← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§46.24-48.6

夜空幻象的假象性质与其生成原因

奥林匹奥多罗针对亚里士多德《气象学》第一卷第四章(342a34–342b9)展开注解,阐明夜空中显现的幻象(如血色、深沟与裂隙)属于视觉假象而非真实的真实天体,并剖析了它们如何通过云层的折射、反射以及上层引火物的燃烧或冷却而形成的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7.2

" Φαίνεται δέ ποτε συνιστάμενα νύκτωρ αἰθρίας οὔσης ἢ πολλὰ φάσματα ἐν τῷ οὐρανῷ." Ἐκ θυρῶν1 εὐθὺς ἐδήλωσεν, ὡς περὶ τῶν ψευδῶν λέγει. ἔφη γὰρ φαίνεται δέ· οὐ γὰρ ἀληθῆ εἰσιν. ἀπάτη γὰρ γίνεται ἢ κατὰ τὸ χρῶμα ὡς ἐπὶ τῶν αἱματωδῶν χρωμάτων, ἢ κατὰ τὸ σχῆμα ὡς ἐπὶ βοθύνων καὶ χασμάτων. καλῶς δὲ εἶπε φαίνεται ἐν τῷ οὐρανῷ· οὐ γὰρ γίνονται ἐν τῷ οὐρανῷ, ἀλλὰ νομίζονται ἐκεῖ γενέσθαι. ἢ οὖν τοῦτο ἢ οὐρανὸν ἐκάλεσε τὸ ὑπέκκαυμα ὡς καὶ Ἱπποκράτης ὁ ἰατρὸς “οὐρανὸς λαιλαπώδης”, καὶ ὁ ποιητής· Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν. αἰθρίαν δὲ πάλιν τὴν ἀπὸ τῶν ἀνέμων ἀκουστέον. αἴτιον δὲ καὶ τούτων τὸ αὐτό, τουτέστιν ἡ ἀναθυμίασις.

“当夜间晴朗时,有时天空显现形成许多幻象。” 他开门见山便表明,他所谈论的是虚假的事物;因为他说“显现”,因为它们并非真实。受骗要么发生在颜色上,如在血色现象中;要么发生在形状上,如在沟槽与裂隙中。他说“在天空中显现”极为妥当;因为它们并非在天空中生成,而是被认为是在那里生成。抑或是如此,抑或是他将下层引火物称为“天”,正如医师希波克拉底曾称“狂风暴雨的天”,诗人亦云:“宙斯在以太与云雾中分得了辽阔的天宇。”而“晴朗”又应当理解为因风所致的晴朗。这些现象的原因亦是相同的,即蒸散气。

§1.7.3

"Ἐπεὶ γὰρ φανερός ἐστιν ὁ ἀὴρ συνιστάμενος ἄνω, ὥστε ἐκπυροῦσθαι." Ἄνω ἀέρα φησὶ τὸ ὑπέκκαυμα, ὅπερ παχυνόμενον ἐν τῷ δράττεσθαι ἐπιτηδείας ὕλης ἐκπυροῦται ὡς διακονικὸν φαίνεσθαι πῦρ, ὡς ἐπὶ φλογός, δαλῶν καὶ τῶν ἄλλων. λέγω δὲ περὶ δαλῶν, ἐπειδὴ ἔφη οἷον δαλοὺς φέρεσθαι καὶ διὰ τούτου ἐνεδείξατο, ὅτι καὶ ὑπὸ ψύξεως γίνονται δαλοί. διὸ δυνατὸν εἰπεῖν καὶ τὴν σύστασιν λόγῳ τῆς ψύξεως αὐτῶν ὑποθέσθαι γινομένην. τοῦτο δὲ νῦν λέγω, ἐπειδὴ ἀνωτέρω μόνον τῶν διαττόντων διττὴν ἔφη τὴν γένεσιν. ἐκ τούτου οὖν αὐτοῦ ἐστι δεῖξαι καὶ τῶν ὑπολοίπων διττὴν λέγοντα τὴν γένεσιν, καθάπερ καὶ ὁ Θεόφραστος ἔλεγεν· ‘ὅσα γὰρ ποιεῖ τὸ θερμόν, τοσαῦτα ποιεῖ καὶ τὸ ψυχρόν’. ἔλεγε γὰρ καὶ τὸ ἀνάπαλιν.

“因为上方的空气显然凝聚以致着火。” 他所谓“上方的空气”是指下层引火物,它在抓住适宜的质料时变得浓密,从而着火,以致显现为功用性的火,如同火焰、火把及其余现象一样。我谈及火把,是因为他说“如同火把般运行”,并由此表明火把亦因冷而生成。因此可以说,亦能够假定它们的凝结是因冷的原由而生成的。我现在说这一点,是因为他在前文中仅说流星的生成是双重的。由此本身便可以证明,他主张其余事物的生成亦是双重的,正如泰奥弗拉斯托斯所说:“凡热所造就的,冷亦造就同样多。”因为他也说过相反的情形。

§1.7.4

"Οὐδὲν ἄτοπον, εἰ χρωματίζεται αὐτὸς οὗτος ὁ ἀήρ." Τοῦτό φησιν· ἐπειδὴ εἴρηται, ὅτι ἐκκαιομένου τοῦ ἀέρος ἢ ἐκπυρηνιζομένης τῆς καπνώδους ἀναθυμιάσεως εἰρήκαμεν γίνεσθαι τὰ προειρημένα πάθη λαμπρὰ τυγχάνοντα, οὐκ ἄτοπον, φησί, καὶ σχηματίζεσθαι τὸν ἀέρα, ὅταν νέφος ἓν ὂν τῶν λαμπρῶν τούτων ἢ κατὰ κάθετον τύχῃ ὂν ὡς κατὰ διάκλασιν ὁρᾶν ἢ πλάγιον ὡς κατὰ ἀνάκλασιν.2

“如果正是这空气被着色,亦无何荒谬。” 他的意思是:既然已经说过,随着空气着火或烟状蒸散气被挤出,我们已说过上述那些明亮的受动会生成,他说,当这些明亮物前存在一团云,且它恰好处在垂直位置以致通过折射观看,或处在倾斜位置以致通过反射观看时,空气亦被赋予形状便并非荒谬。

§1.7.5

"Διά τε γὰρ πυκνοτέρου διαφαινόμενον καὶ τὰ ἑξῆς." Διὰ τούτου τοῦ ῥησειδίου παραδίδωσιν ἡμῖν τὴν αἰτίαν τοῦ αἱματώδους τὴν κατὰ διάκλασιν, διὰ δὲ τοῦ ἐφεξῆς τὴν αἰτίαν τὴν κατὰ ἀνάκλασιν παραδίδωσιν. ἀλλ’ ἔστι ἐν τῇ λέξει τι ἄπορον. φησὶ γάρ, ὅτι εἰς γένεσιν τοῦ αἱματώδους χρὴ συνδραμεῖν λευκὸν χρῶμα καὶ μέλαν καὶ λαμπρόν· καὶ μὴν ἡμεῖς δύο μόνον εἰρήκαμεν, τὸ λαμπρὸν καὶ τὸ μέλαν. τί οὖν ῥητέον; ὅτι τὸ λευκὸν συμπεριλαμβάνεται τῷ λαμπρῷ· καὶ τὸ λαμπρὸν γὰρ οἷον λευκόν ἐστι. καλῶς δὲ εἶπεν τὸ ‘ὅταν ἔλαττον εἴη φῶς’. πλείονος γὰρ ὄντος τυχὸν τοῦ φωτός, ὡς ἐν ἡμέρᾳ ἐστὶ τὸ ἡλιακόν, οὐ φαίνονται. καλῶς δὲ καὶ τὸ πυκνότερον εἶπε, καὶ οὐ ‘πυκνόν’. εἰ γὰρ εἴη πυκνὸν πάνυ τὸ νέφος, οὐ γίνεται διαφάνεια. ἀλλ’ ὅταν ᾖ ἐπ’ ἔλαττον, τὸ οὖν ἐπ’ ἔλαττον διὰ τοῦ πυκνότερον συγκριτικοῦ ὄντος ἐδήλωσε.

“因为透过较浓密之物透现出来”等等。 通过这句简短的文句,他向我们传授了通过折射产生血色的原因,而通过紧接着的文句,他传授了通过反射产生的原因。但文句中存在一处疑难。因为他说,为了生成血色,白、黑与明亮之色必须聚合;然而我们只提到过两种,即明亮与黑色。那么应当说什么呢?应当说白已包含在明亮之中;因为明亮之物也是某种白色。他说“当光较少时”极为妥当;因为若光恰好较多,如白昼的阳光那样,它们便不会显现。他说“较浓密”而非“浓密”,亦极为妥当;因为如果云极其浓密,便不会产生透明性。而是当其程度较轻时〔才会产生〕;因此他通过“较浓密”这一比较级表明了这种“程度较轻”。

§1.7.6

"Μιγνυμένων κατὰ τὰς ἐπιπροσθήσεις." Ἰδοὺ σαφῶς ἐδήλωσεν, ὅτι περὶ διακλάσεως ὁ λόγος· ἔφη γὰρ ἐπιπρόσθησιν. τοῦτο δὲ εἰρήκαμεν κατὰ διάκλασιν, ὅταν κατὰ κάθετόν ἐστι τὸ νέφος ἐπιπροσθοῦν ἡμῖν. τοιαῦτα γάρ ἐστι τὰ διὰ τῆς διακλάσεως ὁρώμενα φαίνεσθαι3 διὰ τὴν χύσιν τὴν ἀπὸ τοῦ ὑγροῦ. διὸ καὶ ἡμεῖς ὅπου τι μεῖζον θέλομεν φανῆναι, διὰ ὑγροῦ ποιοῦμεν αὐτὸ φαίνεσθαι. ἰστέον δέ, ὅτι ἡ μίξις γίνεται ἐπὶ τῶν αἱματωδῶν χρωμάτων οὐ κατὰ κρᾶσιν (ἀφίσταται γὰρ πάνυ τὸ νέφος τοῦ λαμπροῦ), ἀλλὰ κατὰ παράθεσιν· πλὴν ἐν τῇ ὄψει δοκεῖ κατὰ κρᾶσιν γίνεσθαι ἡ ἕνωσις.

“依遮蔽而混合时。” 看,他清楚表明了该论述是关于折射的;因为他说了“遮蔽”。我们所谓通过折射,正是当云处于垂直位置遮蔽在我们前方时。因为通过折射而看到的事物,由于源自湿气的扩散,其显现正是如此。因此,当我们希望某物显得更大时,我们亦使其透过湿气来显现。但应当知道,在血色情形中的混合并非通过交融(因为云与明亮物相距极远),而是通过并置;只是在视线中,其结合看似是通过交融产生的。

语法注3 条
  1. 1.7.2Ἐκ θυρῶν

    字面义为“从门首/门槛”。在此作为习语性副词短语,意为“从一开始”、“开门见山”。与紧随其后的副词 εὐθύς 连用,强调亚里士多德仅凭开篇动词 φαίνεται,便立刻点明了这些现象的虚幻本质。

  2. 1.7.4ὅταν νέφος ἓν ὂν τῶν λαμπρῶν τούτων ἢ κατὰ κάθετον τύχῃ ὂν ὡς κατὰ διάκλασιν ὁρᾶν ἢ πλάγιον ὡς κατὰ ἀνάκλασιν

    时间状语从句 ὅταν ... τύχῃ 的核心结构为以 νέφος 为主语的析取表语结构:ἢ κατὰ κάθετον [ὂν] ... ἢ πλάγιον [ὂν](或垂直,或倾斜)。分词短语 ἓν ὂν τῶν λαμπρῶν τούτων 作 νέφος 的附加修饰语(“在这些发光物前有一团云”)。带 ὡς 的不定式短语 ὡς ... ὁρᾶν 起结果/方式副词作用,修饰视觉的产生状态(“以致通过折射/反射来观看”)。

  3. 1.7.6τοιαῦτα γάρ ἐστι τὰ διὰ τῆς διακλάσεως ὁρώμενα φαίνεσθαι

    主语是 τὰ διὰ τῆς διακλάσεως ὁρώμενα(通过折射看到的事物),表语是 τοιαῦτά ἐστι。不定式 φαίνεσθαι 紧承性质形容词 τοιαῦτα 作说明或结果限定,意为“具有如此性质以至于表现为……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:46.24-48.6