白昼根本不显现,因为太阳的炽盛光芒阻碍了它们;但在夜间它们显现出来,因为没有任何阻碍物。反过来,黑色在夜间又因相似性而看不见。因此,凡接近黑色的事物在夜间亦看不见,而在白昼看得见,例如绿色、深蓝以及诸如此类的颜色。而凡接近明亮的事物,如血色和深红色,在夜间看得见,但在白昼却不再看得见。
"Περὶ δὲ τῶν κομητῶν." Ἐντεῦθεν περὶ τῶν πολυχρονίων ὁ λόγος· εἴρηται δέ, ὅτι εἰς τρία μερίζει τὴν περὶ τῶν κομητῶν διδασκαλίαν καὶ ὅτι πρῶτον ἐκτίθεται δόξας καὶ ἀνατρέπει, εἶθ’ οὕτω τὰ δοκοῦντα αὑτῷ ἐκτίθεται.
“关于彗星。” 从这里开始是对持久现象的讨论;并且已经说过,他将关于彗星的讲授分为三个部分,首先阐述各家观点并予以驳斥,然后才阐述自己的看法。
- 1.7.8διὰ τὸ μὴ ὅλον δύνασθαι χωρῆσαι
不定式 δύνασθαι 的逻辑主语是前句的主语“镜子”(τὸ ἔνοπτρον)。形容词 ὅλον 作宾语用,指代感觉对象(τὸ αἰσθητόν)的整体。
- 1.7.9διὰ τῶν βοθύνων
前置词 διά 加属格通常表示手段或中介,但此处指亚里士多德与裂隙(χάσματα)并列讨论的“深渊”(βόθυνοι),表示论题的连带提及,意为“连同深渊一并”。
- 1.7.11συνιὸν δὲ λέγει τὸ μέλαν
中性单数分词 συνιόν 是对亚里士多德引文(342b17)的直接引用。在这一双重宾语结构中,τὸ μέλαν 作为被解释的宾语(“他所谓的‘聚合’是指黑色”)。
