← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§45.13-46.23

前人关于彗星的诸学说与希波克拉底的彗尾理论

奥林匹奥多鲁说明了关于彗星与银河教学的三分法(学说史、驳斥与本说),展开第一篇考察并介绍了阿那克萨戈拉、德谟克利特、毕达哥拉斯以及基奥斯的希波克拉底关于彗星的学说,进而阐释了希波克拉底关于彗尾生成的折射反射说及其仅在北方显现的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7.1#2

ἦν δὲ ἡμῖν προσεχῶς περὶ διάττοντος ὁ λόγος. μετὰ δὲ τὸν κομήτην ἐρεῖ καὶ περὶ γαλαξίου, ἐπειδὴ ὁ γαλαξίας οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ κομήτης κυκλικός. τὴν δὲ περὶ τῶν κομητῶν διδασκαλίαν ἐν τρισὶ θεωρίαις παραδίδωσι· καὶ ἐν μὲν τῇ πρώτῃ τὰς περὶ αὐτῶν γενομένας δόξας ὑφηγεῖται, ἐν δὲ τῇ δευτέρᾳ διελέγχει ταύτας, ἐν δὲ τῇ τρίτῃ τὴν ἀληθῆ λέγει περὶ αὐτῶν ὑπόληψιν, ταὐτὸν δ’ εἰπεῖν τὴν οἰκείαν δόξαν. ἀρξώμεθα οὖν ἀπὸ τῆς πρώτης. Ἀναξαγόρας μὲν ὁ Κλαζομένιος καὶ Δημόκριτος ὁ Ἀβδηρίτης τὸν κομήτην ἔφασαν εἶναι σύνοδον τῶν πέντε πλανωμένων, σύνοδον δ’ οὐκ ἐπ’ εὐθείας γινομένην (αὕτη γὰρ οὐδὲ κυρίως σύνοδος), ἀλλὰ κατὰ κύκλον ἀλλήλοις συνιόντων δίκην τινῶν τεμαχῶν συντιθεμένων,1 ὡς γίνεσθαι κύκλον. Πυθαγόρας δὲ καὶ Ἱπποκράτης, οὐχ ὁ Κῷος, ἀλλ’ ὁ Χῖος ὁ τὸν βίον πάλαι ἔμπορος καὶ τὸν παραλογισμὸν τοῦ τετραγωνισμοῦ τοῦ κύκλου ἐξευρηκώς, ἕκτον πλανήτην ἔλεγεν εἶναι τὸν κομήτην ἰσόδρομον τῷ τοῦ Ἑρμοῦ· διὸ ὥσπερ ὁ τοῦ Ἑρμοῦ σπανίως φαίνεται, οὕτω καὶ οὗτος. ἀλλ’ ὁ μὲν Πυθαγόρας καὶ τὸν ἀστέρα καὶ τὴν κόμην ἐκ τῆς πέμπτης ἔλεγε γίνεσθαι οὐσίας. ὁ δέ γε Ἱπποκράτης τὸν μὲν ἀστέρα ἐκ τῆς πέμπτης, τὴν δὲ κόμην ἀπὸ τοῦ ὑπὸ σελήνην τόπου. φησὶ γάρ, ὅτι ἀτμοῦ ἀναφερομένου ἀπὸ τοῦ κομήτου ἐπὶ τὰ ἄνω, καὶ ἀνακλωμένης τῆς ὄψεως ἡμῶν πρὸς τὸν ἥλιον γίνεσθαι τὴν κόμην·2 ὅτι δὲ δυνατόν ἐστιν ἐν νυκτὶ γίνεσθαι ἀνάκλασιν πρὸς τὸν ἥλιον, παραμυθούμεθα τοῦτο ἐκ τοῦ πρὸ μιᾶς ὥρας τοῦ ἀνατεῖλαι ἢ μετὰ μίαν τοῦ καταδῦναι φωτίζεσθαι τὴν κατ’ ἐκεῖνο τὸ μέρος τῆς οἰκουμένης γῆν. ὅτε οὖν τύχῃ πρὸς ἄρκτους ὢν ὁ ἥλιος καὶ ὁ κομήτης, δυνατόν ἐστι γενέσθαι τὴν τοιαύτην ἀνάκλασιν καὶ φαίνεσθαι κομήτην· οὐδὲ γὰρ ἀλλαχοῦ συνίσταται εἰ μὴ πρὸς τῷ βορείῳ μέρει τῆς καθ’ ἡμᾶς οἰκουμένης. ἐν μὲν γὰρ τῷ μεταξὺ τῶν τροπικῶν διὰ τὸ εἶναι τὴν διακεκαυμένην ἐκεῖ ζώνην οὐ συνίσταται διὰ τὴν ἔνδειαν τῆς ἀτμίδος ἤτοι τοῦ ὑλικοῦ αἰτίου· ἀλλὰ μὴν οὐδὲ ἐν τῷ νοτίῳ μέρει δυνατόν ἐστι γενέσθαι, εἰ καὶ τὰ μάλιστά ἐστιν ἀτμὸς ἐκεῖ, διὰ τὴν ψύξιν. ἀλλὰ ζητῆσαι ἄξιον, πῶς τὰ νότια ψυχρὰ εἰρήκαμεν εἶναι. ἢ διττὸν τὸ νότιον·3 τὸ μὲν πρὸς ἡμᾶς, ὅπερ ἐκεῖθέν ἐστι τῆς καθ’ ἡμᾶς οἰκουμένης, τὸ δὲ πρὸς τὸ πᾶν τὸ πρὸς τῷ νοτίῳ πόλῳ. τὰ μὲν οὖν πρὸς ἡμᾶς θερμὰ ὄντα χηρεύει τῆς τοῦ κομήτου γενέσεως· τὰ δὲ πρὸς τὸ πᾶν νότια, εἰ καὶ ψυχρά, ἀλλὰ δι’ ἄλλην αἰτίαν χηρεύουσιν· οὐδὲ γὰρ τοῦ ἡλίου ὄντος ἐν βορείῳ δυνατὸν γενέσθαι ἀνάκλασιν, οὐδὲ μὴν ἐν τῷ νοτίῳ. δι’ ἣν αἰτίαν; ἐπειδὴ πολύ ἐστι τὸ ὑπὸ γῆν τοῦ νοτίου, ἔλαττον δὲ τὸ ὑπὲρ γῆν, ὡς δηλοῦσιν αἱ ἐν χειμῶνι νύκτες μακρότεραι οὖσαι. οὐ δύναται δὲ γενέσθαι ἀνάκλασις δι’ ὅλης τῆς νυκτός, διότι πολὺ ἀπέχει ὁ ἥλιος ὑπὸ γῆν ὢν τοῦ πλάνητος ὑπὲρ γῆν ὄντος. ἀλλ’ οὐδὲ μὴν δυνατόν ἐστιν ἡλίου ὄντος ἐν τοῖς βορείοις, τοῦ δὲ πλάνητος ἐν τοῖς νοτίοις γενέσθαι δι’ ὅλης τῆς νυκτὸς τὴν ἀντανάκλασιν. διὰ γὰρ τὸ μῆκος τοῦ διαστήματος, ἔπειτα καὶ διὰ τὸ μέγεθος τοῦ ὑπὸ γῆν νοτίου πολὺ ὂν τὸ κωλῦον γενέσθαι ἐπὶ τὸ βόρειον τὴν ἀνάκλασιν·4 ὥστε οὖν οὐδὲ ἐν τῇ διακεκαυμένῃ ζώνῃ. συνίστανται δ’ ἐν τῷ νοτίῳ οὐχ ὅτε ἐν τῷ βορείῳ εἴη ὁ ἥλιος ἢ ἐν τῷ νοτίῳ, ἀλλ’ ὅταν καὶ ὁ ἥλιος ἐν τῷ βορείῳ εἴη καὶ ὁ πλάνης. τότε γὰρ ἐπειδὴ μηδὲ πολὺ ἀπέχουσι ἀλλήλων (ἐν γὰρ τῷ βορείῳ εἰσί) μηδὲ μὴν πολύ ἐστι τὸ ὑπὲρ γῆν τοῦ βορείου, δι’ ὅλης νυκτὸς δυνατὸν γενέσθαι τὴν ἀνάκλασιν. αὗται αἱ ἱστορίαι. τοὺς δὲ ἐλέγχους αὐτῶν ἑτέρα θεωρία παραδίδωσιν.

而我们此前的讨论是关于流星的。在彗星之后,他也将论及银河,因为银河不是别的,正是一个环状的彗星。他以三篇理论考察来传授关于彗星的教学:在第一篇中他提出关于它们的既有意见,在第二篇中驳斥这些意见,在第三篇中陈述关于它们的真实见解,亦即他自己的意见。那么让我们从第一篇开始。克拉佐墨奈的阿那克萨戈拉与阿布德拉的德谟克利特主张,彗星是五颗行星的会合,且并非在同一直线上产生的会合(因为这甚至算不上严格意义上的会合),而是如同碎片拼接在一起一样,彼此环状聚集,从而形成一个圆环。而毕达哥拉斯与希波克拉底——并非科斯岛的那位,而是基奥斯岛的那位,早先以经商为业并发现了化圆为方的谬误推理者——则主张彗星是第六颗行星,与水星等速运行;因此正如水星罕见显现一样,它亦是如此。然而毕达哥拉斯主张该星体与彗尾皆由第五实体生成。但希波克拉底则认为该星体由第五实体生成,而彗尾则来自月下区域。因为他说,随着水汽从彗星向上升腾,且我们的视线反射至太阳,彗尾便由此生成。至于夜间向太阳发生反射是可能的,我们从日出前一小时或日落后一小时居住区该部分的大地受到照亮这一事实来确证这一点。因此,当太阳与彗星恰好处于北方时,产生此类反射并显现彗星是可能的;因为除了我们居住区的北部之外,它在其他任何地方都不会形成。在回归线之间,由于焦热带处于彼处,因缺乏水汽(即质料因)而无法形成;然而在南部区域,即使彼处水汽极多,由于寒冷也不可能产生。但值得探究的是,我们何以说南部是寒冷的。抑或南部有双重含义:一种是相对于我们的,即位于我们居住区另一侧的;另一种是相对于宇宙整体的,即位于南极附近的。相对于我们的南部由于是热的,缺乏彗星的生成;而相对于整体的南部,即使寒冷,也由于另一原因而缺乏生成:因为无论太阳在北方还是在南方,都不可能产生反射。由于何种原因呢?因为南方的地下部分广大,而地上部分较小,正如冬季夜晚更长所表明的那样。由于太阳在地下而远离处于地上的行星,因而在整夜都不可能发生反射。再者,当太阳在北方而行星在南方时,整夜产生逆向反射也绝不可能。因为由于距离的遥远,随后又由于南方地下部分的广大,阻碍反射向北方产生的因素极其巨大;因此在焦热带亦无法形成。在南方形成彗星,并非在太阳处于北方或处于南方时,而是在太阳与该行星均处于北方时。因为那时由于二者彼此相距不远(因为都在北方),且北方的地上部分亦不大,故而整夜产生反射是可能的。这些即是各家学说;而对它们的驳斥则由另一篇理论考察传授。

语法注4 条
  1. 1.7.1συνιόντων δίκην τινῶν τεμαχῶν συντιθεμένων

    συνιόντων 是独立属格的现在分词,其逻辑主语为前文的 τῶν πέντε πλανωμένων(五颗行星)。名词 δίκην 为副词性宾格,意为“如同……一样”,支配属格短语 τινῶν τεμαχῶν συντιθεμένων(被拼接的某些碎片)。

  2. 1.7.1ἀτμοῦ ἀναφερομένου ἀπὸ τοῦ κομήτου ... καὶ ἀνακλωμένης τῆς ὄψεως ἡμῶν πρὸς τὸν ἥλιον γίνεσθαι τὴν κόμην

    在由主动词 φησί(他说)引导的间接引语中,核心骨干为宾格加不定式结构(γίνεσθαι τὴν κόμην,“彗尾得以生成”)。其前并列了两个独立属格短语(ἀτμοῦ ἀναφερομένου... 与 ἀνακλωμένης τῆς ὄψεως...),表达该现象发生的条件与原因。

  3. 1.7.1ἢ διττὸν τὸ νότιον

    连词 ἤ 置于句首,针对紧邻的前一句提问(πῶς τὰ νότια ψυχρὰ εἰρήκαμεν εἶναι;)以自问自答的方式引出解答(意为“抑或是否可以说……”)。系动词 ἐστί 被省略。

  4. 1.7.1πολὺ ὂν τὸ κωλῦον γενέσθαι ἐπὶ τὸ βόρειον τὴν ἀνάκλασιν

    该结构紧接在由 διά 引导的一连串介词短语之后。πολὺ ὂν τὸ κωλῦον 为带有中性单数分词 ὂν 的破格分词从句(或主格独立结构),用于补充原因:“因为阻碍……的因素极其巨大”。实质化分词 τὸ κωλῦον 支配后接的不定式短语(γενέσθαι... τὴν ἀνάκλασιν)作为其补足成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:45.13-46.23