← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§34.9-35.27

日光与天球运动生热的机理

奥林匹奥多罗阐释亚里士多德在341a12及随后论述的太阳生热原因,解释天体自身虽非热物,却如何通过天球运动、日光与引火物而使地表变热。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5.1

" Περὶ δὲ τῆς γινομένης θερμότητος, ἣν παρέχεται ὁ ἥλιος." Ἐντεῦθεν ἡ ἀρχὴ τῆς παρούσης θεωρίας· τὴν αἰτίαν γὰρ τῆς γινομένης ἐν ἡμῖν θερμότητος ζητεῖ.

“关于太阳所提供之热的产生。” 此处是当前理论讲课的开端;因为他探究的是在我们之中所产生的热的原因。

§1.5.2

"Μᾶλλον μὲν καθ’ ἑαυτὸ καὶ ἀκριβῶς ἐν τοῖς Περὶ αἰσθήσεως." Ἐκείνης γὰρ τῆς πραγματείας ἴδιον περὶ τούτων ζητῆσαι, ἐπειδὴ τὸ θερμὸν αἰσθητόν ἐστι, τὸ δὲ αἰσθητὸν αἰσθήσει ὑπάρχει αἰσθητόν. ἢ οὖν ἐκεῖ τὸ ἀκριβὲς ἐπαγγέλλεται λέγειν, μὴ καταδράμῃ τις αὐτοῦ,1 ἢ ἔν τισι νῦν περὶ τούτων ἐνταῦθα διασφάλλεται.

“更就其自身而言且精确地说,应当在《论感觉》中[探讨]。” 因为探讨这些事情是那部论著所特有的,因为热是可感觉的,而可感觉之物是针对感觉而作为可感觉之物存在的。因此,他要么是在那里承诺给出精确的论述以免有人抨击他,要么是现在于此处关于这些事情在某些方面有所差错。

§1.5.3

"Μὴ τοιούτων ὄντων ἐκείνων τὴν φύσιν." Τουτέστι θερμῶν· ἐκείνων δὲ λέγει τῶν οὐρανίων σωμάτων.

“即使那些物体在自然本性上不是那样的。” 也就是说,不是热的;而所谓“那些物体”,他指的是诸天体。

§1.5.4

"Ὁρῶμεν δὲ τὴν κίνησιν, ὅτι δύναται διακρῖναι2 καὶ τὰ ἑξῆς." Προθέμενος εἰπεῖν διὰ τί μὴ ὄντα θερμὰ θερμαίνουσιν, οὐ τοῦτο ποιεῖ, ἀλλά φησι, τί ποιοῦντα τὰ οὐράνια σώματα θερμαίνουσι· καί φησιν, ὅτι κινοῦντα τὸ ὑπέκκαυμα καὶ τὸν περίγειον ἀέρα.

“但我们看到运动,看到它能够分解,等等。” 在打算说明为何不热的物体会使他物发热之后,他却没有这样做,而是说明诸天体是通过做什么来使他物发热的;并且他说,是通过运动引火物和近地空气而使其发热的。

§1.5.5

"Ὡς καὶ τὰ φερόμενα τηκόμενα φαίνεσθαι." Ὅτι, φησί, κίνησις ποιεῖ θερμότητα, δηλοῦσιν αἱ ἀκίδες τῶν βελῶν· τῇ γὰρ πολλῇ κινήσει ἕπεται διαλύεσθαι τὸν ἐπικείμενον ἐν ταῖς ἀρχαῖς αὐτῶν μόλιβδον.

“以致投射物也被看见熔化。” 他说,箭镞表明了运动产生热;因为剧烈的运动伴随着附着在其尖端的铅发生融化。

§1.5.6

"Ταχεῖαν μὲν γὰρ δεῖ καὶ μὴ πόρρω εἶναι." Ὥς τινος ἀποροῦντος, καὶ διὰ τί ἡ τοῦ ἡλίου σφαῖρα μᾶλλον θερμαίνει, τούτου χάριν ἐπήγαγεν, ἐπειδὴ καὶ ταχέως κινεῖται καὶ οὐ πάνυ ἡμῶν ἀφέστηκε. πλὴν καλῶς εἰρήκαμεν ἡλίου σφαῖραν καὶ οὐκ αὐτὸν τὸν ἥλιον. ἡ γὰρ σφαῖρα αὐτοῦ τῆς σφαίρας τῆς σελήνης ταχυτέρα ἐστίν· αὕτη δὲ ἡ σελήνη τοῦ ἡλίου αὐτοῦ ὀξυτέρα ἐστί. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον. συνόδου γὰρ γινομένης ἡλίου καὶ σελήνης ἐν Κριῷ ὁ μὲν ἥλιος τῇ πρώτῃ ἡμέρᾳ μίαν μόνην κινηθήσεται μοῖραν, ἡ δὲ σελήνη δώδεκα· τῇ δευτέρᾳ ἡμέρᾳ ὁ μὲν ἥλιος ἐπιβήσεται τῆς δευτέρας μοίρας, ἡ δὲ σελήνη τῆς δεκάτης τρίτης. καὶ ἐπειδὴ αἱ δύο μοῖραι ὡς δέδεικται τοῦ Κριοῦ πρὸ τῆς ιγ̄ ἀνατέλλουσιν, εὑρεθήσεται ὁ ἥλιος πρὸ τῆς σελήνης ἀνατέλλων. ᾧ δῆλον, ὅτι3 ταχυτέραν τὴν ἰδίαν κίνησιν ἡ σελήνη ποιεῖ.

“因为运动必须迅速且并非遥远。” 仿佛有人质疑为何太阳天球发热更多,为此他补充说,因为[太阳天球]既运动迅速,又并非离我们很远。然而我们恰当地说的是太阳天球而非太阳本身。因为它的天球比月亮天球更快;但这月亮本身却比太阳本身更为迅捷。并且这一点是真实的,显而易见。因为当太阳与月亮在白羊座发生合相时,第一天太阳只运动一度,而月亮运动十二度;第二天太阳将迈入第二度,而月亮迈入第十三度。并且既然如所证明的那样,白羊座的两度在第十三度之前升起,太阳便会被发现早于月亮升起。由此显然,月亮作其自身的运动更为迅速。

§1.5.7

"Τῷ δὲ μάλιστα γίνεσθαι ἅμα τῷ ἡλίῳ αὐτῷ καὶ τὰ ἑξῆς." Ἐντεῦθεν τὴν δευτέραν αἰτίαν βούλεται εἰπεῖν, ἥτις αἰτιᾶται τὰς ἀκτῖνας τὰς ἀπὸ τοῦ ἡλίου, πλὴν οὐ σαφῶς λέγει, ἀλλ’ οἷον ὑπαινίττεται ἴσως ἀπαρεσκόμενος τῷ δόγματι. τί γάρ φησιν; ὅτι ὅπερ ὁρῶμεν γινόμενον ἐπὶ ἡμῶν, ὅτι ἐπὶ τῶν πυρείων ἐναπολαμβάνεται ὁ ἀὴρ ἐκ τῶν δύο σωμάτων καὶ τῇ πολυειδεῖ κινήσει ἐξάπτεται, οὕτως ἔχει καὶ ἐπὶ τοῦ ἡλίου. οὐ γὰρ ἄλλως ὁ ἀὴρ † ἀνακαλεῖται, εἰ μὴ ἐκ τῶν ἀκτίνων οἷον ζῳογονούμενος καὶ διὰ τὴν ἔφεσιν τοῦ πλείονος φωτὸς ἐπὶ πλέον κινούμενος.

“并且特别由于与太阳自身同时发生,等等。” 从此处起他打算说明第二个原因,即将原因归于来自太阳的光线;但他并未明确说明,而是仿佛有所暗示,或许是对这一学说不甚满意。因为他说了什么呢?即正如我们在自己身边所见发生的那样,在取火木上,空气被封闭于两个物体之间并因多样的运动而被点燃,在太阳的情形下也是如此。因为空气若非被光线仿佛赋予了生命并通过对更多光的渴求而被进一步运动,便不会以其他方式被激发。

§1.5.8

"Καὶ διὰ τὸ περιέχον πῦρ." Ἵνα εἴπῃ τὴν τρίτην αἰτίαν. περιέχον πῦρ ἐκάλεσε τὸ ὑπέκκαυμα· καὶ αὐτὸ γὰρ αἴτιον γίνεται τῆς θερμασίας.

“并且由于环绕的火。” 为了说明第三个原因。他把引火物称为“环绕的火”;因为它自身也成为发热的原因。

§1.5.9

"Σημεῖον δὲ ἱκανόν." Ἐντεῦθεν τὰ δύο ἐπιχειρήματα βούλεται παραδοῦναι κατασκευαστικὰ ὄντα τοῦ τὰ οὐράνια σώματα μὴ εἶναι θερμά.

“而一个充分的征兆是。” 从此处起,他打算提出两条用于确立诸天体并非是热的论证。

语法注3 条
  1. 1.5.2μὴ καταδράμῃ τις αὐτοῦ

    带有虚拟式的否定目的从句(“以免有人抨击他”)。属格 αὐτοῦ 是动词 κατατρέχω 所支配的格。

  2. 1.5.4Ὁρῶμεν δὲ τὴν κίνησιν, ὅτι δύναται διακρῖναι

    典型的预先指称(prolepsis)。主句动词 ὁρῶμεν 的直接宾语 τὴν κίνησιν 在语义上充当下属从句 ὅτι δύναται 的主语。

  3. 1.5.6ᾧ δῆλον, ὅτι

    关系代词与格 ᾧ 指涉前述整个论证过程,充当表示依据或手段的连接短语(“由此显而易见,……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:34.9-35.27