← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§28.27-30.27

天体运动引起空气加热与云的不形成

注解亚里士多德《气象学》340b10–341a5,讨论天体圆周运动对高空空气的加热与引火物的形成、次级性质的产生,以及高空中不形成云的原因(因其为引火物及伴随全宇宙旋转运动)和挤压冷却凝结的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4.19

" Φερομένου δὲ τοῦ πρώτου στοιχείου κύκλῳ." Τουτέστι τῶν οὐρανίων σωμάτων κύκλῳ φερομένων συγκινεῖται αὐτοῖς ὁ ἀὴρ καὶ ἐκπυροῦται καὶ ποιεῖ τὸ ὑπέκκαυμα.

“当第一元素作圆周运动被运载时。” 也就是说,当诸天体作圆周运动被运载时,空气与它们一同运动,并被点燃而构成引火物。

§1.4.20

"Δεῖ δὲ νοεῖν καὶ οὕτως ἀρξαμένους καὶ τὰ ἑξῆς." Ἀπὸ τοῦ πέμπτου στοιχείου βαδίσας ἐπὶ τὰ κάτω καὶ δείξας τὸ ὑπέκκαυμα νῦν ἀπὸ τῶν κάτω χωρεῖ καὶ δείκνυσι τὸ αὐτό.

“而这样开始的人也必须理解后续的事情。” 在从第五元素走向下方诸物并阐明了引火物之后,他现在从下方诸物出发并阐明同样的事情。

§1.4.21

"Τὸ γὰρ ὑπὸ τὴν ἄνω φορὰν τούτων." Ὁ ἀὴρ ὁ μετὰ τὸν περίγειον ἀέρα ἐπειδὴ δυνάμει καὶ θερμός ἐστι καὶ ψυχρὸς καὶ ξηρὸς καὶ ὑγρός, διὰ τοῦτο κινούμενος γίνεται ὑπέκκαυμα· πέφυκε γὰρ κίνησις ἐκθερμαίνειν.

“因为处于这些东西的向上运动之下的。” 在近地空气之后的空气,由于在潜能上既是热与冷,也是干与湿,因此在被运动时便成为引火物;因为运动依其本性就会生热。

§1.4.22

"Καὶ ὅσα ἅμα τούτοις ἀκολουθεῖ πᾶσιν." Ἵνα εἴπῃ1 τὰς δύο ποιότητας, κουφότητα βαρύτητα, λειότητα τραχύτητα καὶ ὅσα τοιαῦτα. αὗται γὰρ πᾶσαι ἐδείχθησαν ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς γινόμεναι ὑπὸ τῶν πρώτων ποιοτήτων.

“以及伴随所有这些的一切。” 以此意指次级性质,即轻与重、光滑与粗糙以及所有此类性质。因为所有这些在《论生成与消灭》中都被证明是由原始性质产生的。

§1.4.23

"Καὶ γίνεται τοιαύτη καὶ ἔστιν ὑπὸ κινήσεώς τε καὶ ἀκινησίας." Ἔστι μὲν ὑπὸ τῆς ἡσυχίας, γίνεται δὲ ὑπὸ τῆς κινήσεως, καὶ ἡ μὲν ἠρεμία φυλάττει αὐτὴν ὡς ἔστιν, ἡ δὲ κίνησις μεταλλάσσει.

“并且它凭借运动和不动而成为这样并存在。” 它凭借静止而“存在”,凭借运动而“成为这样”;静止保持其所是,而运动则改变它。

§1.4.24

"Ἐπὶ μὲν οὖν τοῦ μέσου καὶ περὶ τὸ μέσον τὸ βαρύτατόν ἐστι καὶ ψυχρότατον." Μέσον καὶ βαρύτατον εἶπε τὴν γῆν, περὶ τὸ μέσον δὲ καὶ ψυχρότατον εἶπε τὸν ἀέρα.

“因此,在中心且在中心周围的是最重且最冷之物。” 他称大地为中心且最重之物,而称空气为中心周围且最冷之物。

§1.4.25

"Ἀλλὰ δεῖ νοῆσαι τοῦ λεγομένου ὑφ’ ἡμῶν ἀέρος." Τοῦ καλουμένου, φησίν, ἐξ ἡμῶν ἀέρος τὸ μὲν περὶ τὴν γῆν ἀτμιδῶδές ἐστιν, ὅπερ θερμόν ἐστι καὶ ὑγρόν, τὸ δὲ ἀνωτέρω ἀναθυμίασίς ἐστιν, οὐχ ὅτι καὶ ὁ ἀτμὸς οὐκ ἔστιν ἀναθυμίασις, ἀλλ’ ὅτι κυρίως ἣ καπνώδης ἀναθυμίασις καλεῖται, αὕτη θερμή ἐστι καὶ ξηρά.

“然而必须理解由我们所说的空气。” 他说,在我们所称为空气的东西中,环绕大地的部分是带有汽气的,这是热且湿的,而更高处的部分则是发散物;这并不是说汽气不是发散物,而是说严格被称为烟状发散物的,乃是热且干的。

§1.4.26

"Τοῦ μὲν οὖν ἐν τῷ ἀνωτέρῳ τόπῳ." Τὸ συμπέρασμα, ὅτι διὰ τὸ εἶναι ὑπέκκαυμα οὐ συνίσταται ἐν τῷ ἀπογείῳ ἀέρι νέφη.

“因此,在上方处所中的。” 结论是:由于是引火物,高空空气中并不凝结出云。

§1.4.27

"Οὐδὲν δὲ κωλύει καὶ διὰ τὴν κύκλῳ φοράν." Ἡ ἄλλη αἰτία, ὅτι διὰ τὴν κίνησιν οὐ συνίσταται ἐν τῷ ἀπογείῳ ἀέρι νέφη. ὅλως γὰρ ὁ ἀὴρ συγκινεῖται τῷ παντὶ πλὴν τοῦ περιγείου· οὗτος γάρ ἐστιν ὁ ποιῶν μετὰ τῆς γῆς σφαῖραν. καὶ σημείωσαι, ὅτι νῦν μὲν τὸ ἀπὸ τοῦ περιγείου2 λέγει συγκινεῖσθαι τῷ παντί, Διοκλῆς δὲ εἶπεν, ὅτι οὐδὲ ἄνεμοι γίνονται οὐδὲ νέφη ἐν τῷ ἀπογείῳ διὰ τὴν ἐκπύρωσιν καὶ διὰ τὴν κίνησιν. παρακατιὼν δὲ ἔχει εἰπεῖν μὴ μέχρι τοῦ ἀπογείου γίνεσθαι τὴν ἐκπύρωσιν, ἀλλ’ ὅτι μόνον τὸ πλησίον τῆς ἀπλανοῦς ἐκπυροῦται.

“也丝毫不妨碍是由于圆周运载。” 另一个原因:由于运动,高空空气中并不凝结出云。因为总的来说,除近地空气外,空气是与全宇宙一同运动的;因为正是近地空气与大地共同构成了球体。并且请注意,虽然他现在说从近地以上的部分与全宇宙一同运动,但狄奥克利斯曾说,由于点燃和运动,高空中既不产生风也不产生云。但顺次往下,他还可以说点燃并没有达到高空空气,而只是靠近恒星天的部分被点燃。

§1.4.28

"Τὸ μὲν πῦρ τῷ ἀνωτάτῳ στοιχείῳ, τῷ δὲ πυρὶ ἀὴρ συνεχής ἐστιν." Ἰδοὺ νῦν τὸ μὲν προσεχὲς τῶν οὐρανίων λέγει τὸ πῦρ, τὸ δὲ ὑπόλοιπον ἀέρα, ὡς ἂν μὴ μόνου τοῦ ἀπογείου ἀέρος ἐκπυρουμένου.

“火与最上方的元素相连,而空气与火相连。” 看,他现在把与天体紧邻之物称为火,把其余的称为空气,似乎并不仅仅是高空空气被点燃。

§1.4.29

"Ὥστε καὶ διὰ τὴν κίνησιν κωλύεσθαι συγκινεῖσθαι." Τὸ συμπέρασμά φησιν, ὅτι καὶ ἡ κίνησις τοῦ παντὸς συμπεριάγουσα τὸν ἀπόγειον ἀέρα, αἰτία γίνεται τοῦ μὴ συνίστασθαι ἐν αὐτῷ νέφη.

“以致由于运动也阻止其一同运动。” 结论是说,全宇宙的运动带动高空空气旋转,成为其中不凝结出云的原因。

§1.4.30

"Ἀλλ’ ἀεὶ ὅ τι ἂν βαρύνηται μόριον αὐτοῦ ἐκθλιβομένου εἰς τὸν ἄνω τόπον τοῦ θερμοῦ,3 κάτω φέρεται." Τοῦτό φησιν, ὅτι ὁ ἀὴρ συναναφέρων ἑαυτῷ ἀτμίδα καὶ μὴ ἔτι ἐξισχύων ἀλλὰ βαρυνόμενος, ἡνίκα πλησίον γένηται τῶν ἀκρωρειῶν, ἐκθλίβεται. καὶ τὸ μὲν πυρῶδες αὐτοῦ χωρεῖ ἄνω, πίπτει δὲ τὸ ὑδατῶδες κάτω. ἀλλὰ ζητητέον τὸ αἴτιον τῆς ἐκθλίψεως καὶ ῥητέον, ὅτι ἡ κίνησις κύκλῳ γινομένη τοῦ ἀπογείου ἦν ψύξις. λέγεται γάρ, ὡς εἴρηται καὶ ἐν τῇ θεωρίᾳ, ὁ ἀπόγειος ψυχρότερος εἶναι τοῦ περιγείου διὰ τὸ μὴ γίνεσθαι ἐν αὐτῷ ἀνάκλασιν τῶν ἀκτίνων, ἀλλὰ χεῖσθαι ὡς ἐν πολλῷ διαστήματι γινομένας.

“相反,当热被挤出到上方处所时,其任何变重的部分总是向下运载。” 他说的是:空气携带着汽气一同上升,在不再支撑得住而变重时,一旦靠近山脊,就会被挤压出来。它的火性部分向上行,水性部分则向下落。但必须探究挤压的原因,并且应当说,高空空气作圆周运动乃是冷却。因为正如在理论讲课中所说的那样,高空空气被说成比近地空气更冷,乃是由于其中不发生光线的反射,而是光线如同在巨大距离中所产生的那样消散了。

语法注3 条
  1. 1.4.22Ἵνα εἴπῃ

    此处带有 ἵνα 的从句属于晚期希腊语中常见的解释性或说明性用法(意为“以此意指”、“也就是说”),用以说明亚里士多德文句所指的次级性质(如轻重等派生自原始性质的性质)。

  2. 1.4.27τὸ ἀπὸ τοῦ περιγείου

    介词短语 ἀπὸ τοῦ περιγείου 带有中性单数定冠词而被实体化,作不定式 συγκινεῖσθαι 的逻辑主语,指代“近地部分以上(高空)的部分”。

  3. 1.4.30ἐκθλιβομένου εἰς τὸν ἄνω τόπον τοῦ θερμοῦ

    引文内部的属格独立结构,表伴随情况或原因,说明热的部分被挤向高处的同时,任何变重的部分被向下运载。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:28.27-30.27