← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§36.2-37.28

气象学探究的价值与蒸发物主题的编排

奥林匹奥多鲁阐述了气象学研究的高贵性,解释了亚里士多德为何首先探讨由烟状蒸发物转化所产生的火焰等发光现象,并论证了全书三卷中对各种蒸发物现象的系统性安排,同时化解了针对风和雷电等议题归属的疑问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6.1#1

" Τούτων δὲ διωρισμένων λέγωμεν, διὰ ποίαν αἰτίαν αἵ τε φλόγες καιόμεναι φαίνονται." Οὐ χρὴ παραδραμεῖν τὴν τῶν μετεωρολογικῶν θεωρημάτων ὡς ἔτυχε ζήτησιν. μεγίστη γὰρ καὶ οὐχ ἡ τυχοῦσα καθέστηκεν, εἴ γε καὶ οἱ φιλοσοφοῦντες οὐκ ἄλλοθέν ποθεν ὠνομάσθησαν μετεωρολογικοὶ ἢ ἐκ ταύτης τῆς θεωρίας. καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλ’ ἐπειδὴ τῶν ὑπὸ σελήνην πάντων κρείττων ἐστὶν ὁ ἐν τῷ μεταρσίῳ τόπῳ ὡς μιμούμενος τὰ οὐράνια σώματα· ἀδιαλείπτως γὰρ τὸ ὑπέκκαυμα τὴν κύκλῳ φορὰν διώκει. οὐ καταφρόνητος οὖν ἐστιν ὁ περὶ τῶν ἐν τῷ μεταρσίῳ τόπῳ συνισταμένων λόγος. διὸ χρὴ τῶν προοιμίων ἀπαλλαγέντας ἐπ’ αὐτοὺς λοιπὸν τοὺς ἀγῶνας ἐπαποδύσασθαι. σκοπὸν τοίνυν ἔχων ὁ Ἀριστοτέλης παραδοῦναι τὰ ἐκ τῶν δύο ἀναθυμιάσεων γινόμενα, τῆς τε καπνώδους φημὶ καὶ τῆς ἀτμιδώδους, ἐπειδὴ δεῖ προτάττειν ἁπανταχοῦ τὰ ἁπλᾶ τῶν συνθέτων, πρότερον περὶ τῶν γινομένων ἀπὸ τῆς μιᾶς ἀναθυμιάσεως διαλέγεται, εἶτα οὕτως περὶ τῶν γινομένων ἐκ τῶν δύο. καὶ ἐπειδὴ ἐν ταῖς ἀναθυμιάσεσι κρείττων ἡ καπνώδης ὡς μιμουμένη τὰ οὐράνια καὶ τὴν κυκλικὴν κίνησιν τῆς ἀτμιδώδους, τούτου χάριν πρότερον περὶ τῶν γινομένων ἐκ τῆς καπνώδους φησί. καὶ ἐπειδὴ πάλιν ἡ καπνώδης τὰ μὲν ποιεῖ μεταλαμβανομένη καὶ ἐκφλογουμένη, τὰ δ’ ἐπὶ τῶν αὐτῶν μένουσα, σαφέστερα δ’ ὡς ἐνδέχεται τὰ γινόμενα μεταβαλλομένης αὐτῆς (τὰ μὲν εὔκολά εἰσιν ὡς ἁπλῆν ἔχοντα τὴν φύσιν καὶ ἀληθῆ, τὰ δὲ ἐπὶ χρόνον παραμένουσι δύσκολον ἔχοντα τὴν γένεσιν), νόμος δέ ἐστιν ὁ παρακελευόμενος ἐκ τῶν ἀληθῶν πρῶτον ἄρχεσθαι καὶ εὐκόλων, ἵνα ἱδρυμένης τῆς ἀληθείας δυνηθῶμεν καταλαβεῖν τὸ ψεῦδος, ἐκ τῶν τοιούτων ἄρχεται.1 καὶ ἐπειδὴ ταῦτα ἔχουσιν αἶγες, φλόγες, δαλοὶ καὶ διᾴττοντες, ἐκ τούτων πρότερον ἄρχεται ὁ Ἀριστοτέλης. καὶ γὰρ οὐκ ἐκ τῶν δύο γίνεται ἀναθυμιάσεων, ἀλλ’ ἐκ τῆς μιᾶς, καὶ ταύτης οὐκ ἐκ τῆς ἀτμίδος, ἀλλ’ ἐκ τῆς καπνώδους, καὶ ταύτης οὐκ ἀμεταβλήτου οὔσης, ἀλλὰ μεταβαλλομένης, καὶ ταῦτα οὐκ ἐκ τῆς ποιούσης ψευδῆ, ἀλλὰ μᾶλλον τἀληθῆ· διὰ τοῦτο πρότερον περὶ τούτων διαλέγεται. ἀλλὰ φέρε εἰ δοκεῖ παραδώσωμεν αὐτῶν τὰ κοινὰ καὶ ἴδια. ἴδια μὲν οὖν εἴρηται αὐτῶν πλείονα, κοινὰ δὲ τὸ γενέσθαι ἐκ τῆς καπνώδους ἀναθυμιάσεως μεταβαλλομένης, καὶ ὅτι σαφῆ εἰσι καὶ ἀληθῆ. ἡ δὲ λέξις ἄλλο τι κοινὸν αὐτῶν παραδίδωσι. ποῖον τοῦτο; ὅτι ἡ ποιητικὴ αὐτῶν αἰτία ἐστὶν ἔκκαυσις καὶ ἐκφλόγωσις τοῦ ὑπεκκαύματος· πλὴν τοῦτο κοινόν ἐστι πάντων πλὴν τοῦ δευτέρου διάττοντος, οὗτινος μέλλομεν εἰπεῖν ποιητικὴν αἰτίαν τὴν ψύξιν. ἰστέον δέ, ὅτι περὶ τῆς καπνώδους ἀναθυμιάσεως ὁ Ἀριστοτέλης ἐν τοῖς τρισὶ βιβλίοις διαλέγεται. καὶ οὐχ, ὡς ἄν τις οἰηθείη, διεσπασμένην αὐτῆς ποιεῖται διδασκαλίαν. ἐν γὰρ τῷ πρώτῳ τὰ πάθη τὰ γινόμενα ἐξ αὐτῆς μεταβαλλομένης παραδίδωσιν, ἐν τῷ δευτέρῳ ὡς ἀμεταβλήτου· ἐκεῖ γὰρ περὶ ἀνέμων καὶ θαλάσσης εἰπεῖν μέλλει, ὧν αἰτία ἡ καπνώδης ἀναθυμίασις οὐκ ἀλλοιουμένη, ἀλλ’ ἐπὶ τῶν αὐτῶν μένουσα. ἐν δὲ τῷ τρίτῳ παραδίδωσι τὰ γινόμενα οὐκ ἐκ μόνης τῆς καπνώδους, ἀλλ’ ἐπιμιγνυμένης τῇ ἀτμιδώδει. ἀλλὰ πρὸς ἕκαστον ἔστιν ἀπορῆσαι. καὶ γὰρ ἐν τῷ πρώτῳ λόγῳ διαλέγεται περὶ ἀνέμων, οἵτινες ἀμεταβλήτου οὔσης τῆς καπνώδους γίνονται. τί οὖν ῥητέον; ὅτι ὡς ἐν παρεκβάσει, ἐπειδὴ περί τινος ἐκεῖσε μέμνηται συνέχειαν πρὸς τοὺς ἀνέμους ἔχοντος, ἐμνήσθη καὶ αὐτῶν· πλὴν οὐδὲ τὰ δοκοῦντα αὐτῷ περὶ τούτων λέγει ἐν τῷ πρώτῳ ἀλλὰ μᾶλλον ἐν τῷ δευτέρῳ. πάλιν ἐν τῷ δευτέρῳ τί δήποτε περὶ ἀστραπῆς διαλέγεται, εἰ γὰρ αὕτη γίνεται ἐκ τῆς ἀτμίδος ἐκφλογουμένης καὶ μεταβαλλομένης;2 τί οὖν ῥητέον; ὅτι κατὰ συμβεβηκός· ἐπειδὴ γὰρ περὶ βροντῆς ἦν ἐκεῖσε ὁ λόγος, ἕπεται δὲ ταύτῃ ἀστραπή, διὰ τοῦτο καὶ περὶ αὐτῆς διειλέχθη. ἀλλ’ ἴσως τις ἐρεῖ· καὶ διὰ τί ὅλως περὶ βροντῆς ἐν τῷ δευτέρῳ διαλέγεται, εἴ γε αὕτη σύγκρουσίς ἐστι νεφῶν, τὰ δὲ νέφη ἐκ τῆς ἀτμίδος γίνονται; τί οὖν ῥητέον; ὅτι καὶ περὶ τῶν ἀπὸ τῆς ἀτμίδος γινομένων διαλέγεται ἐν τῷ δευτέρῳ (καὶ οὐκ ἄπορος ὁ λόγος, εἰ τοῦτο), ἢ ὅτι περὶ βροντῆς διαλέγεται οὐ ταύτης, ἥτις γίνεται συγκρουόντων τῶν νεφῶν, ἀλλὰ περὶ τῆς ἑτέρας· ἔστι γὰρ ἕτερος τρόπος γενέσεως βροντῶν. πολλάκις γὰρ ἡ καπνώδης ἀναθυμίασις ἡ περιεχομένη ἐν τῷ νέφει ἐκθλίβεται καὶ βιαίως ὠθουμένη προσπταίει ἄλλῳ νέφει καὶ ποιεῖ τὴν βροντήν· ἕπεται δὲ ἡ ἀστραπή, ἐπειδὴ ἡ κίνησις ἐκφλογοῖ αὐτήν.

“这些问题既已界定,让我们来谈谈由于何种原因可以看见火焰在燃烧。” 我们绝不可草率地放过对气象学定理的探讨。因为它是最伟大且非同寻常的,倘若投身哲学之人正是由于这一理论研究而非任何其他渊源才被称作“气象学家”。并且不仅由于这一点,还因为在月下的一切事物中,居于高空处所的因摹仿诸天体而更为优越;因为引火物不间断地追求圆周运行。因此,关于在高空处所生成之物的论说绝不可被蔑视。由此,我们必须摆脱序言,进而脱去衣服投身于竞赛本身。亚里士多德既然旨在传授由两种蒸发物——即我所谓的烟状与汽状蒸发物——所产生的诸现象,由于在任何情况下都必须将单纯者置于复合者之前,因而他首先探讨由单一蒸发物产生的事物,然后才探讨由两者共同产生的事物。并且既然在各种蒸发物中,烟状蒸发物因摹仿天界及圆周运动而优于汽状蒸发物,为此缘故,他首先谈论由烟状蒸发物产生的事物。又由于烟状蒸发物在转化且燃成火焰时产生一些现象,而在保持同一状态时产生另一些现象,并且它在转化时所产生的现象尽可能更为清晰(因为一类现象因具有单纯且真实的本性而易于理解,另一类现象则因生成艰难而在时间中持久留存),加之有一项法则要求首先从真实且易于理解的事物开始,以便在真理确立之后我们能够把握虚假之物,因而他从这类事物开始。既然山羊、火焰、火炬以及流星具备这些特征,亚里士多德便首先从它们开始。因为它们并非产生自两种蒸发物,而是产生自单一蒸发物,且就此而言并非产生自水汽,而是产生自烟状蒸发物,而这烟状蒸发物又非不可转化,而是处于转化之中,并且这些并非产生自产生虚假之物者,而是毋宁产生自产生真实之物者;为此缘故,他首先探讨这些事物。但是,若大家赞同,且让我们传授它们的共同属性与特有属性。它们的特有属性固然已经谈得较多,而共同属性则是产生自处于转化中的烟状蒸发物,以及它们是清晰且真实的。而经文还传授了它们另一项共同属性。这是怎样的一项属性呢?即它们的动力因是引火物的燃尽与着火;不过这一点除了第二种流星之外对所有这些现象都是共同的,对于第二种流星,我们将说明其动力因是冷却。应当知晓,亚里士多德在三卷书中探讨了烟状蒸发物。并且他并未如有人可能认为的那样将关于它的教学割裂开来。因为在第一卷中,他传授了由它转化时从它产生的诸受动,在第二卷中则作为不可转化的传授;因为在第二卷中他将要谈论风和海洋,它们的原因正是未发生变质、反而保持在同一状态中的烟状蒸发物。而在第三卷中,他传授了并非由烟状蒸发物单独产生、而是与汽状蒸发物相互混合时产生的事物。但针对每一卷都可能提出疑问。因为在第一卷的论述中他也探讨了风,而风是在烟状蒸发物保持不可转化时产生的。那么应当如何回答呢?应当说这是以离题的形式[讨论的],因为他在那里提到了某件与风具有连续性的事情,因而也顺带提及了风;不过关于这些事情,他也并未在第一卷中陈述自己的看法,而是更多地在第二卷中陈述。再次,在第二卷中他究竟为何探讨闪电,如果闪电确实产生自水汽着火与转化?那么应当如何回答呢?应当说这是偶然地[探讨的];因为那里的论说既然是关于雷的,而闪电伴随着雷,为此缘故他也探讨了闪电。但或许有人会说:如果雷确实是云的碰撞,而云产生自水汽,那么他究竟为何在第二卷中探讨雷呢?那么应当如何回答呢?应当说,对于由水汽产生的事物他在第二卷中也有所探讨(如果这样,论述便不成难疑),或者说他所探讨的雷并非这种由于云相互碰撞而产生的雷,而是另一种;因为雷的生成还有另一种方式。因为被包围在云中的烟状蒸发物常常被挤压出来,并在猛烈推挤下撞击另一朵云从而产生雷;而由于运动将其点燃,闪电便随之而来。

语法注2 条
  1. 1.6.1σκοπὸν τοίνυν ἔχων ... ἐκ τῶν τοιούτων ἄρχεται.

    从句首的分词结构 σκοπὸν ἔχων(怀着目的)直至主动词 ἄρχεται(他开始),由多个由 ἐπειδή 引导的原因从句以及插入的规则说明(如 νόμος δέ ἐστιν)构成了一个长句。其核心骨架表明:亚里士多德遵循从单纯、真实且易懂之物开始的准则,首先从这类转化中的烟状现象着手。

  2. 1.6.1εἰ γὰρ αὕτη γίνεται ἐκ τῆς ἀτμίδος ἐκφλογουμένης καὶ μεταβαλλομένης;

    紧接在 τί δήποτε(究竟为何)之后的 εἰ γάρ 并非表示愿望,而是作为引出预期异议之根据的条件从句(“如果确实……的话”)。它指出了反诘者的前提:若闪电确由水汽产生,为何要在第二卷中讨论它?

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:36.2-37.28