- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:39.17-41.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁逐句注解了亚里士多德《气象论》341b4–341b24,阐释了火焰、火炬、山羊与流星在动力因和质料上的差异,批判了柏拉图关于单重蒸发物的观点,并解释了“引火物”一词的词源及其元素圈层结构。
" Καὶ διὰ τὴν αὐτὴν αἰτίαν." Ποίαν τὴν αὐτήν; τὴν θερμότητα. αὕτη γὰρ ποιητικὴ αὐτῶν πάντων αἰτία πλὴν τοῦ δευτέρου διάττοντος, οὗτινος ποιητικὴν αἰτίαν τὴν ψύξιν εἰρήκαμεν.
“且由于同一原因。” 哪一个同一原因?即热。因为除了第二种流星(我们曾说过其动力因是冷却)之外,这是它们全部的动力因。
"Διαφέρει δὲ τῷ μᾶλλόν τε καὶ ἧττον." Ἐπειδὴ τυχὸν1 ἐπὶ μὲν τῶν φλογῶν πλέον ἡ ἐκκαιομένη ὕλη ὡς καὶ μῆκος καὶ πλάτος ἴσον ἔχουσα, ἐπὶ δὲ τῶν αἰγῶν ἧττον, ἔτι δὲ ἧττον ἐπὶ αὐτῶν τῶν δαλῶν, διότι εἰ καὶ ἐπὶ ἀμφοτέρων μῆκός ἐστι μόνον, ἀλλ’ οὖν ὅμως ἐπὶ τῶν αἰγῶν καὶ ἀποσπινθηρίζει.
“且以较多和较少而有所不同。” 因为或许在火焰的情况下,被烧尽的质料由于长度与宽度均等而较多,在山羊的情况下则较少,而在火炬本身的情况下则更少;因为即使在两者的情况下都仅有长度,然而在山羊的情况下还会迸射火花。
"Ἀρχὴ δέ ἐστι τούτων καὶ πολλῶν δὲ ἄλλων ἥδε." Τουτέστιν ἡ καπνώδης ἀναθυμίασις. πολλῶν δὲ ἄλλων λέγει2 ἢ τῶν ἐν τῷ παρόντι διδασκομένων βιβλίῳ, ἃ γίνονται μεταβαλλομένης αὐτῆς, ἢ καὶ τῶν ἐν τῷ δευτέρῳ, ἃ γίνονται ἀμεταβλήτου αὐτῆς οὔσης.
“而这些以及许多其他事物的本原是这一个。” 即烟状蒸发物。他说“许多其他事物”,要么是指在本卷中所讲授的、当它发生转变时生成的事物,要么也是指在第二卷中、当它保持不转变时生成的事物。
"Τὴν ἀναθυμίασιν ἀναγκαῖον γίνεσθαι μὴ ἁπλῆν, ὡς τινες οἴονται." Αἰνίττεται εἰς Πλάτωνα. οὗτος γὰρ οὐκ ἔλεγεν εἶναι τὴν καπνώδη ἀναθυμίασιν, ἐπειδή φησιν· ‘ἐκ τῆς γῆς οὐδὲν ἐκδίδοται’. δόγμα γὰρ αὐτοῦ ἐστιν ἐν Τιμαίῳ λεγόμενον, ὅτι πάντα μὲν τὰ στοιχεῖα εἰς γῆν μεταβάλλουσι, γῆ δὲ εἰς οὐδὲν τῶν στοιχείων. εὐλόγως οὖν ἔλεγεν οὐδὲν ἐκδίδοσθαι ἐξ αὐτῆς μόνης. καὶ ὅτι φησὶ τοῦτο ἀληθές, δηλοῖ τὸ μὴ καίεσθαι τὴν τέφραν κυρίως γῆν οὖσαν.3 πλὴν τούτῳ τῷ λόγῳ πολλὰ ἕπονται ἄτοπα. πρῶτον μὲν γὰρ ἔδει τὴν γῆν ἐκ πολλοῦ χρόνου ἄπειρον εἶναι πάντα μὲν ὑποδεχομένην, μηδὲν δὲ ἀπολύουσαν, καὶ ἄλλα δὲ πολλά, ἅπερ οὐ πρόκειται νῦν ζητεῖν. ὃ οὖν φησι τοιοῦτόν ἐστιν, ὅτι οὐκ ἔστιν ἁπλῆ ἡ ἀναθυμίασις, ἀλλὰ διπλῆ· ἡ μὲν καπνώδης, ἡ δὲ ἀτμιδώδης. καὶ ἰδοὺ ὅπερ προανεφωνοῦμεν, ὅτι προσεχῆ στοιχεῖα ὕστερον ἐρεῖ, νῦν σαφῶς παραδίδωσι.
“蒸发物必然不像某些人认为的那样是单一的。” 他是在暗指柏拉图。因为柏拉图说烟状蒸发物并不存在,既然他说:“从土中没有任何东西被释放出来”。因为他在《蒂迈欧篇》中所说的信条是:所有元素都转变为土,而土绝不转变为任何元素。因此他理所当然地说没有任何东西从单独的土中被释放出来。且他说这一论断是真实的,灰烬(它严格来说是土)不燃烧这一事实表明了这一点。然而从这一论述会引出许多荒谬。首先,土理应从很久以前起就是无限大的,因为它接纳了一切事物而一无所释;此外还有许多其他荒谬,这些并不是目前要探究的课题。因此他的意思如下:蒸发物不是单一的,而是双重的,一者是烟状的,另一者是汽状的。看哪,我们此前所预告的——即他稍后将阐述近邻元素——他如今已清楚地传授了。
"Τὴν μὲν τοῦ ἐν τῇ γῇ καὶ ἐπὶ τῇ γῇ." Τοῦτο βούλεται εἰπεῖν, ὅτι ἡ μὲν ἀτμὶς γίνεται ἐκ τοῦ ὕδατος· τοῦτο γάρ ἐστι περὶ τὴν γῆν καὶ ἐπὶ τὴν γῆν· ἐκ δὲ τῆς γῆς ἡ καπνώδης ἀναθυμίασις.
“一者是在土中和在土之上的[蒸发物]。” 他想要说的是:水汽是从水中生成的(因为水在土的周围并在土之上),而烟状蒸发物则是从土中生成的。
"Καὶ διὰ ταῦτα τοῦτον τὸν τρόπον κεκόσμηται ὁ πέριξ." Τουτέστι διὰ τὰς δύο ταύτας τὰς ἀναθυμιάσεις ἀλλοιουμένας, καὶ τὴν μὲν ἀτμίδα γινομένην ἀέρα, τὴν δὲ καπνώδη ὑπέκκαυμα, τὸ πᾶν τοῦτο οὕτω κεκόσμηται. ἔστι γὰρ πρῶτον τὸ ὑπέκκαυμα (κουφότερον γὰρ ἡ καπνώδης ἀναθυμίασις), εἶτα ὁ ἀήρ, τρίτον τὸ ὕδωρ, καὶ οὕτω τέταρτόν ἐστιν ἡ γῆ.
“且由于这些,周围的领域以此种方式被统序。” 也就是说,由于这两种蒸发物发生质变,水汽变成空气,而烟状物变成引火物,这整个世界才被如此统序。因为首先是引火物(因为烟状蒸发物更轻),接着是空气,第三是水,而这样第四便是土。
"Ὃ λέγομεν πῦρ." Διὰ τί εἶπεν ὃ λέγομεν; ἐπειδὴ οὐ κυρίως τὸ ὑπέκκαυμα πῦρ καλεῖται, ἀλλὰ ἀπὸ μεταφορᾶς τοῦ διακονικοῦ. πῦρ δὲ οὐ λέγεται τὸ μὴ καῖον, ὅθεν καὶ ὑπέκκαυμα ἐκλήθη παρὰ τὸ ἧττον καίειν· ἡ γὰρ ‘ὑπό’ πρόθεσις τὴν ὕφεσιν σημαίνει.
“我们称之为火的东西。” 他为什么说“我们称之为”?因为引火物并非严格地被称为火,而是从日常服役之火借喻而来。而不燃烧的东西不被称为火,因此引火物(hypekkauma)也因燃烧得较弱(hypo)而得名;因为前置词 hypo 表示减退。
"Ὁμώνυμον γὰρ τὸ κοινὸν ἐπὶ πάσης καπνώδους διακρίσεως." Τὸ αὐτό, φησί, σημαίνει καὶ ἐπὶ τοῦ διακονικοῦ πυρὸς καὶ ἐπὶ τοῦ ὑπεκκαύματος. τὸ γὰρ πῦρ κατὰ τῶν δύο λέγεται· καπνώδους γὰρ εἶπε διακρίσεως, ἵνα δηλώσῃ τὸ ὑπέκκαυμα καὶ τὸ διακονικὸν πῦρ. διάκρισις γὰρ ἑκάτερον αὐτῶν ταύτης ἐστίν.
“因为通用于所有烟状分离的东西是同名异义的。” 他说,这在日常之火和引火物上都意味着同一事物。因为“火”是对这两者而言的;他说“烟状分离”,是为了指明引火物和日常之火。因为它们各自都是这种分离。
"Ὑπὸ δὲ ταύτην τὴν φύσιν ἀήρ." Τουτέστι μετὰ τὸ ὑπέκκαυμά ἐστι λοιπὸν ὁ ἀήρ.
“而在这一本性之下是空气。” 也就是说,在引火物之后剩下的便是空气。
"Ὥστε μικρᾶς κινήσεως τυχὸν ἐκκαίεσθαι πολλάκις." Πρόσθες σύ, ἐὰν δράξηται καὶ ἐπιτηδείας ὕλης· οὐ γὰρ χρεία μόνης τῆς κινήσεως, ἀλλὰ καὶ τοῦ ὑλικοῦ αἰτίου.
“以致若偶然遭遇到微小的运动,便常常被点燃。” 你自己补上:“如果它也抓取到适宜的质料”;因为不仅需要运动,而且需要质料因。
"Ἐὰν μάλιστα ἔχῃ εὐχερῶς ἡ τοιαύτη σύστασις." Καλῶς τοῦτο· οὐ γὰρ ἐν παντὶ μέρει τοῦ ὑπεκκαύματος γίνεται, ἀλλ’ ἐν τῷ ἐπιτηδείῳ, καθάπερ οὐδὲ ἐν παντὶ μέρει τοῦ σώματος γίνεται λέπρα, ἀλλ’ ἐν μόνῳ τῷ ἐπιτηδείῳ.
“如果这种构成尤其处于易感状态。” 这话讲得很好;因为这并不是在引火物的每个部分中发生,而是在适宜的部分中发生,正如麻风病也并不是在身体的每个部分中发生,而仅在适宜的部分中发生一样。
"Διαφέρει δὲ ἤδη διὰ τὴν τοῦ ὑπεκκαύματος θέσιν ἢ πλῆθος." Θέσιν εἶπεν, ἵνα δηλώσῃ τὴν συνεχῆ ἔξαψιν ἢ τὴν διεσπαρμένην· πλῆθος δέ, ἵνα δηλώσῃ ὁμοίως καὶ κατὰ μῆκος καὶ κατὰ πλάτος γινομένην τὴν ἔξαψιν ἢ κατὰ μόνον τὸ μῆκος.
“而它此时由于引火物的位置或数量而有所不同。” 他说“位置”,是为了指明连续的点火或分散的点火;说“数量”,是为了指明点火同样在长度和宽度两者上发生,还是仅在长度上发生。
- 1.6.3τυχὸν
在亚里士多德的原句(341b20)中,τυχόν 用作与不定式 ἐκκαίεσθαι 的中性单数宾格主语(τὸ ὑπέκκαυμα)一致的状语分词,具有条件分词的力量(“如果偶然遭遇……”),支配属格补足语 μικρᾶς κινήσεως。奥林匹奥多鲁正是针对这一条件结构进行注解。
- 1.6.4πολλῶν δὲ ἄλλων λέγει
πολλῶν δὲ ἄλλων 以属格形式承接引文(提要)中的短语,作为动词 λέγει 所引出的宾语从句(即 ἢ τῶν... ἢ καὶ τῶν...)的所指。句法上理解为“他说‘许多其他事物’,是指……”。
- 1.6.5δηλοῖ τὸ μὴ καίεσθαι τὴν τέφραν κυρίως γῆν οὖσαν
该句的主语是带冠词不定式短语 τὸ μὴ καίεσθαι τὴν τέφραν,主动词 δηλοῖ 的宾语是前文由 ὅτι 引导的间接引语从句 ὅτι τοῦτο ἀληθές [ἐστιν](φησί 为插入语),即“严格作为土的灰烬不燃烧这一事实表明了此点是真实的”。
