- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:43.24-45.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗注解亚里士多德论述血色、深坑与裂隙等短暂虚妄现象之处(342a34),分析了反射与折射作为视觉成像机制的差异,并阐明随后向彗星等长久现象的过渡。
" Φαίνεται δέ ποτε νύκτωρ αἰθρίας οὔσης." Μετὰ τὰ ἀληθῆ καὶ ὀλιγοχρόνια, ἅπερ ἦν φλόγες, δαλοί, αἶγες καὶ διᾴττοντες, μέτεισι καὶ ἐπὶ ψευδῆ ὀλιγοχρόνια, ἅπερ εἰσὶν ἀπὸ χρώματος καὶ σχήματος· ἀπὸ μὲν χρώματος αἱματώδη, ἀπὸ δὲ σχήματος βόθυνοι καὶ χάσματα. εἰκότως δὲ χωρεῖ μετὰ τὰ ἀληθῆ καὶ ὀλιγοχρόνια ἐπὶ τὰ ψευδῆ καὶ ὀλιγοχρόνια, ἐπειδὴ οὐ κατὰ μόνον τὸ ὀλιγοχρόνιον ταῦτα κοινωνοῦσιν, ἀλλὰ καὶ ὅτι ποιητικὰ αἴτιά ἐστι τὰ προειρημένα τῶν μελλόντων λέγεσθαι. ἀλλὰ φέρε μὴ μόνον διὰ κενῆς τούτων τὰ ὀνόματα λεγέσθω, ἀλλὰ καὶ τὰς αἰτίας πολυπραγμονητέον. τὸ μὲν οὖν αἱματῶδες χρῶμα δύο ἔχει αἰτίας τῆς γενέσεως· τὰ δ’ ἄλλα, χάσματά φησι καὶ βόθυνοι, δύο ὄντα ἓν ἔχουσιν αἴτιον. φαίνονται γὰρ αἱματώδη χρώματα, ὅταν μέλαν ὂν νέφος ἢ εἰς τὰ πλάγια τοῦ λαμπροῦ τυγχάνῃ ἢ κατὰ κάθετον. ἀλλ’ εἰ μὲν εἰς τὰ πλάγια εἴη, κατὰ ἀνάκλασιν γίνεται αὐτῶν ἡ φαντασιώδης ὅρασις· οὐ γὰρ κατὰ ἀλήθειαν κιρνᾶται· πόρρω γάρ εἰσι τὸ νέφος καὶ τὸ λαμπρόν. οἷόν τι συμβαίνει περὶ τὴν ἁρμονίαν γίνεσθαι μὴ κιρνωμένων τῶν φθόγγων, ὅτε δοκεῖ τις γίνεσθαι κρᾶσις, τοιοῦτόν τι κἀνταῦθα γίνεται· εἰ μέντοι κατὰ κάθετον εἴη τοῦ λαμπροῦ τὸ νέφος, τότε κατὰ διάκλασιν γίνεται αὐτῶν ἡ ὅρασις. ἀλλὰ φέρε εἰ δοκεῖ ζητήσωμεν, τί διαφέρει ἀνάκλασις διακλάσεως. ἐπὶ μὲν οὖν τῆς ἀνακλάσεως ἐπὶ τὰ αὐτὰ τοῦ ἐνόπτρου τὸ † ὁρατὸν καὶ τὸ ὁρώμενον ὑπάρχει,1 ἐπὶ δὲ τῆς διακλάσεως μεταξὺ τοῦ ὁρῶντος καὶ τοῦ ὁρωμένου ἐστὶ τὸ κάτοπτρον, ὡς ἔχει ἐπὶ τῶν δι’ ὕδατος ὁρωμένων. ἔστι δὲ καὶ ἄλλη διαφορά. τὰ γὰρ κατὰ διάκλασιν ὁρώμενα πρόσω ἀφίστανται καὶ μείζονα φαίνονται, ὡς ἔχει ἐπὶ τῶν ἄστρων· ἀνίσχοντα γὰρ ταῦτα καὶ δύνοντα διὰ τὴν ἀτμίδα ἀναπεμπομένην ὁρῶνται πυρρὰ κατὰ διάκλασιν· μέση γὰρ ἡ ἀτμὶς ἤτοι τὸ κάτοπτρον. τὰ μέντοι κατὰ ἀνάκλασιν ὁρώμενα πρόσω ἀφιστάμενα μείωσιν τοῦ μεγέθους ὑπομένουσι καὶ οὕτως εἰς τὸ μὴ ὁρᾶσθαι καταντῶσιν, ὡς ἔχει ἐπὶ πετεινῶν ὁρωμένων. ἀλλ’ † ἐπὶ μὲν τῶν κατὰ διάκλασιν ὁρωμένων αὔξησις δοκεῖ τοῦ ὁρωμένου, πῶς μὴ ἐπιμένομεν ὁρῶντες, ἀλλ’ εἰς τὸ μὴ εἶναι ἐξαίφνης ἀφανίζεται; καὶ λέγομεν, ὅτι ἐπὶ τούτων οὐ διὰ δριμύτητα τοῦ μεγέθους ἡ μεταβολὴ ἀπὸ τοῦ ὁρᾶν εἰς τὸ μὴ ὁρᾶν γίνεται, ἀλλὰ διὰ ἀμυδρότητα τῆς ποιότητος ἐξαίφνης ἀφανισμὸς γίνεται. οὕτως γὰρ ὄστρακον ἐν βυθῷ ῥιπτόμενον, ἐφ’ ὅσον κάτω φέρεται, ἐπὶ τοσοῦτον μέγα φαίνεται (τὸ γὰρ ὑγρὸν χύσιν ποιεῖ), διὰ δὲ τὴν ἀμυδρότητα λοιπὸν τῆς ποιότητος εἰς τὸ μὴ ὁρᾶσθαι τελευτᾷ. καὶ αὗται μὲν αἱ αἰτίαι τοῦ φαίνεσθαι αἱματώδη χρώματα. ἡ δὲ αἰτία τῶν βοθύνων καὶ τῶν χασμάτων αὕτη· ἐπειδὰν τὸ μέλαν νέφος καὶ τὸ λαμπρὸν ἐν τῷ αὐτῷ ὦσιν ἐπιπέδῳ, κἂν τύχῃ πέριξ μὲν εἶναι τὸ λαμπρόν, ἐν δὲ τῷ μέσῳ τὸ μέλαν, ἐπειδὴ τὸ μὲν λαμπρὸν μᾶλλον κινεῖ τὴν ὄψιν, ἐπ’ ἔλαττον δὲ τὸ μέλαν, συμβαίνει βαθύτερον φαίνεσθαι τὸ μέσον. ἀλλ’ εἰ μὲν ἐπ’ ὀλίγον φαίνεται, χάσμα καλεῖται· εἰ δὲ ἐπὶ πολύ, βόθυνος· τούτῳ γὰρ μόνον ἀλλήλων διαφέρουσιν. ὅθεν καὶ ἀπὸ τῶν ἔξωθεν χασμάτων καὶ βοθύνων εἴρηται μεταφορικῶς. ἰστέον δέ, ὅτι ὅνπερ τρόπον ἀληθές ἐστιν εἰπεῖν, ὅτι τὰ πλησίον κινούμενα τῶν πόρρω ὁμοίως καὶ ἰσοταχῶς κινουμένων φαίνονται ταχύτερον κινεῖσθαι, οὕτως οὐκ ἄτοπον εἰπεῖν, ὅτι τὰ μᾶλλον λευκὰ ἢ λαμπρὰ τῶν μελάνων προκινεῖ τὴν ὄψιν εἰς ἀντίληψιν.2 διὸ κἂν ἐν τῷ αὐτῷ τύχωσιν ὄντα ἐπιπέδῳ, ἐξέχοντα δοκοῦσιν εἶναι, τὸ δὲ μέλαν ἐν βάθει. διὸ καὶ οἱ ζωγράφοι ἐπειδάν τι ἐξέχον ζητῶσι ποιῆσαι οἷον μαζούς, λευκοὺς αὐτοὺς ποιοῦσιν, ὅσα δ’ ἐν βάθει, μέλανα, οἷον ὀφθαλμούς, διὰ τὸ λευκὸν ὡς μᾶλλον κινοῦν πλησίον φαίνεσθαι, τὸ δὲ μέλαν ὡς ἧττον πορρωτέρω. μέχρι τούτων προαγαγὼν τὴν διδασκαλίαν τῶν ὀλιγοχρονίων ἢ ἀληθῶν ἢ ψευδῶν ὁ Ἀριστοτέλης τρέπεται νῦν ἐπὶ τὰ πολυχρόνια, καὶ πρότερον διαλέγεται περὶ κομητῶν οὐ μάτην, ἀλλὰ διότι οὗτος οἷον διάττων ἐστὶν ἱστάμενος.
“但有时在夜间天晴时显现。” 在真实的且短暂的现象(即火焰、火炬、山羊和流星)之后,他也过渡到由颜色和形状而来的虚妄的短暂现象:由颜色而来的如血色现象,由形状而来的如深坑与裂隙。而在真实的且短暂的现象之后,他走向虚妄且短暂的现象是合情合理的,因为它们不仅在短暂性上相通,而且已述及者还是将要述及者的动因。但是且慢,不可徒劳地仅仅说出它们的名字,而是也必须探究其原因。血色具有两种生成的原因,而他称为裂隙和深坑的其他现象,虽为两者,却具有单一的原因。因为当乌云恰好处于明亮事物的侧面或垂直方向时,便显现出血色。但如果是在侧面,对它们的虚象性视觉是因反射而生成的;因为事实上并未发生混合,云与明亮事物相距甚远。正如在和声中当乐音未混合却似乎产生某种混合时所发生的情况一样,在此处也发生类似的情况。然而,如果乌云处于明亮事物的垂直方向,那么对它们的视觉则是因折射而生成的。但是且慢,如果合适的话,让我们探究一下反射与折射有何不同。在反射中,[观看者与]被观看者位于镜子的同侧,而在折射中,镜子位于观看者与被观看者之间,正如通过水观看事物的情形那样。并且还有另一种区别:因为通过折射而被观看的事物,距离遥远且显得更大,正如星辰的情形那样;因为这些星辰在升起和落下时,由于上升的水汽,通过折射而显得发红;因为中介的水汽即是镜子。然而通过反射而被观看的事物,距离遥远时会经受体积的减小,并由此归于不可见,正如被观看的飞鸟的情形那样。但是在通过折射而被观看的事物中,被观看者似乎有所增大,为何我们不能持续观看,它们却突然消失于无呢?我们说,在这些事物中,从看到看不到的转变并非由于大小的锐度,而是由于性质的微弱才突然发生消失。因为投掷到深处的陶片也是如此,它越往下移动,显得越大(因为湿润造成扩散),但随后由于性质的微弱而归于不可见。这些就是显现出血色的原因。而深坑和裂隙的原因则是:当乌云与明亮事物处于同一平面,且恰好明亮者在周围而乌云在中央时,由于明亮者更能激发视觉,而乌云激发较少,中央便显得更深。但如果显得〔深〕的程度小,便称为裂隙;如果程度大,便称为深坑;因为它们彼此仅在这一点上有所不同。因此这是由外在的裂隙和深坑隐喻性地称呼的。应当知道,正如说在同等且等速运动的事物中,靠近运动者比远离运动者显得运动更快是真实的一样,说更白或更亮的事物比乌黑的事物更能抢先激发视觉产生感知也并非荒谬。因此,即使它们恰好处于同一平面,[白色的事物]显得凸出,而乌黑的事物则显得在深处。因此画家们每当试图制作某种凸出的东西(如乳房)时,便将其绘成白色,凡在深处的(如眼睛),便绘成黑色,这是因为白色作为更能激发者显得较近,而黑色作为激发较少者显得较远。亚里士多德将关于无论是真实的还是虚妄的短暂现象的教学推进至此,现在转向长久现象,且首先讨论彗星并非毫无缘由,而是因为彗星仿佛是静止的流星。
- 1.7.1ἐπὶ μὲν τῆς ἀνακλάσεως ἐπὶ τὰ αὐτὰ τοῦ ἐνόπτρου τὸ † ὁρατὸν καὶ τὸ ὁρώμενον ὑπάρχει
正如校勘符号(†)所示,文本似乎有讹误,很可能是“观看者”(ὁρῶν)脱落并与 ὁρατόν 混淆。根据后文对折射的对比描述“镜子位于观看者与被观看者之间”(μεταξὺ τοῦ ὁρῶντος καὶ τοῦ ὁρωμένου ἐστὶ τὸ κάτοπτρον),此句被理解为:在反射中,观看者与被观看者均处于镜子的同一侧。
- 1.7.1ὅνπερ τρόπον ἀληθές ἐστιν εἰπεῖν, ὅτι τὰ πλησίον κινούμενα τῶν πόρρω ὁμοίως καὶ ἰσοταχῶς κινουμένων φαίνονται ταχύτερον κινεῖσθαι, οὕτως οὐκ ἄτοπον εἰπεῖν, ὅτι τὰ μᾶλλον λευκὰ ἢ λαμπρὰ τῶν μελάνων προκινεῖ τὴν ὄψιν εἰς ἀντίληψιν
这是一个由相关词构成的复合句(“ὅνπερ τρόπον... οὕτως...”,“正如……同样……”),内部嵌套了两个平行的比较结构。前半部分的主语“τὰ πλησίον κινούμενα”(靠近运动者)与比较属格“τῶν πόρρω... κινουμένων”(远离运动者)相比,显得运动得“ταχύτερον”(更快)。后半部分的主语“τὰ μᾶλλον λευκὰ ἢ λαμπρά”(更白或更亮者)与比较属格“τῶν μελάνων”(乌黑者)相比,在“προκινεῖ”(抢先激发)这一动作上构成对照。理解时须保持两分句中比较级与属格的对应关系。
