- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:41.18-43.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯注解亚里士多德《气象学》341b29–342a30,阐明被称为“山羊”之现象的点火方式,并对比流星的两种成因(因热引起的连续燃烧与因冷引起的挤压投射),解释其斜向运动的轨线以及它们完全发生于月下领域的论据。
" Ὅταν μὲν οἷον ἀποσπινθηρίζῃ ἅμα καιόμενον (τοῦτο δὲ γίνεται διὰ τὸ παρεκπυροῦσθαι κατὰ μικρὰ μέν, ἐπ’ ἀρχὴν δέ), αἲξ καλεῖται." Ὅταν, φησίν, οἷον ἀποσπινθηρίζῃ, αἲξ καλεῖται. οἱ δὲ ἀποσπινθηρισμοί, φησίν, οὗτοι οὐκ εἰσι διεσπαρμένοι, ἀλλ’ οἷον ἐκκρεμεῖς. τοῦτο δ’ ἐνεδείξατο διὰ τοῦ εἰπεῖν ἅμα καιόμενον. μεταξυλογία δὲ ἐμμέσῳ ἐχρήσατο1 τὴν αἰτίαν λέγων τοῦ ἀποσπινθηρίζειν, ὅτι τοῦτο, φησί, συμβαίνει, ἐπειδὴ ἐκπυροῦται ὁ παρακείμενος ἀὴρ πλὴν ἐπὶ τὴν ἀρχὴν τοῦ παρεκπυρωθέντος, ὡς μὴ εἶναι διεσπαρμένους τοὺς ἀποσπινθηρισμούς.
“当它在燃烧的同时仿佛迸射火花时(而这是由于它小规模地、但向着始点引火而发生),便被称为山羊。” 他说,当它仿佛迸射火花时,便被称为山羊。他说,这些火花并不是分散的,而是仿佛悬垂的。他通过说“在燃烧的同时”指明了这一点。他在中间使用了插句来说明迸射火花的原因,即他说,这是因为相邻的空气被引燃,但仅是向着被引燃者的始点引燃,以致火花不呈分散状态。
"Ὁτὲ μὲν οὖν ὑπὸ τῆς κινήσεως καὶ τὰ ἑξῆς." Ἐντεῦθεν καὶ τὴν ἄλλην αἰτίαν τῆς γενέσεως τοῦ διάττοντος βούλεται ἡμῖν ἐξηγήσασθαι.
“有时由于运动,等等。” 从这里起,他也想要向我们解释流星生成的另一原因。
"Καὶ ἔοικεν ἡ φορὰ ῥίψει μᾶλλον, οὐ καύσει." Ἐπὶ τοῦ διὰ ψῦξιν γινομένου διάττοντος ῥίψει μᾶλλον ἡ κίνησις γίνεται, ἀλλ’ οὐ κατὰ τὸ συνεχὲς ἔκκαυσιν γενέσθαι, καὶ λοιπὸν λαμβάνει παράδειγμα τοῦ μὲν διὰ θερμασίαν γινομένου τὸν λύχνον, τοῦ δὲ διὰ ψύξιν τὸν ἐκπυρηνισμόν.
“且其位移似乎更像投射,而不是燃烧。” 在因冷却而生成的流星情况下,运动更像是由于投射而发生,而不是通过连续的燃烧发生;接着对于因热而生成的流星,他以油灯为例,对于因冷却而生成的流星,他以弹射果核为例。
"Ἀπορήσειε γὰρ ἄν τις." Ὡς ἀπορίαν προάγει τὸν λόγον. ἴσως γάρ τις ἔχει ἀπορῆσαι, ἆρα οὐ γίνεται ὁ ἀὴρ ὥσπερ ἅπτεται ὁ νεωστὶ ἐσβεσμένος λύχνος ὑπὸ τῆς ὑποκειμένης φλογὸς μηδαμοῦ τῆς ἐξάψεως γινομένης εἰ μὴ ἐν τῇ θρυαλλίδι,〈ἢ〉 ὥσπερ οἱ πυρῆνες ἐκ τῶν δακτύλων ἐκκρίνονται. καί φησιν, ὅτι ἑκάτερον ἀληθές· τὸ μὲν γὰρ τῆς λυχνιαίας φλογὸς ἁρμόζει ἐπὶ τοῦ πρώτου διάττοντος, τὸ δὲ ἄλλο παράδειγμα ἁρμόζει ἐπὶ τοῦ δευτέρου διάττοντος.
“因为有人或许会产生疑难。” 他将论述作为疑难提出。因为或许有人会产生疑难:空气的生成,究竟是像刚刚熄灭的油灯被下方的火焰点燃(点火除了在灯芯中之外未在任何地方发生)那样,还是像果核从手指中被挤出那样。且他说两者都是真实的;因为灯火的例子适用于第一种流星,而另一例子适用于第二种流星。
"Ἢ ῥίψις τοῦ αὐτοῦ τινος σώματος." Ἐνταῦθα ἡ ἀνταπόδοσις ἄρχεται γίνεσθαι τοῦ παραδείγματος † ἐντεῦθεν τοῦ δευτέρου δαλοῦ.
“或是某个相同物体的投射。” 在此处,关于第二种火炬的例子的对应开始成立。
"Ὥστε καὶ εἰς γῆν καὶ εἰς θάλασσαν φαίνεσθαι πίπτοντας." Τοὺς κατ’ ἐκπυρηνισμὸν δηλονότι διάττοντας· οἱ γὰρ ἄλλοι ὅπου ἀποροῦσιν ὕλης ἐν τῷ ὑπεκκαύματι, ἐκεῖ καὶ ἀπομαραίνονται.
“以致显得既落入大地又落入海洋。” 显然是指通过弹射而生成的流星;因为其他流星在引火物中何处缺乏质料,便在何处熄灭。
"Καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν καὶ αἰθρίας οὔσης." Μεθ’ ἡμέραν εἶπεν, ἵνα τὴν ἀρχὴν τῆς νυκτὸς δηλώσῃ. τί δὲ λέγει αἰθρίας; αἰθρίας τοίνυν φησὶν οὐχ ἁπλῶς ἀνέμων, ἀλλ’ ὑετῶν· εἰ γὰρ εἴη ὑετός, πῶς ἔχει γενέσθαι διάττων; πλήν, ὡς νομίζω, αἰθρίας λέγει, ἵνα εἴη ἀνέφελος ὁ οὐρανός. εἰ γὰρ εἴη, κἂν γίνωνται, οὐδὲ φαίνονται·2 ἔφη δὲ φαίνεσθαι αὐτοὺς ἐν αἰθρίᾳ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν.
“无论在夜间还是白天之后,以及在天晴之时。” 他说“白天之后”,是为了指明夜晚的开始。那么他说“天晴”是什么意思?他说天晴并非仅指无风,而是指无雨;因为若有雨,流星怎能生成呢?然而照我看来,他说“天晴”是为了表明天空没有云;因为若有云,即使它们生成了,也根本看不见;但他曾说过它们在天晴时无论在夜间还是白天之后都是可见的。
"Κάτω δὲ ῥίπτεται καὶ τὰ ἑξῆς." Ἐπειδὴ ἡ πύκνωσις ἐπὶ τὰ κάτω ἀποδιώκει, καὶ τούτου χάριν κάτω φέρονται οἱ διᾴττοντες. οὕτως γάρ, φησί, καὶ οἱ κεραυνοὶ κάτω φέρονται, ἐπειδὴ ἐκπυρηνίζεται καὶ ἐπὶ αὐτῶν ἡ καπνώδης ἀναθυμίασις. ἐπεὶ οὖν κάτω ἐκκρίνεται διὰ τὴν θλίψιν, φύσει δὲ ἄνω φέρεται τὸ θερμόν, εἰκότως τὴν λοξὴν κίνησιν κινοῦνται οἱονεὶ ἐκ τῶν ἐναντίων κινήσεως μεσότητος γινομένης.3
“且它被向下投射,等等。” 由于凝聚作用向下方排挤,为此缘故流星向下运动。他说,霹雳也是这样向下运动的,因为在它们的情况下烟状蒸发物同样被弹射出来。因此,既然它由于挤压而向下分离,而热按本性向上运动,那么它们作斜向运动便是合乎情理的,仿佛由相反者生成了一种中介运动。
"Ὅσοι μὲν οὖν ἐν τῷ ἄνω τόπῳ συνίστανται, ἐκκαιομένης γίνονται τῆς ἀναθυμιάσεως." Ἐντεῦθεν λοιπὸν τὰς διακρίσεις παραδίδωσιν, ὅτι οἱ μὲν πρῶτοι διᾴττοντες ὑπὸ θερμασίας γίνονται, οἱ δὲ δεύτεροι ἐν τῷ περιγείῳ ἀέρι. λοιπὸν δὲ καὶ τρίτην διαφοράν, ἥτις ἐλαμβάνετο ἐκ τοῦ διαφόρου τρόπου τῆς κινήσεως. εἶπε δὲ καὶ τὴν ἄλλην διαφορὰν ἀνωτέρω, ἔνθα ἔλεγε περὶ μὲν ἓν καὶ τὸ αὐτὸ πῦρ ἐκκρίνεσθαι, ποῦ δὲ διάδοσιν γίνεσθαι.
“因此,凡在上方场所构成的,都是在蒸发物被烧尽时生成的。” 因此从这里起他传授区分:第一种流星由热生成,而第二种则在近地空气中生成。接着还有第三种区别,它是从运动的不同方式中取得的。他也在上方阐明了另一种区别,在那里他说在一处围绕单一且相同的火发生分离,而在另一处发生传播。
"Διὰ δὲ τὴν θέσιν τῆς ἀναθυμιάσεως." Ἐντεῦθεν ἡ διαφορὰ ἡ ἐκ τοῦ διαφόρου τρόπου τῆς κινήσεως.
“但由于蒸发物的位置。” 从这里开始论及由运动的不同方式所产生的区别。
"Τὰ πλεῖστα δὲ εἰς τὸ πλάγιον." Δηλονότι τῶν γινομένων ὑπὸ ψύξεως περὶ τούτων ἐναντίαι εἰσὶ κινήσεις.
“而大部分是斜向的。” 显然,在因冷却而生成的事物中,关于它们运动是相反的。
"Πάντα δὲ ταῦτα κάτω σελήνης γινόμενα." Ἐπειδὴ εἶπε καὶ ἐν τῷ ἀπογείῳ γίνεσθαι διάττοντας, ἵνα μή τις νομίσῃ γίνεσθαι αὐτοὺς ἄνω περὶ τὰ ἄστρα, τὴν διάκρισιν ἐπάγει τὴν ἐκ τῆς ταχύτητος. οὐκ ἂν γάρ, φησίν, οὕτω ταχέως ἐκινοῦντο.
“而所有这些都是在月亮之下生成的。” 既然他曾说流星也在远地区域生成,为了防止有人认为它们是在上方围绕星辰生成的,他引出了由速度得出的区分。他说,因为它们本不会运动得如此迅速。
- 1.6.14μεταξυλογία δὲ ἐμμέσῳ ἐχρήσατο
名词 μεταξυλογία(“插话、夹注”)连同起副词作用的 ἐμμέσῳ(“在中间”)充当动词 ἐχρήσατο 的与格补足语。随后的分词 λέγων 修饰省略的主语(亚里士多德),用以说明引文中括号部分(τοῦτο δὲ γίνεται...)的句法与修辞功用。
- 1.6.20εἰ γὰρ εἴη, κἂν γίνωνται, οὐδὲ φαίνονται
在条件从句 εἰ γὰρ εἴη 中,主语依上下文补入前文的“云”(或“雨”)。κἂν(= καὶ ἐάν)搭配虚拟式 γίνωνται 构成让步从句,其主句为现在直陈式(οὐδὲ φαίνονται),表达“即使它们生成,也根本看不见”。
- 1.6.21οἱονεὶ ἐκ τῶν ἐναντίων κινήσεως μεσότητος γινομένης
由表示比喻的副词 οἱονεί 引出的属格绝对结构(μεσότητος γινομένης)。属格 κινήσεως 修饰 μεσότητος(“运动的中介/中间状态”),介词短语 ἐκ τῶν ἐναντίων 表示源于相反的力量(向下的挤压与热的自然上升)。
