- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:37.28-39.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在辩明第三卷为何论及单一生发物现象是出于附随必然性之后,奥林匹奥多鲁依据引火物的着火方式区分了四种现象,解释了冷却产生第二种流星的成因,详述了两种流星的四点差异,并对流星的视速度给出了光学解释。
πάλιν ἄξιον ἀπορῆσαι, πῶς εἰρήκαμεν ἐν τῷ τρίτῳ λόγῳ περὶ τῶν γινομένων ἐκ τῶν δύο ἀναθυμιάσεων διαλέγεσθαι τὸν Ἀριστοτέλην, εἴ γε καὶ περὶ ἐκνεφίων πνευμάτων διαλέγεται καὶ περὶ κεραυνῶν, ἅτινα τῆς καπνώδους εἰσὶν ἀναθυμιάσεως μόνης. τί οὖν ῥητέον; ὅτι διὰ τὴν ἀνάγκην περὶ τούτων διείλεκται. ἐπειδὴ γὰρ ὁ κεραυνὸς ἐπιτεινόμενος πρηστὴρ γίνεται, τὸ δ’ ἐκνέφιον πνεῦμα ἐπιτεινόμενον τυφών, διὰ τὴν συγγένειαν τούτων ἀνάγκη καὶ αὐτῶν ἐμνημόνευσε. ταῦτα μὲν ἔξωθεν, ἔλθωμεν λοιπὸν ἐπὶ τὸ προκείμενον. καὶ ἐπειδὴ τὰ κοινὰ τῶν εἰρημένων μεμαθήκαμεν, φλογῶν φημι καὶ δαλῶν καὶ αἰγῶν καὶ διαττόντων, ζητήσωμεν αὐτῶν καὶ τὴν διαφοράν. ἐκφλογούμενον τὸ ὑπέκκαυμα ἢ κατὰ συνέχειαν ἐκφλογοῦται ἢ διεσπαρμένως· καὶ εἰ κατὰ συνέχειαν ἐξαφθῇ, καὶ κατὰ μῆκος μόνον γίνεται· καὶ εἰ τοῦτο, ἢ οἱονεὶ ἀποσπινθηρίζει καὶ γίνονται αἱ αἶγες διὰ τὸ ἐοικέναι τοὺς ἀποσπινθηρισμοὺς τῶν αἰγῶν τοῖς ἐκκρεμέσι μαλλοῖς, ἢ οὐκ ἀποσπινθηρίζει καὶ γίνονται δαλοί. εἰ δὲ διεσπαρμένη εἴη ἡ ἔκκαυσις, γίνονται οἱ διάττοντες. οὐχ ὅτι δὲ ἔλλειψις γίνεται πυρός, λέγομεν διεσπάρθαι, ἀλλ’ ἐπειδὴ οὐ διόλου ἐστὶν ἡ καπνώδης ἀναθυμίασις, ἀλλὰ διεσπαρμένη. διάδοσις οὖν γίνεται ἐν τῷ μεταξύ, διὰ τὸ λεπτομερὲς δὲ οὐ διαφαίνεται, καὶ δίκην τοῦ ἐσβεσμένου πυρὸς καὶ ἁπτομένου ἐκ τῆς ὑποκειμένης φλογός· ἡ γὰρ ἐν τῷ μεταξὺ δίοδος τῆς φλογὸς οὐ φαίνεται διὰ τὸ λεπτομερές, ἀλλὰ τότε μόνον, ἡνίκα φθάσει περὶ τὴν θρυαλλίδα ὡς ἐπὶ τοῦ ἐσβεσμένου λύχνου. οὕτως οὖν καὶ ἐνταῦθα. ἔστι δὲ καὶ ἕτερος τρόπος τῆς γενέσεως διαττόντων· γίνεται γὰρ διάττων καὶ ὁ ὑπὸ ψύξεως, καὶ οὐδὲν ἄτοπον. καὶ γὰρ τὸ θερμὸν αἴτιον γίνεται ψύξεως καὶ ψυχρὸν αἴτιον θερμασίας. οὕτως ἐν χειμῶνι ἀμείνους αἱ πέψεις καὶ τὰ φρεατιαῖα ὕδατα θερμὰ διὰ τὴν ἀντιπερίστασιν. ἰδοὺ οὖν ἡ ψύξις ποιεῖ θερμασίαν. ἀλλὰ μὴν καὶ τοὐναντίον· οὕτως ἐν Αἰγύπτῳ τῇ οὕτω θερμοτάτῃ ψυχρὸς οἶνος ὁ Κνίδιος καλούμενος διὰ τὴν ἀντιπερίστασιν. τοῦτο δὲ γίνεται, ἵνα ἀεὶ τὸ πᾶν μετέχῃ καὶ θερμασίας καὶ ψύξεως. πῶς δὲ ἄρα γίνονται; συναναφέρονται αἱ δύο ἀναθυμιάσεις ἀλλήλαις οὐ κατὰ κρᾶσιν συνημμέναι (οὐ γὰρ ἂν πάλιν διίσταντο), ἀλλὰ κατὰ παράθεσιν. εἰ μὲν οὖν ἰσοσθενεῖς ὦσιν, ἑκατέρα εἰς τὴν οἰκείαν ὁλότητα φέρει τὴν ἑτέραν. πολλάκις οὖν ἐπικρατεστέρα ἐστὶν ἡ ἀτμιδώδης καὶ βίᾳ φέρει τὴν καπνώδη ἐν τῇ οἰκείᾳ ὁλότητι, τουτέστιν ἐν τῷ ἀπογείῳ ἀέρι. καὶ ἐπειδὴ οὗτος ψυχρότερός ἐστι τοῦ περιγείου, ὡς εἴρηται, καὶ ἀνωτέρω πυκνοῖ τὴν ἀτμίδα καὶ τῇ πυκνώσει ἐκπυρηνίζεται ἡ καπνώδης βίᾳ ἡ ἐν αὐτῇ οὖσα καὶ φέρεται ἀκοντιζομένη ἔξω καὶ ποιεῖ τὸν διάττοντα. ἀνάλογον δὲ γίνεται ἡ ἐκπυρήνισις τῇ ἐκθλίψει τῶν πυρήνων τῶν ἀπὸ τῶν δακτύλων ἀποπιεζομένων. διαφέρει δὲ ὁ πρῶτος διάττων τοῦ δευτέρου διάττοντος τέτρασι διαφοραῖς. τῇ ποιητικῇ αἰτίᾳ· ὁ μὲν γὰρ πρῶτος ὑπὸ θερμασίας ἐλέγετο γίνεσθαι, οὗτος δὲ ὑπὸ ψύξεως. δευτέρα διαφορά· ὁ μὲν γὰρ πρῶτος διάττων διεσκορπισμένην εἶχε τὴν ἔξαψιν καὶ διάφορον ἄλλοτε ἄλλης ὕλης καιομένης, ὁ δέ γε δεύτερος μίαν ἔχει τὴν αὐτὴν ἔκκαυσιν ἐπὶ πολὺ ἐκπεμπομένην. τρίτη διαφορά· ἐπὶ μὲν τοῦ πρώτου διάττοντος ἡ κίνησις ἐφεξῆς ἐγένετο πρὸς τὴν ὕλην, ἐπὶ δὲ τοῦ δευτέρου λοξὴ γίνεται ἡ κίνησις. δι’ ἣν αἰτίαν ἐπειδὴ πᾶν τὸ ἐκπυρηνιζόμενον ἐπὶ τὰ κάτω ἐκθλίβεται, φύσει δὲ ἔχει τὸ πῦρ τὴν ἄνω φορὰν διώκειν, τῆς μὲν ἐκθλίψεως ἐπὶ τὰ κάτω βιαζομένης φέρεσθαι, τῆς δὲ φύσεως ἐπὶ τὰ ἄνω ἀναγκαζούσης οἷον μίξις τις γίνεται, καὶ λοξὴ ἡ κίνησις ἕπεται.1 τετάρτη· ὁ μὲν πρῶτος διάττων ἐν τῷ ἀπογείῳ ἀέρι φέρεται, ὁ δὲ δεύτερος ἐν τῷ περιγείῳ. μηδὲ ἐπειδὴ εἴπομεν † ‘τῷ περιγείῳ’, ἤδη τις ἂν νομίσῃ, ὅτι ἄνω περὶ τὰς σφαίρας γίνονται. οὐ γὰρ τοῦτο ἀληθές, ὡς δηλοῖ ἡ ταχύτης αὐτῶν, τοσοῦτον νομίζειν μετακινεῖσθαι διάστημα συντόμως καὶ πλέον ἢ τῆς ἀπλανοῦς.2 τοῦτο δὲ γίνεται, καὶ νομίζεται ὁ διάττων ὀξύτερον κινεῖσθαι τῆς ἀπλανοῦς, ἐπειδὴ ὀλίγον ἡμῶν ἀφέστηκε, πλέον δὲ ἡ ἀπλανής. δέδεικται δὲ τοῦτο δι’ ὀπτικοῦ λόγου, ὅτι τὰ πλησίον ὄντα τῶν πόρρω ἀφεστηκότων, κἂν ἀργότερον κινῶνται, δοκοῦσιν ὅμως ὀξύτερον κινεῖσθαι. δι’ ἣν ἄρα αἰτίαν; εἴρηται, ὡς ἀπὸ μιᾶς κορυφῆς ἐκπεμπόμεναι τυχὸν αἱ ἀκτῖνες τῆς ὄψεως πόρρω προκόπτουσαι διίστανται ἀπ’ ἀλλήλων. τὰ οὖν πλησίον ὄντα ὡς ἅτε μὴ πολὺ ἀφιστάμενα ἀλλήλων ἀκριβῶς γινώσκουσι, τὰ δὲ πόρρω πάνυ ὄντα, ἐπειδὴ λοιπὸν οἱονεὶ εἰς ἀχανίαν τινὰ λήγουσιν, οὐ κατὰ λόγον περιλαμβάνουσιν. καὶ διὰ τοῦτο οὐκ ἀκριβῶς ἀντιλαμβάνονται· πλὴν τὸ ὀπτικὸν θεώρημα ἀκριβέστερον εὑρήσεις ἐν τῷ Περὶ ὄψεως.
再次值得提出难疑的是:如果我们说亚里士多德在第三卷中探讨由两种蒸发物产生的事物,那么既然他也探讨了暴风之气与雷电,而这些仅属于烟状蒸发物,这又如何说得通呢?那么应当如何回答呢?应当说他是出于必然性才探讨了这些。因为雷电加剧便成为热风,暴风之气加剧便成为旋风,由于它们的同族关系,他必然地也提到了它们。这些权且作为题外之论,让我们最终进入摆在我们面前的主题。既然我们已经了解了上述事物——即我所谓的火焰、火炬、山羊与流星——的共同属性,就让我们也探求它们的差异。引火物在燃成火焰时,要么连续地着火,要么分散地着火。如果它是连续地被点燃,它就仅在长度上生成;如果这样,它要么仿佛迸射火花,由于火花类似于山羊下垂的毛团而生成山羊,要么不迸射火花而生成火炬。但如果燃烧是分散的,则生成流星。我们说它是分散的,并不是因为火发生了缺乏,而是因为烟状蒸发物并非通体连续,而是分散的。因此在中介空间中发生了传递,但由于质点的微细而不显露,就像被熄灭的火从下方的火焰中被点燃一样;因为火焰在中介空间中的穿过因其微细而不显现,而仅在那时,当它到达灯芯周围时才显现,正如在熄灭的灯上那样。因此在这里也是如此。流星的生成还有另一种方式;因为由冷却产生的流星也会生成,且并无荒谬之处。因为热也会成为冷却的原因,冷也会成为温暖的原因。因此在冬季,由于反周围充填,消化更佳,井水温暖。看哪,冷却由此产生了温热。而且不仅如此,反之亦然;因此在如此极热的埃及,被称为克尼多斯产的酒由于反周围充填而冰冷。而这之所以发生,是为了使整体永远分有温热与冷却。那么它们究竟是如何生成的呢?两种蒸发物一同升起,不是通过混合结合在一起(因为这样它们便不会再次分离),而是通过并置。如果它们势均力敌,每一方都将另一方带入其自身的整体。因此汽状蒸发物常常更为强势,强行将烟状蒸发物带入其自身的整体,即远离地面的空气中。正如已经谈到的,这层空气比接近地面的空气更冷,在更高处使水汽凝缩,且通过这种凝缩,处于水汽之内的烟状蒸发物被强行挤出,如同标枪般向外射去,从而产生流星。这种挤出的发生类似于从手指间被压出的果核的挤射。第一种流星与第二种流星以四种差异相互区分。在动力因上:因为第一种被说成是由温热生成的,而这第二种是由冷却生成的。第二种差异:第一种流星具有分散的点火,且不同时间燃烧不同的质料,而第二种流星则具有射向远方的单一同一种燃烧。第三种差异:对于第一种流星,运动是依次朝向质料发生的,而对于第二种流星,运动则是倾斜发生的。究其原因,是因为所有被挤出的东西都被向下挤压,而火在本性上追求向上运行,挤压强迫它向下运动,而本性又强迫它向上,因而仿佛产生了一种混合,随之而来的便是倾斜的运动。第四种差异:第一种流星在远离地面的空气中运行,而第二种则在接近地面的空气中运行。不要因为我们说了“在接近地面的空气中”,就有人立刻认为它们是在上方的诸天球周围生成的。因为这绝非真实,正如它们的速度所表明的那样,绝不能认为它们在短时间内移动如此巨大的距离,且比恒星天[所移动的距离]还要多。这种情况之所以发生,流星之所以被认为比恒星天移动得更迅捷,是因为它离我们距离甚微,而恒星天离我们更为遥远。这已通过光学论述得到证明:比起远距离的事物,靠近我们的事物即使运动得较慢,看起来却仍然运动得更迅捷。究竟是何原因呢?已经说过,或许从单一顶点发射出的视觉光线随着向前延伸而彼此分离开来。因此,它们能准确认识靠近的事物,因为这些事物彼此并不相距甚远;而极其遥远的事物,由于最终可以说是终止于某种无垠的空旷之中,光线便无法按比例把握它们。正是由于这一点,它们无法被准确感知;不过关于这一定理,你将在《论视力》中发现更为精确的光学阐述。
- 1.6.1δι’ ἣν αἰτίαν ἐπειδὴ πᾶν τὸ ἐκπυρηνιζόμενον ἐπὶ τὰ κάτω ἐκθλίβεται, φύσει δὲ ἔχει τὸ πῦρ τὴν ἄνω φορὰν διώκειν, τῆς μὲν ἐκθλίψεως ἐπὶ τὰ κάτω βιαζομένης φέρεσθαι, τῆς δὲ φύσεως ἐπὶ τὰ ἄνω ἀναγκαζούσης οἷον μίξις τις γίνεται, καὶ λοξὴ ἡ κίνησις ἕπεται.
这是一个由关系代词短语 δι’ ἣν αἰτίαν(“其原因在于……”)引出的长句,后接表原因的 ἐπειδή 从句,其中插入了由 μέν...δέ 对应的两个属格独立结构(τῆς μὲν ἐκθλίψεως... τῆς δὲ φύσεως...)。主句的核心是 οἷον μίξις τις γίνεται,并通过并列连词 καί 与 λοξὴ ἡ κίνησις ἕπεται 相连。
- 1.6.1οὐ γὰρ τοῦτο ἀληθές, ὡς δηλοῖ ἡ ταχύτης αὐτῶν, τοσοῦτον νομίζειν μετακινεῖσθαι διάστημα συντόμως καὶ πλέον ἢ τῆς ἀπλανοῦς.
句首的 τοῦτο 作为前引形式主语(或与后文同格),真正的主语是由不定式引导的短语 τοσοῦτον νομίζειν...(“认为……”),述语为 ἀληθές。在 νομίζειν 所统辖的不定式结构中,被省略的宾格主语指代流星在短时间内移动如此巨大的距离。而在 πλέον ἢ τῆς ἀπλανοῦς 中,属格为比较属格,省略了恒星天所移动的距离(即省略了 [τὸ διάστημα])。
